Humanitext Reader

亚里士多德 · 论题篇 §1.15#3

通过属与定义差异判定术语的多义性

第 10 段,共 94 段 · 希腊语

内容简介

本文提出了识别同名术语多义性的若干标准,包括类的非从属性、组合词定义中去除主体后残余定义的不一致、定义中潜藏的双关、无法比较性,以及术语在不同类中分别充当种或种差的情况。

§1.15#3Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, εἰ ἕτερα καὶ μὴ ὑπ᾿ ἄλληλα, οἷον ὄνος τό τε ζῷον καὶ τὸ σκεῦος.
还要考察归于同一名称下的事物的类,看它们是否不同且互不隶属,例如“onos”既是指动物,又是指器具。
Ἕτερος γὰρ ὁ κατὰ τοὔνομα λόγος αὐτῶν· τὸ μὲν γὰρ ζῷον ποιόν τι ῥηθήσεται, τὸ δὲ σκεῦος ποιόν τι.
因为它们对应于该名称的定义是不同的:其中动物会被说成是某种动物,而器具则会被说成是某种器具。
Ἐὰν δὲ ὑπ᾿ ἄλληλα τὰ γένη ᾖ, οὐκ ἀναγκαῖον ἑτέρους τοὺς λόγους εἶναι.
但如果这些类是互隶属的,则它们的定义并不必然不同。
Οἷον τοῦ κόρακος τὸ ζῷον καὶ τὸ ὄρνεον γένος ἐστίν.
例如,对于“乌鸦”来说,“动物”和“鸟”都是其类。
Ὅταν οὖν λέγωμεν τὸν κόρακα ὄρνεον εἶναι, καὶ ζῷον ποιόν τί φαμεν αὐτὸν εἶναι, ὥστ᾿ ἀμφότερα τὰ γένη περὶ αὐτοῦ κατηγορεῖται.
因此,当我们说乌鸦是鸟时,我们也就是在说它是某种动物,因此这两个类都对它进行了述谓。
Ὁμοίως δὲ καὶ ὅταν ζῷον πτηνὸν δίπουν τὸν κόρακα λέγωμεν, ὄρνεόν φαμεν αὐτὸν εἶναι· καὶ οὕτως οὖν ἀμφότερα τὰ γένη κατηγορεῖται κατὰ τοῦ κόρακος, καὶ ὁ λόγος αὐτῶν.
同样地,当我们说乌鸦是有羽翼、双足的动物时,我们也就是在说它是鸟;所以,这两个类及其定义也都对乌鸦进行了述谓。
Ἐπὶ δὲ τῶν μὴ ὑπ᾿ ἄλληλα γενῶν οὐ συμβαίνει τοῦτο· οὔτε γὰρ ὅταν σκεῦος λέγωμεν, ζῷον λέγομεν, οὔθ᾿ ὅταν ζῷον, σκεῦος.
但在互不隶属的类的情况下,这并不会发生:因为当我们说“器具”时,我们并没有说“动物”;当我们说“动物”时,也没有说“器具”。
Σκοπεῖν δὲ μὴ μόνον εἰ τοῦ προκειμένου ἕτερα τὰ γένη καὶ μὴ ὑπ᾿ ἄλληλα, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐναντίου· εἰ γὰρ τὸ ἐναντίον πολλαχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ προκείμενον.
不仅要考察所讨论主题的类是否不同且互不隶属,还要考察其相反者;因为如果相反者被以多义的方式论及,显而易见所讨论的主题也是如此。
Χρήσιμον δὲ καὶ τὸ ἐπὶ τὸν ὁρισμὸν ἐπιβλέπειν τὸν ἐκ τοῦ συντιθεμένου γινόμενον, οἷον λευκοῦ σώματος καὶ λευκῆς φωνῆς· ἀφαιρουμένου γὰρ τοῦ ἰδίου τὸν αὐτὸν λόγον δεῖ λείπεσθαι.
注视由组合项所产生的定义也是有用的,例如“白色的身体”和“白色的声音”;因为当特有的主体被去掉时,应当留下相同的定义。
Τοῦτο δ᾿ οὐ συμβαίνει ἐπὶ τῶν ὁμωνύμων, οἷον ἐπὶ τῶν νῦν εἰρημένων.
但这在同音异义词的情况下并不会发生,正如刚才所提到的例子。
Τὸ μὲν γὰρ ἔσται σῶμα τοιόνδε χρῶμα ἔχον, τὸ δὲ φωνὴ εὐήκοος· ἀφαιρεθέντος οὖν τοῦ σώματος καὶ τῆς φωνῆς οὐ ταὐτὸν ἐν ἑκατέρῳ τὸ λειπόμενον.
因为前者将是具有某种颜色的身体,而后者将是听起来清晰的声音;因此,当去掉“身体”和“声音”时,在各自情况下留下的东西并不是相同的。
Ἔδει δέ γε, εἴπερ συνώνυμον ἦν τὸ λευκὸν τὸ ἐφ᾿ ἑκατέρου λεγόμενον.
然而,如果在两种情况下所说的“白色”确实是同义的,那么它们留下的定义理应是相同的。
Πολλάκις δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις λανθάνει παρακολουθοῦν τὸ ὁμώνυμον· διὸ καὶ ἐπὶ τῶν λόγων σκεπτέον.
