§1.11Πρόβλημα δ᾿ ἐστὶ διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων· περὶ οὗ ἢ οὐδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκατέροι αὐτοὶ ἑαυτοῖς.
辩证法问题是一种有助于选择与避免、或者有助于真理与知识的考察对象,它或者是其自身发挥作用,或者是作为此类其他事物的辅助手段;对于它,人们或者没有确定的意见,或者大众与智者持有相反的意见,或者智者与大众持有相反的意见,或者这两者各自内部持有相反的意见。
Ἔνια μὲν γὰρ τῶν προβλημάτων χρήσιμον εἰδέναι πρὸς τὸ ἑλέσθαι ἢ φυγεῖν, οἷον πότερον ἡ ἡδονὴ αἱρετὸν ἢ οὔ, ἔνια δὲ πρὸς τὸ εἰδέναι μόνον, οἷον πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ, ἔνια δὲ αὐτὰ μὲν καθ᾿ αὑτὰ πρὸς οὐδέτερον τούτων, συνεργὰ δέ ἐστι πρός τινα τῶν τοιούτων· πολλὰ γὰρ αὐτὰ μὲν καθ᾿ αὑτὰ οὐ βουλόμεθα γνωρίζειν, ἑτέρων δ᾿ ἕνεκα, ὅπως διὰ τούτων ἄλλο τι γνωρίσωμεν.
因为有些问题,了解它们有助于选择或避免(例如,快乐是否是值得选择的东西),有些则仅有助于认知(例如,宇宙是否是永恒的),还有些问题其自身对这两者都没有用,但却可作为此类事物的辅助手段;因为有很多事物,我们自身并不想去了解,而是为了其他事物,以便通过这些事物来认识其他某种事物。
Ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί (ἀπορίαν γὰρ ἔχει πότερον οὕτως ἔχει ἢ οὐχ οὕτως διὰ τὸ περὶ ἀμφοτέρων εἶναι λόγους πιθανούς) καὶ περὶ ὧν λόγον μὴ ἔχομεν ὄντων μεγάλων, χαλεπὸν οἰόμενοι εἶναι τὸ διὰ τί ἀποδοῦναι, οἷον πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ· καὶ γὰρ τὰ τοιαῦτα ζητήσειεν ἄν τις.
问题还包括那些存在相反推论的事物(因为由于对双方都有说服力的论证,因此关于它是如此还是不如此存在疑难),以及那些关于它们我们没有论证但却非常重大的事物,因为我们认为很难说明其原因,例如宇宙是否是永恒的;因为人们也会探究此类事物。
Τὰ μὲν οὖν προβλήματα καὶ αἱ προτάσεις, καθάπερ εἴρηται, διωρίσθω·
那么,如前所述,问题和命题就此予以界定。
θέσις δέ ἐστιν ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, οἷον ὅτι οὐκ ἔστιν ἀντιλέγειν, καθάπερ ἔφη Ἀντισθένης, ἢ ὅτι πάντα κινεῖται καθ᾿ Ἡράκλειτον, ἢ ὅτι ἓν τὸ ὄν, καθάπερ Μέλισσός φησιν· τὸ γὰρ τοῦ τυχόντος ἐναντία ταῖς δόξαις ἀποφηναμένου φροντίζειν εὔηθες.
而立论则是指在哲学上著名的人物的一种违反常识的见解,例如安提斯泰尼所说的“不能进行反驳”,或者赫拉克利特所说的“万物皆动”,或者梅利索斯所说的“存在者为一”;因为去理会任何一个偶然碰壁者发表与常识相反的见解是愚蠢的。
Ἣ περὶ ὧν λόγον ἔχομεν ἐναντίον ταῖς δόξαις, οἷον ὅτι οὐ πᾶν τὸ ὂν ἤτοι γενόμενόν ἐστιν ἢ ἀΐδιον, καθάπερ οἱ σοφισταί φασιν· μουσικὸν γὰρ ὄντα γραμματικὸν εἶναι οὔτε γενόμενον οὔτε ἀΐδιον ὄντα.
或者是关于那些尽管与常识相反、但我们对其持有论证的事物的见解,例如诡辩家们所说的“并不是所有存在的事物要么是产生的、要么是永恒的”;因为一个有教养的人是懂文法的这一事实,既非产生的,也非永恒的。
Τοῦτο γάρ, εἰ καί τινι μὴ δοκεῖ, δόξειεν ἂν διὰ τὸ λόγον ἔχειν.
