Humanitext Reader

亚里士多德 · 论题篇 §1.15#2

通过对立关系与范畴判断词语多义性

第 9 段,共 94 段 · 希腊语

内容简介

本章节提出了判断词语多义性的其他标准,重点讨论了矛盾对立、缺乏与具有、派生词形以及谓词的范畴分类。

§1.15#2Πάλιν ἐπὶ τοῦ κατ᾿ ἀντίφασιν ἀντικειμένου σκοπεῖν εἰ πλεοναχῶς λέγεται.
再次,针对矛盾对立项,应当考察它是否被以多义的方式论及。
Εἰ γὰρ τοῦτο πλεοναχῶς λέγεται, καὶ τὸ τούτῳ ἀντικείμενον πλεοναχῶς ῥηθήσεται, οἷον τὸ μὴ βλέπειν πλεοναχῶς λέγεται, ἓν μὲν τὸ μὴ ἔχειν ὄψιν, ἓν δὲ τὸ μὴ ἐνεργεῖν τῇ ὄψει.
因为如果它是多义的,那么与之对立的项也将被以多义的方式论及。 例如,“不看”是被以多义的方式论及的:一种是不具有视力,另一种是不行使视力。
Εἰ δὲ τοῦτο πλεοναχῶς, ἀναγκαῖον καὶ τὸ βλέπειν πλεοναχῶς λέγεσθαι· ἑκατέρῳ γὰρ τῷ μὴ βλέπειν ἀντικείσεταί τι, οἷον τῷ μὲν μὴ ἔχειν ὄψιν τὸ ἔχειν, τῷ δὲ μὴ ἐνεργεῖν τῇ ὄψει τὸ ἐνεργεῖν.
而如果这是多义的,那么“看”也必然是以多义的方式被论及;因为对于“不看”的每一种含义,都会有一个与之对立的项——对于不具有视力,对立的是具有视力,而对于不行使视力,对立的是行使视力。
Ἔτι ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν λεγομένων ἐπισκοπεῖν·
此外,应当对根据“缺乏”和“具有”而论及的事物进行考察。
εἰ γὰρ θάτερον πλεοναχῶς λέγεται, καὶ τὸ λοιπόν, οἷον εἰ τὸ αἰσθάνεσθαι πλεοναχῶς λέγεται κατά τε τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ τὸ ἀναίσθητον εἶναι πλεοναχῶς ῥηθήσεται κατά τε τὴν ψυχὴν καὶ τὸ σῶμα.
因为如果其中一个是被以多义的方式论及的,那么另一个也是如此;例如,如果“感觉”在灵魂和身体两方面都被以多义的方式论及,那么“无感觉”也同样会在灵魂和身体两方面被以多义的方式论及。
Ὅτι δὲ κατὰ στέρησιν καὶ ἕξιν ἀντίκειται τὰ νῦν λεγόμενα, δῆλον, ἐπειδὴ πέφυκεν ἑκατέραν τῶν αἰσθήσεων ἔχειν τὰ ζῷα καὶ κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα.
而现在所说的主题是以“缺乏”和“具有”的关系对立,这是显而易见的,因为动物在灵魂和身体两方面都天生倾向于具有这两种状态中的每一种。
Ἔτι δ᾿ ἐπὶ τῶν πτώσεων ἐπισκεπτέον.
此外,应当对派生词形进行考察。
Εἰ γὰρ τὸ δικαίως πλεοναχῶς λέγεται, καὶ τὸ δίκαιον πλεοναχῶς ῥηθήσεται·
因为如果“正义地”是被以多义的方式论及的,那么“正义的”也将被以多义的方式论及;因为对于“正义地”的每一种含义,都会有一个“正义的”与之对应。
καθ᾿ ἑκάτερον γὰρ τῶν δικαίως ἐστὶ δίκαιον, οἷον εἰ τὸ δικαίως λέγεται τό τε κατὰ τὴν ἑαυτοῦ γνώμην κρῖναι καὶ τὸ ὡς δεῖ, ὁμοίως καὶ τὸ δίκαιον.
例如,如果“正义地”既是指根据自己的见解进行裁判,又是指按照应有的方式进行裁判,那么“正义的”也是如此。
Ὡσαύτως δὲ καὶ εἰ τὸ ὑγιεινὸν πλεοναχῶς, καὶ τὸ ὑγιεινῶς πλεοναχῶς ῥηθήσεται, οἷον εἰ ὑγιεινὸν τὸ μὲν ὑγιείας ποιητικὸν τὸ δὲ φυλακτικὸν τὸ δὲ σημαντικόν, καὶ τὸ ὑγιεινῶς ἢ ποιητικῶς ἢ φυλακτικῶς ἢ σημαντικῶς ῥηθήσεται.
