Humanitext Reader

亚里士多德 · 论题篇 §1.13-1.14

辩证论证的四种工具与前提的选择分类

第 7 段,共 94 段 · 希腊语

内容简介

本章提出了准备辩证论证的四个工具(获取命题、区分多义性、发现差异和考察相似性),讨论了选择命题的方法,将命题和问题分为三类(伦理、自然物理和逻辑),并阐述了将命题普遍化与细分化的步骤。

§1.13Τὰ μὲν οὖν γένη περὶ ὧν τε οἱ λόγοι καὶ ἐξ ὧν, καθάπερ ἔμπροσθεν εἴρηται, διωρίσθω· τὰ δ᾿ ὄργανα, δι᾿ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν καὶ τῶν ἐπαγωγῶν, ἐστὶ τέτταρα, ἓν μὲν τὸ προτάσεις λαβεῖν, δεύτερον δὲ ποσαχῶς ἕκαστον λέγεται δύνασθαι διελεῖν, τρίτον τὰς διαφορὰς εὑρεῖν, τέταρτον δὲ ἡ τοῦ ὁμοίου σκέψις.
那么,如前所述,论证所围绕以及由其构成的那些类别,就此予以界定;而使我们能够充分享有推论和归纳的工具则有四个:第一,获取命题;第二,能够区分每个词在几种意义上被使用;第三,发现差异;第四,考察相似性。
Ἔστι δὲ τρόπον τινὰ καὶ τὰ τρία τούτων προτάσεις· ἔστι γὰρ καθ᾿ ἕκαστον αὐτῶν ποιῆσαι πρότασιν, οἷον ὅτι αἱρετόν ἐστι τὸ καλὸν ἢ τὸ ἡδὺ ἢ τὸ συμφέρον, καὶ ὅτι διαφέρει αἴσθησις ἐπιστήμης τῷ τὴν μὲν ἀποβαλόντι δυνατὸν εἶναι πάλιν λαβεῖν, τὴν δ᾿ ἀδύνατον, καὶ ὅτι ὁμοίως ἔχει τὸ ὑγιεινὸν πρὸς ὑγίειαν καὶ τὸ εὐεκτικὸν πρὸς εὐεξίαν.
在某种意义上,这其中的后三者也是命题;因为我们可以根据它们中的每一个来制造命题,例如,“美、或快、或有益的东西是值得选择的”,以及,“感觉与知识的不同在于,对于失去前者的人来说,重新获得它是可能的,而对于后者则是不可行的”,以及,“健康的事物对于健康的关系,与保持良好体态的事物对于良好体态的关系,是相似的”。
Ἔστι δ᾿ ἡ μὲν πρώτη πρότασις ἀπὸ τοῦ πολλαχῶς λεγομένου, ἡ δὲ δευτέρα ἀπὸ τῶν διαφορῶν, ἡ δὲ τρίτη ἀπὸ τῶν ὁμοίων.
而第一个命题来自多义的表达,第二个来自差异,第三个则来自相似。
§1.14Τὰς μὲν οὖν προτάσεις ἐκλεκτέον ὁσαχῶς διωρίσθη περὶ προτάσεως, ἢ τὰς πάντων δόξας προχειριζόμενον ἢ τὰς τῶν πλείστων ἢ τὰς τῶν σοφῶν, καὶ τούτων ἢ πάντων ἢ τῶν πλείστων ἢ τῶν γνωριμωτάτων, ἢ τὰς ἐναντίας ταῖς φαινομέναις, καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσίν.
因此,对于命题,必须按照关于命题所界定的各种方式来选择:要么通过提出所有人的意见,要么是大多数人的意见,或者是智者们的意见(在这些智者中,或者是所有人的,或者是大多数人的,或者是其中最著名的人的意见),或者是与显而易见之物相反的意见,以及所有符合各门技术的意见。
Δεῖ δὲ προτείνειν καὶ τὰς ἐναντίας ταῖς φαινομέναις ἐνδόξοις κατ᾿ ἀντίφασιν, καθάπερ εἴρηται πρότερον.
此外,如前所述,还必须以矛盾的形式提出那些与显而易见且被普遍接受的意见相反的命题。
Χρήσιμον δὲ καὶ τὸ ποιεῖν αὐτὰς ἐν τῷ ἐκλέγειν μὴ μόνον τὰς οὔσας ἐνδόξους, ἀλλὰ καὶ τὰς ὁμοίας ταύταις, οἷον ὅτι τῶν ἐναντίων ἡ αὐτὴν αἴσθησις (καὶ γὰρ ἡ ἐπιστήμη) καὶ ὅτι ὁρῶμεν εἰσδεχόμενοί τι, οὐκ ἐκπέμποντες καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων οὕτως· ἀκούομέν τε γὰρ εἰσδεχόμενοί τι, οὐκ ἐκπέμποντες, καὶ γευόμεθα ὡσαύτως. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
而在选择时,不仅将现有的被普遍接受的意见,而且将与它们相似的意见都作为命题,也是有用的。 例如,“对于相反的事物有相同的感官(因为也有相同的科学)”,以及“我们是通过接收某种东西来观看,而不是通过放射(因为对于其他感官也是如此:我们是通过接收某种东西来倾听,而不是放射,品尝也是同样;其他感官也是如此)”。
Ἔτι ὅσα ἐπὶ πάντων ἢ τῶν πλείστων φαίνεται, ληπτέον ὡς ἀρχὴν καὶ δοκοῦσαν θέσιν· τιθέασι γὰρ οἱ μὴ συνορῶντες ἐπί τινος οὐχ᾿ οὕτως.
此外,在所有人或大多数人看来显然是如此的事情,必须被视为原理和被认可的立论;因为那些没有看清在某些情况下并非如此的人,也会将其设定为立论。