许多时候,甚至在定义自身内部,同音异义也会由于不易察觉而伴随出现;因此我们也必须对定义进行考察。
Οἷον ἄν τις τὸ σημαντικὸν καὶ ποιητικὸν ὑγιείας τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν φῇ εἶναι, οὐκ ἀποστατέον ἀλλ᾿ ἐπισκεπτέον τί τὸ συμμέτρως καθ᾿ ἑκάτερον εἴρηκεν, οἷον εἰ τὸ μὲν τὸ τοιοῦτον εἶναι ὥστε ποιεῖν ὑγίειαν, τὸ δὲ τὸ τοιοῦτον οἷον σημαίνειν ποία τις ἡ ἕξις.
例如,如果有人把显示健康的东西和产生健康的东西都说成是“与健康具有适度关系的东西”,我们不能就此止步,而必须考察他在每种情况下所说的“适度关系”是什么意思,例如,是否在一种情况下是指能够产生健康,而在另一种情况下是指能够显示状态是如何的。
Ἔτι εἰ μὴ συμβλητὰ κατὰ τὸ μᾶλλον ἢ ὁμοίως, οἷον λευκὴ φωνὴ καὶ λευκὸν ἱμάτιον καὶ ὀξὺς χυμὸς καὶ ὀξεῖα φωνή·
此外,还要考察它们在“更”或“同样”的程度上是否不可比较。
ταῦτα γὰρ οὔθ᾿ ὁμοίως λέγεται λευκὰ ἢ ὀξέα, οὔτε μᾶλλον θάτερον.
例如,白色的声音和白色的衣服,或者辛辣的味道和尖锐的声音;因为这些不能被说成是同样白色或同样尖锐,也不能说其中一个比另一个更如何。
Ὥσθ᾿ ὁμώνυμον τὸ λευκὸν καὶ τὸ ὀξύ.
因此,“白”和“锐”是同音异义的。
τὸ γὰρ συνώνυμον πᾶν συμβλητόν· ἢ γὰρ ὁμοίως ῥηθήσεται, ἢ μᾶλλον θάτερον.
因为所有同义的东西都是可比较的:它们要么被说成是同样的,要么其中一个比另一个更甚。
Ἐπεὶ δὲ τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης (ἕτεραι γὰρ τούτων αἱ διαφοραί), σκοπεῖν εἰ τὰ ὑπὸ τὸ αὐτὸ ὄνομα ἑτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα διαφοραί εἰσιν, οἷον τὸ ὀξὺ φωνῆς καὶ ὄγκου·
既然不同且互不隶属的类的种差在种上也是不同的,例如“动物”和“知识”的种差,那么就应当考察归于同一名称下的事物是否是不同且互不隶属的类的种差。
διαφέρει γὰρ φωνὴ φωνῆς τῷ ὀξεῖα εἶναι, ὁμοίως δὲ καὶ ὄγκος ὄγκου.
例如,“锐”在声音和在物体的情况中就是如此;因为声音与声音的区别在于它是尖锐的,同样地,物体与物体的区别也是如此。
Ὥστε ὁμώνυμον τὸ ὀξύ· ἑτέρων γὰρ γενῶν καὶ οὐχ ὑπ᾿ ἄλληλα διαφοραί εἰσιν.
因此,“锐”是同音异义的;因为它们是不同且互不隶属的类的种差。
Πάλιν εἰ αὐτῶν τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα ἕτεραι αἱ διαφοραί, οἷον χρώματος τοῦ τε ἐπὶ τῶν σωμάτων καὶ τοῦ ἐν τοῖς μέλεσιν· τοῦ μὲν γὰρ ἐπὶ τῶν σωμάτων διακριτικὸν καὶ συγκριτικὸν ὄψεως, τοῦ δ᾿ ἐπὶ τῶν μελῶν οὐχ αἱ αὐταὶ διαφοραί.
再次,要考察归于同一名称下的事物自身的种差是否不同,例如“色”在身体中和在旋律中的情况;因为对于身体中的色,其种差是“分散和凝聚视力的东西”,但对于旋律中的色,其种差则不同。
Ὥστε ὁμώνυμον τὸ χρῶμα· τῶν γὰρ αὐτῶν αἱ αὐταὶ διαφοραί.
因此,“色”是同音异义的;因为相同的事物应当具有相同的种差。
Ἔτι ἐπεὶ τὸ εἶδος οὐδενός ἐστι διαφορά σκοπεῖν τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα εἰ τὸ μὲν εἶδός ἐστι τὸ δὲ διαφορά, οἷον τὸ λευκὸν τὸ μὲν ἐπὶ τοῦ σώματος εἶδος χρώματος, τὸ δ᾿ ἐπὶ τῆς φωνῆς διαφορά·
此外,既然种不是任何事物的种差,那么就应当考察在归于同一名称下的事物中,是否一个是种而另一个是种差。
διαφέρει γὰρ φωνὴ φωνῆς τῷ λευκὴ εἶναι.
例如,“白”在身体的情况下是颜色的一种“种”,但在声音的情况下则是“种差”;因为声音与声音的区别在于其是白(清澈)的。