同样地,如果“健康的”是多义的,那么“健康地”也将被以多义的方式论及。 例如,如果“健康的”在一种意义上是产生健康的,在另一种意义上是维持健康的,在另一种意义上是显示健康的,那么“健康地”也同样会被论及为产生地、维持地或显示地。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅταν αὐτὸ πλεοναχῶς λέγηται, καὶ ἡ πτῶσις ἡ ἀπ᾿ αὐτοῦ πλεοναχῶς ῥηθήσεται, καὶ εἰ ἡ πτῶσις, καὶ αὐτό.
其他事物也是如此,当词语自身被以多义的方式论及,其派生词形也将被以多义的方式论及;而如果派生词形是多义的,词语自身也是如此。
Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν κατὰ τοὔνομα κατηγοριῶν, εἰ ταὐτά ἐστιν ἐπὶ πάντων.
还要考察在名称下进行述谓的范畴分类,看它们在所有情况下是否相同。
Εἰ γὰρ μὴ ταὐτά, δῆλον ὅτι ὁμώνυμον τὸ λεγόμενον, οἷον τὸ ἀγαθὸν ἐν ἐδέσματι μὲν τὸ ποιητικὸν ἡδονῆς, ἐν ἰατρικῇ δὲ τὸ ποιητικὸν ὑγιείας, ἐπὶ δὲ ψυχῆς τὸ ποιὰν εἶναι, οἷον σώφρονα ἢ ἀνδρείαν ἢ δικαίαν· ὁμοίως δὲ καὶ ἐπὶ ἀνθρώπου.
因为如果不同,显而易见所说的词就是同音异义的。 例如,“善”在食物中是产生快乐的东西,在医学中是产生健康的东西,而在灵魂中则是具有某种性质,例如节制、勇敢或正义;在人的情况下也是如此。
Ἐνιαχοῦ δὲ τὸ ποτέ, οἷον τὸ ἐν τῷ καιρῷ ἀγαθόν· ἀγαθὸν γὰρ λέγεται τὸ ἐν τῷ καιρῷ.
有时它属于“何时”(时间),如在合适时机中的善;因为在合适时机中的东西被称为“善”。
Πολλάκις δὲ τὸ ποσόν, οἷον ἐπὶ τοῦ μετρίου· λέγεται γὰρ καὶ τὸ μέτριον ἀγαθόν.
有时它属于“多少”(数量),如在适度的情况中;因为适度的东西也被称为“善”。
Ὥστε ὁμώνυμον τὸ ἀγαθόν.
因此“善”是同音异义的。
Ὡσαύτως δὲ καὶ τὸ λευκὸν ἐπὶ σώματος μὲν χρῶμα, ἐπὶ δὲ φωνῆς τὸ εὐήκοον.
同样,“白”在身体的情况下是一种颜色,但在声音的情况下则是听起来清晰的。
Παραπλησίως δὲ καὶ τὸ ὀξύ· οὐ γὰρ ὡσαύτως ἐπὶ πάντων τὸ αὐτὸ λέγεται· φωνὴ μὲν γὰρ ὀξεῖα ἡ ταχεῖα, καθάπερ φασὶν οἱ κατὰ τοὺς ἀριθμοὺς ἁρμονικοί, γωνία δ᾿ ὀξεῖα ἡ ἐλάσσων ὀρθῆς, μάχαιρα δὲ ἡ ὀξυγώνιος.
类似地,“锐”也是如此;因为同一个词在所有情况下并不以相同的方式被论及:因为“锐”声是指快速的声音,正如数理和谐论者所说,而“锐”角(锐角)是指小于直角的角,“锐”刀则是指刀刃呈锐角的刀。

词汇与语法注释

  1. ¦p.274¦ἑκατέραν τῶν αἰσθήσεων — 阴性单数宾格的 ἑκατέραν 既可以理解为指代前文提到的“感觉”(αἰσθάνεσθαι)和“无感觉”(ἀναίσθητον εἶναι)这两种“具有和缺乏”的状态(本译文采用此解),也可以理解为指代五官等“个别感觉”。从上下文来看,前一种理解更符合论证的逻辑,即动物天生具有或缺乏这两种状态。
  2. §1.15#2τὰ γένη τῶν κατὰ τοὔνομα κατηγοριῶν — 该短语意为“在名称下进行述谓的范畴分类”。介词短语 κατὰ τοὔνομα(根据名称)修饰 κατηγοριῶν(述谓或范畴)。这指的是检查同一个名称(例如“善”)是否在不同的范畴“类”(γένη,如实体、性质、数量等)中被述谓,如果属于不同的范畴,则表明该词是同音异义的。

引用这一段

亚里士多德, 论题篇 §1.15#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:1.15%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。