Humanitext Reader

亚里士多德 · 论题篇 §1.2-1.4

辩证术的用途与四种谓词

第 2 段,共 94 段 · 希腊语

内容简介

本章节阐述了辩证术的三种用途(精神训练、日常交际以及哲学诸科学中第一原理的探讨),通过与医术等技术类比定义了该方法的掌握标准,并指出了作为前提和问题构成要素的四种谓词(定义、固有属性、类、偶性)及其形式区别。

§1.2Ἑπόμενον δ᾿ ἂν εἴη τοῖς εἰρημένοις εἰπεῖν πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία.
在上述内容之后,接下来应该说明本研究对于多少以及什么样的目的有用。
Ἔστι δὴ πρὸς τρία, πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας.
它确实有三个用处:用于精神训练,用于日常交际,以及用于符合哲学体系的诸科学。
Ὅτι μὲν οὖν πρὸς γυμνασίαν χρήσιμος, ἐξ αὐτῶν καταφανές ἐστι· μέθοδον γὰρ ἔχοντες ῥᾷον περὶ τοῦ προτεθέντος ἐπιχειρεῖν δυνησόμεθα.
因此,它对于训练有用,这从事实本身就很明显;因为掌握了方法,我们就能更容易地对提出的课题进行论证。
Πρὸς δὲ τὰς ἐντεύξεις, διότι τὰς τῶν πολλῶν κατηριθμημένοι δόξας οὐκ ἐκ τῶν ἀλλοτρίων ἀλλ᾿ ἐκ τῶν οἰκείων δογμάτων ὁμιλήσομεν πρὸς αὐτούς, μεταβιβάζοντες ὅ τι ἂν μὴ καλῶς φαίνωνται λέγειν ἡμῖν.
对于日常交际,因为在列举了大多数人的意见之后,我们不是根据别人的教条,而是根据他们自己的主张与他们交谈,引导他们改变我们认为他们说得不妥的地方。
Πρὸς δὲ τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας, ὅτι δυνάμενοι πρὸς ἀμφότερα διαπορῆσαι ῥᾷον ἐν ἑκάστοις κατοψόμεθα τἀληθές τε καὶ τὸ ψεῦδος.
对于符合哲学体系的诸科学,因为能够对两方面都提出质疑,我们就能更容易地辨明每种情况下的真与伪。
Ἔτι δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην ἀρχῶν.
此外,它对于关于每门科学之原理中最首要的部分也是有用的。
Ἐκ μὲν γὰρ τῶν οἰκείων τῶν κατὰ τὴν προτεθεῖσαν ἐπιστήμην ἀρχῶν ἀδύνατον εἰπεῖν τι περὶ αὐτῶν, ἐπειδὴ πρῶται αἱ ἀρχαὶ ἁπάντων εἰσί, διὰ δὲ τῶν περὶ ἕκαστα ἐνδόξων ἀνάγκη περὶ αὐτῶν διελθεῖν.
因为,从所提出的科学所特有的原理出发,是不可能对它们本身说明任何东西的,因为原理是万物中最首要的;相反,必须通过关于各门科学的通念来探讨它们。
Τοῦτο δ᾿ ἴδιον ἢ μάλιστα οἰκεῖον τῆς διαλεκτικῆς ἐστίν· ἐξεταστικὴ γὰρ οὖσα πρὸς τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχει.
这是辩证术所特有的,或者说最适合它的工作;因为辩证术具有探讨的性质,它拥有通向一切方法之原理的途径。
§1.3Ἕξομεν δὲ τελέως τὴν μέθοδον, ὅταν ὁμοίως ἔχωμεν ὥσπερ ἐπὶ ῥητορικῆς καὶ ἰατρικῆς καὶ τῶν τοιούτων δυνάμεων.
当我们处于类似于修辞学、医学及此类能力的状态时,我们就能完全掌握这种方法。
Τοῦτο δ᾿ ἐστὶ τὸ ἐκ τῶν ἐνδεχομένων ποιεῖν ἃ προαιρούμεθα.
这就是指在可能范围内做我们选择做的事。
Οὔτε γὰρ ὁ ῥητορικὸς ἐκ παντὸς τρόπου πείσει, οὔθ᾿ ὁ ἰατρικὸς ὑγιάσει· ἀλλ᾿ ἐὰν τῶν ἐνδεχομένων μηδὲν παραλείπῃ, ἱκανῶς αὐτὸν ἔχειν τὴν ἐπιστήμην φήσομεν.
因为修辞学家并不能用尽一切手段来达到说服,医生也不能用尽一切手段来治愈;但如果他没有遗漏任何可能的方法,我们就会说他已经足够地掌握了这门科学。
§1.4Πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ μέθοδος.
因此,首先必须考察该方法是由哪些要素构成的。
Εἰ δὴ λάβοιμεν πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι, καὶ πῶς τούτων εὐπορήσομεν, ἔχοιμεν ἂν ἱκανῶς τὸ προκείμενον.
如果,我们能把握论证针对多少以及何种事物,并且由哪些要素构成,以及我们如何能丰富地获得这些要素,那么我们就已经足够地达到了我们的目的。
Ἔστι δ᾿ ἀριθμῷ ἴσα καὶ ταὐτά, ἐξ ὧν τε οἱ λόγοι καὶ περὶ ὧν οἱ συλλογισμοί.
