§1.5Λεκτέον δὲ τί ὅρος, τί ἴδιον, τί γένος, τί συμβεβηκός.
必须说明什么是定义、什么是固有属性、什么是类、什么是偶性。
Ἔστι δ᾿ ὅρος μὲν λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων.
定义是表示本质的说明。
Ἀποδίδοται δὲ ἢ λόγος ἀντ᾿ ὀνόματος ἢ λόγος ἀντὶ λόγου· δυνατὸν γὰρ καὶ τῶν ὑπὸ λόγου τινὰ σημαινομένων ὁρίσασθαι.
而它是作为代替名称的说明、或是代替说明的说明而被给出的;因为对由某个说明所表示的事物进行定义也是可能的。
Ὅσοι δ᾿ ὁπωσοῦν ὀνόματι τὴν ἀπόδοσιν ποιοῦνται, δῆλον ὡς οὐκ ἀποδιδόασιν οὗτοι τὸν τοῦ πράγματος ὁρισμόν, ἐπειδὴ πᾶς ὁρισμὸς λόγος τίς ἐστιν.
但是,那些无论以何种方式用一个名称来给出定义的人,显然没有给出该事物的定义,因为所有的定义都是某种说明。
Ὁρικὸν μέντοι καὶ τὸ τοιοῦτον θετέον, οἷον ὅτι καλόν ἐστι τὸ πρέπον.
然而,像“合适的就是美”这样的事,也必须归为定义类的性质。
Ὁμοίως δὲ καὶ τὸ πότερον ταὐτὸν αἴσθησις καὶ ἐπιστήμη ἢ ἕτερον· καὶ γὰρ περὶ τοὺς ὁρισμούς, πότερον ταὐτὸν ἢ ἕτερον, ἡ πλείστη γίνεται διατριβή.
同样,“感觉和知识是相同还是不同”这一问题也是如此;因为关于定义,大部分探讨都集中在它们是相同还是不同上。
Ἁπλῶς δὲ ὁρικὰ πάντα λεγέσθω τὰ ὑπὸ τὴν αὐτὴν ὄντα μέθοδον τοῖς ὁρισμοῖς.
简单地说,所有与定义处于相同方法之下的事物,都应该被称为定义类的。
Ὅτι δὲ πάντα τὰ νῦν ῥηθέντα τοιαῦτ᾿ ἐστί, δῆλον ἐξ αὐτῶν.
刚才所说的所有这些事物都具有这种性质,这从它们本身就很清楚。
Δυνάμενοι γὰρ ὅτι ταὐτὸν καὶ ὅτι ἕτερον διαλέγεσθαι, τῷ αὐτῷ τρόπῳ καὶ πρὸς τοὺς ὁρισμοὺς ἐπιχειρεῖν εὐπορήσομεν· δείξαντες γὰρ ὅτι οὐ ταὐτόν ἐστιν ἀνῃρηκότες ἐσόμεθα τὸν ὁρισμόν.
因为如果能够论证它们是相同还是不同,我们也将以相同的方式,丰富地拥有对定义展开论证的手段;因为一旦证明了它们不是相同的,我们就已经推翻了定义。
Οὐ μὴν ἀντιστρέφει γε τὸ νῦν ῥηθέν· οὐ γὰρ ἱκανὸν πρὸς τὸ κατασκευάσαι τὸν ὁρισμὸν τὸ δεῖξαι ταὐτὸν ὄν.
不过,刚才所说的话并不能换位;因为要确立一个定义,仅仅证明它是相同的并不足够。
Πρὸς μέντοι τὸ ἀνασκευάσαι αὔταρκες τὸ δεῖξαι ὅτι οὐ ταὐτόν.
然而,对于推翻定义而言,证明它不是相同的就足够了。
Ἴδιον δ᾿ ἐστὶν ὃ μὴ δηλοῖ μὲν τὸ τί ἦν εἶναι, μόνῳ δ᾿ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος, οἷον ἴδιον ἀνθρώπου τὸ γραμματικῆς εἶναι δεκτικόν· εἰ γὰρ ἄνθρωπός ἐστι, γραμματικῆς δεκτικός ἐστι, καὶ εἰ γραμματικῆς δεκτικός ἐστιν, ἄνθρωπός ἐστιν.