词汇与语法注释

  1. §1.15#3τὸ μὲν γὰρ ζῷον ποιόν τι ῥηθήσεται, τὸ δὲ σκεῦος ποιόν τι. — 代词性形容词 ποιόν τι(具有某种性质/种类的事物)在此处结合省略的名词,意为“属于某种特定类(动物或器具)的事物”。这表明,作为动物的 ὄνος(驴)和作为器具的 ὄνος(绞车)是在完全不同且互不隶属(μὴ ὑπ᾿ ἄλληλα)的类(动物和器具)之下被定义的。
  2. §1.15#3ἀφαιρουμένου γὰρ τοῦ ἰδίου τὸν αὐτὸν λόγον δεῖ λείπεσθαι. — ἀφαιρουμένου 是属格独立分词结构。τοῦ ἰδίου 指的是被修饰的“特有主体”(此处指“身体”或“声音”)。它指出了同义(synonymous)的必要条件:当去掉这个主体时,修饰词(“白”)所剩留的定义(λόγος)必须是相同的。
  3. p.276τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν — 中性单数分词短语的名词化。作不及物动词用法的分词 ἔχον 与介词 πρὸς(对于)连用,意为“对于……处于特定的关系(状态)”,整句意为“与健康具有适度关系的东西”。
  4. p.276τῶν γὰρ αὐτῶν αἱ αὐταὶ διαφοραί. — 省略了系动词 εἰσίν 的名词性原因从句。τῶν αὐτῶν 指代相同的概念(或类),指出了一个逻辑规则:如果事物属于相同的类,则构成其定义的种差(διαφοραί)也必须相同。

引用这一段

亚里士多德, 论题篇 §1.15#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:1.15%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。