Humanitext Reader

亚里士多德 · 论题篇 §1.15#1

辨别词语多义性的检验方法

第 8 段,共 94 段 · 希腊语

内容简介

本节探讨了检验词语多义性的方法。通过考察其相反项的多义性、感觉通道的差异、有无相反项、以及有无或有多少中间状态,提出了判断一个词是多义还是一义的各种标准。

§1.15#1Περὶ μὲν οὖν προτάσεως ἱκανὰ τὰ προειρημένα· τὸ δὲ ποσαχῶς, πραγματευτέον μὴ μόνον ὅσα λέγεται καθ᾿ ἕτερον τρόπον, ἀλλὰ καὶ τοὺς λόγους αὐτῶν πειρατέον ἀποδιδόναι, οἷον μὴ μόνον ὅτι ἀγαθὸν καθ᾿ ἕτερον μὲν τρόπον λέγεται δικαιοσύνη καὶ ἀνδρία, εὐεκτικὸν δὲ καὶ ὑγιεινὸν καθ᾿ ἕτερον, ἀλλ᾿ ὅτι καὶ τὰ μὲν τῷ αὐτὰ ποιά τινα εἶναι, τὰ δὲ τῷ ποιητικά τινος καὶ οὐ τῷ ποιὰ αὐτά τινα εἶναι.
那么,关于命题,前述的内容已经足够了;但是关于多义性,我们不仅要探讨有哪些事物是以不同的方式被论及,而且还必须努力给出它们的定义,例如,不仅要指出正义和勇敢是以一种方式被称为“善”,而保持良好体态的事物和健康的事物则是以另一种方式被称为“善”,而且还要指出,前者是因为它们自身具有某种性质,而后者是因为它们是某种事物的产生者,而不是因为它们自身具有某种性质。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他事物也是如此。
Πότερον δὲ πολλαχῶς ἢ μοναχῶς τῷ εἴδει λέγεται, διὰ τῶνδε θεωρητέον.
一个词是多义的还是在种上是一义的,必须通过以下方式来考察。
Πρῶτον μὲν ἐπὶ τοῦ ἐναντίου σκοπεῖν εἰ πολλαχῶς λέγεται, ἐάν τε τῷ εἴδει ἐάν τε τῷ ὀνόματι διαφωνῇ.
首先,针对其相反项,要考察它是否是多义的,无论它是在种上不同还是在名称上不同。
Ἔνια γὰρ εὐθὺς καὶ τοῖς ὀνόμασιν ἕτερά ἐστιν, οἷον τῷ ὀξεῖ ἐν φωνῇ μὲν ἐναντίον τὸ βαρύ, ἐν ὄγκῳ δὲ τὸ ἀμβλύ.
因为有些东西从一开始在名称上就是不同的,例如,“锐”的相反项在声音中是“重”,在形体中则是“钝”。
Δῆλον οὖν ὅτι τὸ ἐναντίον τῷ ὀξεῖ πολλαχῶς λέγεται.
显而易见,“锐”的相反项是多义的。
Εἰ δὲ τοῦτο, καὶ τὸ ὀξύ· καθ᾿ ἑκάτερον γὰρ ἐκείνων ἕτερον ἔσται τὸ ἐναντίον.
如果是这样,“锐”本身也是多义的;因为对于那两者的每一个,其相反项都是不同的。
Οὐ γὰρ τὸ αὐτὸ ὀξὺ ἔσται τῷ ἀμβλεῖ καὶ τῷ βαρεῖ ἐναντίον, ἑκατέρῳ δὲ τὸ ὀξὺ ἐναντίον.
因为同一个“锐”不可能既是“钝”的相反项又是“重”的相反项,然而对这两者而言,“锐”都是相反项。
Πάλιν τῷ βαρεῖ ἐν φωνῇ μὲν τὸ ὀξὺ ἐναντίον, ἐν ὄγκῳ δὲ τὸ κοῦφον, ὥστε πολλαχῶς τὸ βαρὺ λέγεται, ἐπειδὴ καὶ τὸ ἐναντίον.
同样地,“重”在声音中与“锐”相反,但在形体中与“轻”相反,因此,既然其相反项是多义的,“重”也就是多义的。
Ὁμοίως δὲ καὶ τῷ καλῷ τῷ μὲν ἐπί τοῦ ζῴου τὸ αἰσχρόν, τῷ δ᾿ ἐπὶ τῆς οἰκίας τὸ μοχθηρόν, ὥστε ὁμώνυμον τὸ καλόν.
同样地,对于“美”,在动物的情况下其相反项是“丑”,而在房子的情况下其相反项则是“劣”,因此“美”是同音异义的。
Ἐπ᾿ ἐνίων δὲ τοῖς μὲν ὀνόμασιν οὐδαμῶς διαφωνεῖ, τῷ δ᾿ εἴδει κατάδηλος ἐν αὐτοῖς εὐθέως ἡ διαφορά ἐστιν, οἷον ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος.
但在某些情况下,它们在名称上完全没有差异,但种上的不同在它们之中却立刻显而易见,例如“白”和“黑”。