而论证所由构成的要素,与推论所围绕的要素,在数量上是相等且相同的。
Γίνονται μὲν γὰρ οἱ λόγοι ἐκ τῶν προτάσεων· περὶ ὧν δὲ οἱ συλλογισμοί, τὰ προβλήματά ἐστι.
因为论证源于前提,而推论所围绕的则是问题。
Πᾶσα δὲ πρότασις καὶ πᾶν πρόβλημα ἢ γένος ἢ ἴδιον ἢ συμβεβηκὸς δηλοῖ· καὶ γὰρ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ γένει τακτέον.
并且,每一个前提和每一个问题都表示类、固有属性或偶性;因为种差既然是具有类之性质的,就必须与类一起分类。
Ἐπεὶ δὲ τοῦ ἰδίου τὸ μὲν τὸ τί ἦν εἶναι σημαίνει, τὸ δ᾿ οὐ σημαίνει, διῃρήσθω τὸ ἴδιον εἰς ἄμφω τὰ προειρημένα μέρη, καὶ καλείσθω τὸ μὲν τὸ τί ἦν εἶναι σημαῖνον ὅρος, τὸ δὲ λοιπὸν κατὰ τὴν κοινὴν περὶ αὐτῶν ἀποδοθεῖσαν ὀνομασίαν προσαγορευέσθω ἴδιον.
但是,既然在固有属性中,有一部分表示本质,另一部分不表示,那么就让固有属性被划分为上述两个部分,并让表示本质的部分被称为定义,而其余的部分则根据赋予它们的共同名称被称为固有属性。
Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι κατὰ τὴν νῦν διαίρεσιν τέτταρα τὰ πάντα συμβαίνει γίνεσθαι, ἢ ἴδιον ἢ ὅρον ἢ γένος ἢ συμβεβηκός.
因此,从所说的话中可以清楚地看出,根据现在的划分,所有的事物总共变成了四个:固有属性、定义、类或偶性。
Μηδεὶς δ᾿ ἡμᾶς ὑπολάβῃ λέγειν ὡς ἕκαστον τούτων καθ᾿ αὑτὸ λεγόμενον πρότασις ἢ πρόβλημά ἐστιν, ἀλλ᾿ ὅτι ἀπὸ τούτων καὶ τὰ προβλήματα καὶ αἱ προτάσεις γίνονται.
但是,请不要有人以为我们是在说,这其中的每一个在单独被提到时就是一个前提或一个问题,而是说问题和前提都是由这些要素构成的。
Διαφέρει δὲ τὸ πρόβλημα καὶ ἡ πρότασις τῷ τρόπῳ.
而问题和前提在形式上有所不同。
Οὕτω μὲν γὰρ ῥηθέντος, ἆρά γε τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου;
因为,如果以这种方式说:“‘双足陆生动物’是人的定义吗?
καὶ ἆρά γε τὸ ζῷον γένος ἐστὶ τοῦ ἀνθρώπου;
”以及“‘动物’是人的类吗?
πρότασις γίνεται.
”,它就成为了前提。
Ἐὰν δέ, πότερον τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου ἢ οὔ;
但如果说:“‘双足陆生动物’是人的定义,还是不是?
καὶ πότερον τὸ ζῷον γένος ἐστίν;
”以及“‘动物’是人的类吗?
πρόβλημα γίνεται.
”,它就成为了问题。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也是如此。
Ὅστ᾿ εἰκότως ἴσα τῷ ἀριθμῷ τὰ προβλήματα καὶ αἱ προτάσεις εἰσίν. Ἀπὸ πάσης γὰρ προτάσεως πρόβλημα ποιήσεις μεταβάλλων τῷ τρόπῳ.
因此,很自然地,问题和前提在数量上是相等的;因为通过改变其形式,你可以从每一个前提中制造出一个问题。

词汇与语法注释

  1. 1.2μεταβιβάζοντες — 分词 `μεταβιβάζοντες`(现在时主动分词,主格阳性复数)修饰主句动词 `ὁμιλήσομεν`,表示伴随状况或手段。`μεταβιβάζω` 字面意思是“转移”,但在辩证讨论的语境中,它表示“引导他人改变看法”或“说服其改邪归正”。
  2. 1.2πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην ἀρχῶν — `τὰ πρῶτα`(中性复数宾格,前置词 `πρὸς` 的宾语)受部分属格 `τῶν ... ἀρχῶν` 修饰,意为“关于每门科学的诸原理中最首要的部分(第一原理)”。
  3. 1.4τὸ τί ἦν εἶναι — 亚里士多德哲学的重要术语“本质”(字面意思是“它曾经是的存在”)。该结构由中性单数定冠词 `τό` 引导一个包含未完过去时 `ἦν` 的疑问表达,使其名词化。这里的 `ἦν` 并不表示过去的时间,而是表示逻辑上或形而上学上的在先性,指代“事物本身究竟是什么”。

引用这一段

亚里士多德, 论题篇 §1.2-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:1.2-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。