固有属性是虽然不表示本质,但仅属于该事物且与该事物可以换位述说的属性,例如,具有学习文法的能力是人的固有属性;因为,如果是人,就具有学习文法的能力;如果具有学习文法的能力,就是人。
Οὐθεὶς γὰρ ἴδιον λέγει τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν, οἷον τὸ καθεύδειν ἀνθρώπῳ, οὐδ᾿ ἂν τύχῃ κατά τινα χρόνον μόνῳ ὑπάρχον.
因为没有人会把可能属于其他事物的东西称为固有属性,例如属于人的“睡觉”,即使它碰巧在某个时候仅属于他。
Εἰ δ᾿ ἄρα τι καὶ λέγοιτο τῶν τοιούτων ἴδιον, οὐχ ἁπλῶς ἀλλὰ ποτὲ ἢ πρός τι ἴδιον ῥηθήσεται· τὸ μὲν γὰρ ἐκ δεξιῶν εἶναι ποτὲ ἴδιόν ἐστι, τὸ δὲ δίπουν πρός τι ἴδιον τυγχάνει λεγόμενον, οἷον τῷ ἀνθρώπῳ πρὸς ἵππον καὶ κύνα.
如果此类事物中的任何一个确实被称为固有属性,那么它将不是绝对地,而是“在特定时间”或“相对于某物”被称为固有属性;因为处在右侧是特定时间的固有属性,而双足则是相对于某物被称为固有属性,例如人相对于马和狗。
Ὅτι δὲ τῶν ἐνδεχομένων ἄλλῳ ὑπάρχειν οὐθὲν ἀντικατηγορεῖται, δῆλον· οὐ γὰρ ἀναγκαῖον, εἴ τι καθεύδει, ἄνθρωπον εἶναι.
而且,显然没有一个可能属于其他事物的东西能够换位述说;因为如果某物在睡觉,并不必然就是人。
Γένος δ᾿ ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον.
类是在“是什么”的维度上,对在种上有差异的许多事物进行述说的属性。
Ἐν τῷ τί ἐστι δὲ κατηγορεῖσθαι τὰ τοιαῦτα λεγέσθω, ὅσα ἁρμόττει ἀποδοῦναι ἐρωτηθέντας τί ἐστι τὸ προκείμενον, καθάπερ ἐπὶ τοῦ ἀνθρώπου ἁρμόττει, ἐρωτηθέντα τί ἐστι τὸ προκείμενον, εἰπεῖν ὅτι ζῷον.
而在“是什么”的维度上进行述说,是指当我们被问及所给出的事物是什么时,适合给出的所有解答,正如对于人而言,当被问及所给出的事物是什么时,适合说它是“动物”。
Γενικὸν δὲ καὶ τὸ πότερον ἐν τῷ αὐτῷ γένει ἄλλο ἄλλῳ ἢ ἐν ἑτέρῳ.
另外,某物与另一物是在相同的类中还是在不同的类中,这一问题也是属于类的问题。
Καὶ γὰρ τὸ τοιοῦτον ὑπὸ τὴν αὐτὴν μέθοδον πίπτει τῷ γένει· διαλεχθέντες γὰρ ὅτι τὸ ζῷον γένος τοῦ ἀνθρώπου, ὁμοίως δὲ καὶ τοῦ βοός, διειλεγμένοι ἐσόμεθα ὅτι ἐν τῷ αὐτῷ γένει.
因为这样的事也落入与类相同的方法之下;因为一旦论证了动物是人的类,同样也是牛的类,我们就已经论证了它们处于相同的类中。
Ἐὰν δὲ τοῦ μὲν ἑτέρου δείξωμεν ὅτι γένος ἐστί, τοῦ δὲ ἑτέρου ὅτι οὐκ ἔστι, διειλεγμένοι ἐσόμεθα ὅτι οὐκ ἐν τῷ αὐτῷ γένει ταῦτ᾿ ἐστίν.