Φωνὴ γὰρ λευκὴ καὶ μέλαινα λέγεται, ὁμοίως δὲ καὶ χρῶμα.
因为声音有被称为白和黑的,同样颜色也是如此。
Τοῖς μὲν οὖν ὀνόμασιν οὐδὲν διαφωνεῖ, τῷ δ᾿ εἴδει κατάδηλος ἐν αὐτοῖς εὐθέως ἡ διαφορά· οὐ γὰρ ὁμοίως τό τε χρῶμα λευκὸν λέγεται καὶ ἡ φωνή.
因此,它们在名称上毫无差异,但种上的不同却立刻显而易见;因为颜色被称为“白”和声音被称为“白”并不以同样的方式。
Δῆλον δὲ τοῦτο καὶ διὰ τῆς αἰσθήσεως· τῶν γὰρ αὐτῶν τῷ εἴδει ἡ αὐτὴ αἴσθησις, τὸ δὲ λευκὸν τὸ ἐπὶ τῆς φωνῆς καὶ τοῦ χρώματος οὐ τῇ αὐτῇ αἰσθήσει κρίνομεν, ἀλλὰ τὸ μὲν ὄψει, τὸ δ᾿ ἀκοῇ.
这通过感觉也显而易见;因为对于种相同的事物,有相同的感觉,但我们并不是用相同的感觉来评判声音中的白和颜色中的白,而是用视觉评判前者,用听觉评判后者。
Ὁμοίως δὲ καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ ἐν χυμοῖς καὶ ἐν ὄγκοις· ἀλλὰ τὸ μὲν ἁφῇ, τὸ δὲ γεύσει.
同样地,在味觉和形体中,“锐”与“钝”也是如此;但前者是通过触觉,后者是通过味觉来评判。
Οὐδὲ γὰρ ταῦτα διαφωνεῖ τοῖς ὀνόμασιν, οὔτ᾿ ἐπ᾿ αὐτῶν οὔτ᾿ ἐπὶ τῶν ἐναντίων· ἀμβλὺ γὰρ καὶ τὸ ἐναντίον ἑκατέρῳ.
因为这些词在名称上也没有差异,无论是在它们自身还是在其相反项中;因为“钝”是这两者的相反项。
Ἔτι εἰ τῷ μέν ἐστί τι ἐναντίον τῷ δ᾿ ἁπλῶς μηδέν, οἷον τῇ μὲν ἀπὸ τοῦ πίνειν ἡδονῇ ἡ ἀπὸ τοῦ διψῆν λύπη ἐναντίον, τῇ δ᾿ ἀπὸ τοῦ θεωρεῖν ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρος οὐδέν, ὥστε πλεοναχῶς ἡ ἡδονὴ λέγεται.
此外,如果某一个有相反项,而另一个则完全没有,例如,对于饮用带来的快乐,口渴带来的痛苦是其相反项,而对于沉思“对角线与边不可通约”带来的快乐,则没有任何相反项,因此“快乐”是多义的。
Καὶ τῷ μὲν κατὰ τὴν διάνοιαν φιλεῖν τὸ μισεῖν ἐναντίον, τῷ δὲ κατὰ τὴν σωματικὴν ἐνέργειαν οὐδέν· δῆλον οὖν ὅτι τὸ φιλεῖν ὁμώνυμον.
同样,对于理智上的“爱”,其相反项是“恨”,但对于肉体活动上的“爱”,则没有任何相反项;因此显而易见,“爱”是同音异义的。
Ἔτι ἐπὶ τῶν ἀνὰ μέσον, εἰ τῶν μέν ἐστί τι ἀνὰ μέσον, τῶν δὲ μηδέν, ἢ εἰ ἀμφοῖν μέν ἐστι, μὴ ταὐτὸν δέ, οἷον λευκοῦ καὶ μέλανος ἐν χρώμασι μὲν τὸ φαιόν, ἐν φωνῇ δ᾿ οὐδέν, ἢ εἰ ἄρα, τὸ σομφόν, καθάπερ τινές φασι σομφὴν φωνὴν ἀνὰ μέσον εἶναι, ὥσθ᾿ ὁμώνυμον τὸ λευκόν, ὁμοίως δὲ καὶ τὸ μέλαν.
再者,对于中间状态,如果其中一对有中间状态,而另一对没有,或者如果两对都有但并不相同,例如,在“白”与“黑”之间,在颜色中灰色是中间状态,但在声音中没有,或者如果确实有的话,那就是“沙哑”(正如有些人说沙哑的声音是中间状态),因此“白”是同音异义的,同样“黑”也是。
Ἔτι εἰ τῶν μὲν πλείω τὰ ἀνὰ μέσον, τῶν δὲ ἕν, καθάπερ ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος· ἐπὶ μὲν γὰρ τῶν χρωμάτων πολλὰ τὰ ἀνὰ μέσον, ἐπὶ δὲ τῆς φωνῆς ἓν τὸ σομφόν.
此外,如果其中一个的中间状态有多个,而另一个只有一个,就像“白”与“黑”的情况那样;因为在颜色中中间状态有很多,但在声音中只有一个,即“沙哑”。