Ἐκλέγειν δὲ χρὴ καὶ ἐκ τῶν γεγραμμένων λόγων, τὰς δὲ διαγραφὰς ποιεῖσθαι περὶ ἑκάστου γένους ὑποτιθέντας χωρίς, οἷον περὶ ἀγαθοῦ ἢ περὶ ζῴου καὶ περὶ ἀγαθοῦ παντός, ἀρξάμενον ἀπὸ τοῦ τί ἐστιν.
同时,也应当从书面著作中选择论证,并且针对每个类别分别进行分类,例如关于“善”或关于“动物”以及关于“所有的善”,并从“它是什么”开始。
Παρασημαίνεσθαι δὲ καὶ τὰς ἑκάστων δόξας, οἷον ὅτι Ἐμπεδοκλῆς τέτταρα ἔφησε τῶν σωμάτων στοιχεῖα εἶναι· θείη γὰρ ἄν τις τὸ ὑπό τινος εἰρημένον ἐνδόξου.
还应当记录每个人的见解,例如“恩培多克勒说物体的元素有四个”;因为人们可以把某个著名人物所说的话当作立论设定。
Ἔστι δ᾿ ὡς τύπῳ περιλαβεῖν τῶν προτάσεων καὶ τῶν προβλημάτων μέρη τρία.
粗略地把握,命题和问题可以分为三个部分。
Αἱ μὲν γὰρ ἠθικαὶ προτάσεις εἰσίν, αἱ δὲ φυσικαί, αἱ δὲ λογικαί.
因为有些是伦理命题,有些是自然物理命题,有些是逻辑命题。
Ἠθικαὶ μὲν οὖν αἱ τοιαῦται, οἷον πότερον δεῖ τοῖς γονεῦσι μᾶλλον ἢ τοῖς νόμοις πειθαρχεῖν, ἐὰν διαφωνῶσιν· λογικαὶ δὲ οἷον πότερον τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ἢ οὔ, φυσικαὶ δὲ οἷον πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ.
因此,伦理命题是诸如“如果父母和法律的意见不一致,应该服从父母还是法律”;逻辑命题是诸如“对于相反的事物是否有相同的知识”;自然物理命题是诸如“宇宙是否是永恒的”。
Ὁμοίως δὲ καὶ τὰ προβλήματα.
问题也是如此。
Ποῖαι δ᾿ ἕκασται τῶν προειρημένων, ὁρισμῷ μὲν οὐκ εὐπετὲς ἀποδοῦναι περὶ αὐτῶν, τῇ δὲ διὰ τῆς ἐπαγωγῆς συνηθείᾳ πειρατέον γνωρίζειν ἑκάστην αὐτῶν, κατὰ τὰ προειρημένα παραδείγματα ἐπισκοποῦντα.
前述各种命题具体是什么,虽然不易通过定义来阐明,但应该通过归纳所建立的习惯,对照前述例子,努力认识它们中的每一个。
Πρὸς μὲν οὖν φιλοσοφίαν κατ᾿ ἀλήθειαν περὶ αὐτῶν πραγματευτέον, διαλεκτικῶς δὲ πρὸς δόξαν.
因此,对于哲学,必须根据真理来探讨它们,而对于辩证法,则必须根据意见来探讨。
Ληπτέον δ᾿ ὅτι μάλιστα καθόλου πάσας τὰς προτάσεις, καὶ τὴν μίαν πολλὰς ποιητέον, οἷον ὅτι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, εἶθ᾿ ὅτι τῶν ἐναντίων καὶ ὅτι τῶν πρός τι.
应当尽可能将所有命题作为普遍命题来接受,并且要将一个命题化为多个,例如“对于对立的事物有相同的知识”,进而“对于相反的事物”,以及“对于相关联的事物”。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ταύτας πάλιν διαιρετέον, ἕως ἂν ἐνδέχηται διαιρεῖν, οἷον ὅτι ἀγαθοῦ καὶ κακοῦ, καὶ λευκοῦ καὶ μέλανος, καὶ ψυχροῦ καὶ θερμοῦ.
同样地,这些也应当再次划分,直到不能再划分为止,例如“对于善与恶”、“对于白与黑”、“对于冷与热”。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他事物也是如此。

词汇与语法注释

  1. §1.13τῷ τὴν μὲν ἀποβαλόντι δυνατὸν εἶναι πάλιν λαβεῖν — 由表示关系的大格冠词 τῷ 引导的不定式短语(意为“在……这一点上”)。不定式 δυνατὸν εἶναι 的逻辑主语本来应为宾格,但受到前面与格分词 ἀποβαλόντι(对于失去者)的吸引而变成了与格。τὴν μὲν(前者,即感觉)是分词 ἀποβαλόντι 的宾语。
  2. ¦p.271¦τιθέασι γὰρ οἱ μὴ συνορῶντες ἐπί τινος οὐχ᾿ οὕτως — οἱ μὴ συνορῶντες(未能洞察、忽略的人)的实质宾语从上下文来看是“在某些特定情况下并非如此”。οὐχ᾿ οὕτως(并非如此,省略了 ἔχον 等分词)修饰 ἐπί τινος(在某些情况下)。整句意思是“因为那些没有看清在某些情况下并非如此的人,也会将其设定为普遍原理”。

引用这一段

亚里士多德, 论题篇 §1.13-1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:1.13-1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。