而如果我们证明它是其中一个的类,却不是另一个的类,我们也就论证了它们不在相同的类中。
Συμβεβηκὸς δέ ἐστιν ὃ μηδὲν μὲν τούτων ἐστί, μήτε ὅρος μήτε ἴδιον μήτε γένος, ὑπάρχει δὲ τῷ πράγματι, καὶ ὃ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οἷον τὸ καθῆσθαι ἐνδέχεται ὑπάρχειν τινὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν.
偶性是既非定义、亦非固有属性、亦非类,却属于该事物的东西,并且它也是可能属于某个相同单一事物,也可能不属于它的东西,例如,“坐着”可能属于某个相同的人,也可能不属于他。
Ὁμοίως δὲ καὶ τὸ λευκόν· τὸ γὰρ αὐτὸ οὐθὲν κωλύει ὁτὲ μὲν λευκὸν ὁτὲ δὲ μὴ λευκὸν εἶναι.
同样,“白色”也是如此;因为没有什么能阻止同一个事物在某一时刻是白色的,而在另一时刻不是白色的。
Ἔστι δὲ τῶν τοῦ συμβεβηκότος ὁρισμῶν ὁ δεύτερος βελτίων· τοῦ μὲν γὰρ πρώτου ῥηθέντος ἀναγκαῖον, εἰ μέλλει τις συνήσειν, προειδέναι τί ἐστιν ὅρος καὶ γένος καὶ ἴδιον, ὁ δὲ δεύτερος αὐτοτελής ἐστι πρὸς τὸ γνωρίζειν τί ποτ᾿ ἐστὶ τὸ λεγόμενον καθ᾿ αὑτό.
在偶性的定义中,第二种定义更好;因为在给出第一种定义时,如果有人想要理解它,就必须预先知道什么是定义、类和固有属性,而第二种定义在认识所说的事物本身是什么时是自给自足的。
Προσκείσθωσαν δὲ τῷ συμβεβηκότι καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι, οἷον πότερον τὸ καλὸν ἢ τὸ συμφέρον αἱρετώτερον, καὶ πότερον ὁ κατ᾿ ἀρετὴν ἢ ὁ κατ᾿ ἀπόλαυσιν ἡδίων βίος, καὶ εἴ τι ἄλλο παραπλησίως τυγχάνει τούτοις λεγόμενον· ἐπὶ πάντων γὰρ τῶν τοιούτων, ποτέρῳ μᾶλλον τὸ κατηγορούμενον συμβέβηκεν, ἡ ζήτησις γίνεται.
并且,让相互之间的比较也附属于偶性,不论它们是以何种方式基于偶性而被述说的,例如,“美和益处哪一个更值得选择”,以及“合乎德性的生活还是合乎享受的生活更快乐”,以及任何其他恰好以与这些类似的方式被说出的事情;因为在所有这些情况下,所探究的都是:所述说的属性更多地作为偶性属于两者中的哪一个。
Δῆλον δ᾿ ἐξ αὐτῶν ὅτι τὸ συμβεβηκὸς οὐθὲν κωλύει ποτὲ καὶ πρός τι ἴδιον γίνεσθαι, οἷον τὸ καθῆσθαι συμβεβηκὸς ὄν, ὅταν τις μόνος κάθηται, τότε ἴδιον ἔσται, μὴ μόνου δὲ καθημένου πρὸς τοὺς μὴ καθημένους ἴδιον.
而从这些事物本身就可以清楚地看出,没有什么能阻止一个偶性在“特定时间”和“相对于某物”时成为固有属性,例如,“坐着”虽然一个偶性,但当某人独自坐着时,它在此刻就是固有属性,而在他并非独自坐着时,它则是相对于那些没有坐着的人的固有属性。
Ὥστε καὶ πρός τι καὶ ποτὲ οὐθὲν κωλύει τὸ συμβεβηκὸς ἴδιον γίνεσθαι.
因此,没有什么能阻止偶性在相对于某物或特定时间时成为固有属性。
Ἁπλῶς δ᾿ ἴδιον οὐκ ἔσται.
但它绝对不会是固有属性。