词汇与语法注释

  1. ¦p.272¦τὸ δὲ ποσαχῶς — 句首的 `τὸ δὲ ποσαχῶς` 是一个话题化对格,或指代前章提到的第二种工具“一个词在几种意义上被使用”,在此作为 `πραγματευτέον` 的实际对象,意为“关于多义性(在几种意义上被使用)”。
  2. ¦p.272¦τῷ μὲν τῷ αὐτὰ ποιά τινα εἶναι — 带冠词不定式的与格结构(`τῷ` + 不定式),表示原因或手段。`τῷ αὐτὰ` [指代正义与勇敢] `ποιά τινα εἶναι` 意为“因为它们自身具有某种性质”,与后文的 `τῷ ποιητικά τινος`(因为它们是某种事物的产生者)相对应。
  3. ¦p.272¦ἐάν τε τῷ εἴδει ἐάν τε τῷ ὀνόματι διαφωνῇ — 隶属于不定式 `σκοπεῖν` 的条件从句,主语是 `τὸ ἐναντίον`(相反项)。意为“无论它(相反项)是在种上不同,还是在名称上不同”。由此引入两种情况:一是不同的种使用不同的名称(如“锐”的相反项是“低”和“钝”),二是同一名称用于不同的种(如声音的“白”与颜色的“白”)。
  4. ¦p.273¦τὸ σομφόν — 形容词中性实质化,意为“有孔的”、“海绵状的”或“沙哑的”。在此处的声音领域中,它被用来指代“白(清澈、高亢的)声”与“黑(暗哑、低沉的)声”之间的中间状态,即“沙哑的声音”。

引用这一段

亚里士多德, 论题篇 §1.15#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:1.15%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。