因为这件事情,即使有人不赞同,但由于它是有论证的,它也会显得是可信的。
Ἔστι μὲν οὖν καὶ ἡ θέσις πρόβλημα· οὐ πᾶν δὲ πρόβλημα θέσις, ἐπειδὴ ἔνια τῶν προβλημάτων τοιαῦτ᾿ ἐστὶ περὶ ὧν οὐδετέρως δοξάζομεν.
因此,立论也是一种问题,但并非每个问题都是立论,因为有些问题属于我们对之不持任何确定意见的那类事物。
Ὅτι δέ ἐστι καὶ ἡ θέσις πρόβλημα, δῆλον· ἀνάγκη γὰρ ἐκ τῶν εἰρημένων ἢ τοὺς πολλοὺς τοῖς σοφοῖς περὶ τὴν θέσιν ἀμφισβητεῖν ἢ ὁποτερουσοῦν ἑαυτοῖς, ἐπειδὴ ὑπόληψίς τις παράδοξος ἡ θέσις ἐστίν.
而立论也是一种问题,这一点是显而易见的;因为根据所说的,要么大众与智者就这一立论产生争议,要么这两者中的任何一方在其内部产生争议,因为立论是一种逆说的见解。
Σχεδὸν δὲ νῦν πάντα τὰ διαλεκτικὰ προβλήματα θέσεις καλοῦνται.
不过现在,几乎所有的辩证法问题都被称为立论。
Διαφερέτω δὲ μηδὲν ὁπωσοῦν λεγόμενον· οὐ γὰρ ὀνοματοποιῆσαι βουλόμενοι διείλομεν οὕτως αὐτά, ἀλλ᾿ ἵνα μὴ λανθάνωσιν ἡμᾶς τίνες αὐτῶν τυγχάνουσιν οὖσαι διαφοραί.
但无论怎么称呼,这都没有任何关系;因为我们这样划分它们并非为了造词,而是为了使它们之间所存在的差异不至于不为我们所察觉。
Οὐ δεῖ δὲ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν, ἀλλ᾿ ἣν ἀπορήσειεν ἄν τις τῶν λόγου δεομένων καὶ μὴ κολάσεως ἢ αἰσθήσεως· οἱ μὲν γὰρ ἀποροῦντες πότερον δεῖ τοὺς θεοὺς τιμᾶν καὶ τοὺς γονέας ἀγαπᾶν ἢ οὒ κολάσεως δέονται, οἱ δὲ πότερον ἡ χιὼν λευκὴ ἢ οὒ αἰσθήσεως.
但我们不应该考察每一个问题,也不应该考察每一个立论,而应该只考察那些需要论证的人(而不是需要惩罚或感觉的人)会感到困惑的问题;因为那些对“是否应当敬神和爱父母”感到困惑的人需要的是惩罚,而那些对“雪是否是白的”感到困惑的人需要的则是感觉。
Οὐδὲ δὴ ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ᾿ ὧν λίαν πόρρω· τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, τὰ δὲ πλείω ἢ κατὰ γυμναστικήν.
也不应该考察那些证明就在眼前的事物,以及那些证明过于遥远的事物;因为前者没有疑难,而后者则超出了练习的范围。
§1.12Διωρισμένων δὲ τούτων χρὴ διελέσθαι πόσα τῶν λόγων εἴδη τῶν διαλεκτικῶν.
既然这些已经界定,我们就需要划分辩证论证有多少种。
Ἔστι δὲ τὸ μὲν ἐπαγωγή, τὸ δὲ συλλογισμός.
一种是归纳,另一种是推论。
Καὶ συλλογισμὸς μὲν τί ἐστιν, εἴρηται πρότερον, ἐπαγωγὴ δὲ ἡ ἀπὸ τῶν καθ᾿ ἕκαστον ἐπὶ τὰ καθόλου ἔφοδος, οἷον εἰ ἔστι κυβερνήτης ὁ ἐπιστάμενος κράτιστος καὶ ἡνίοχος, καὶ ὅλως ἐστὶν ὁ ἐπιστάμενος περὶ ἕκαστον ἄριστος.
推论是什么在前面已经说过,而归纳则是从个别事物走向普遍事物的过程,例如,如果精通业务的舵手是最优秀的,御手也是如此,那么总的来说,在每一个领域中精通业务的人都是最好的。
Ἔστι δ᾿ ἡ μὲν ἐπαγωγὴ πιθανώτερον καὶ σαφέστερον καὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερον καὶ τοῖς πολλοῖς κοινόν, ὁ δὲ συλλογισμὸς βιαστικώτερον καὶ πρὸς τοὺς ἀντιλογικοὺς ἐνεργέστερον.
归纳更具说服力、更清晰、在感官上更易于理解,并且为大众所共有;而推论则更具强制性,对于那些好反驳的人更有效。