§6Πότερον δὲ τὸ σπέρμα διὰ τῆς ἀρτηρίας ὡς καὶ συνθλιβόμενον, 6 καὶ ἐν τῇ προέσει μόνον;
或者,精液是通过动脉运送的吗,仿佛也是在被压缩着,并且仅在排出的时候?
ἐν οἷς δὴ φαίνεται καὶ ἡ ἐξ αἵματος μεταβολὴ τῷ τὰ νεῦρα ἀπὸ τῶν ὀστῶν τρέφεσθαι· καθάπτει γὰρ αὐτά.
在这些之中,从血液的变化也显而易见,因为腱是从骨骼获得营养的;因为骨骼联结着它们。
ἢ οὐδὲ τοῦτʼ ἀληθές·
或者,这也不是真的吗?
καὶ γὰρ ἐν τῇ καρδίᾳ νεῦρον, καὶ νεῦρα δὲ ἐκ τῶν ὀστῶν ἠρτημένα.
因为心脏中也有腱,且腱是从骨骼悬挂出来的。
οὐ συνάπτει δὲ ἐν ἑτέρῳ, ἀλλʼ εἰς σάρκα ἀποτελευτᾷ.
但是有些腱并不与另一者连接,而是终止于肌肉。
ἢ τοῦτό γʼ οὐθέν·
或者,这并无大碍?
εἴη γὰρ ἂν οὐθὲν ἧττον ἀπὸ τοῦ ὀστοῦ ἡ τροφή.
因为营养仍然完全可能来自骨骼。
αὐτοῖς δʼ ἀπὸ τοῦ νεύρου τοῖς ὀστοῖς μᾶλλον τὴν τροφήν.
或者相反,骨骼自身的营养更多是来自腱吗?
ἄτοπον γὰρ καὶ τοῦτο.
因为这也很荒谬。
ξηρὸν γὰρ φύσει καὶ οὐκ ἔχον πόρους ὑγρούς· ἡ τροφὴ δʼ ὑγρόν.
因为骨骼在本性上是干燥的,且没有湿润的通道,而营养是湿润的。
σκεπτέον δὲ πρότερον, εἴπερ ἀπὸ τῶν ὀστῶν, τίς ἡ τοῦ ὀστοῦ τροφή, ἢ φέρουσι πόροι καὶ ἐκ τῆς φλεβὸς καὶ ἐκ τῆς ἀρτηρίας εἰς αὐτό.
但是我们必须首先考虑,如果确实是从骨骼中,那么骨骼的营养是什么,或者是否是来自静脉和动脉的通道将营养运送到骨骼自身?
καὶ ἐν πολλοῖς μὲν εὔδηλοι, μάλιστα δʼ εἰς τὴν ῥάχιν.
而且在许多骨骼中这些通道是显而易见的,特别是在脊椎中。
τὰς δʼ ἀπὸ τῶν ὀστῶν γίνεσθαι συνεχεῖς, ὥσπερ ταῖς πλευραῖς·
并且这些通道从骨骼开始成为连续的,就像在肋骨中一样。
τούτους δʼ ἀπὸ τῆς κοιλίας τίνα τρόπον, ἢ πῶς τῆς ὁλκῆς γινομένης;
但是这些通道从腹腔以何种方式,或者是在吸力如何发生的情况下吸引营养?
ἢ τὰ πολλὰ ἄχονδρα, καθάπερ ἡ ῥάχις· ἀλλʼ οὔτοι πρὸς τὴν κίνησιν.
或者,大多数骨骼像脊椎一样没有软骨;但这些连接显然不是为了运动。
ἢ συνάψεως χάριν;
或者,是为了联结的缘故?
δεῖ δέ, καὶ εἰ ἀπὸ τοῦ νεύρου τὸ ὀστοῦν τρέφεται, τὴν τοῦ νεύρου τροφὴν εἰδέναι, ἡμεῖς δέ φαμεν ἐκ τῆς ὑγρότητος γλίσχρας οὔσης τῆς περὶ αὐτὸ.
但是,即使骨骼是从腱获得营养的,也有必要了解腱的营养。 而我们说,这是来自其周围粘稠的湿气。
πόθεν δʼ αὐτὴ καὶ πῶς, λεκτέον.
但是这种湿气来自何处以及如何产生,则必须予以说明。
τὸ ἐκ φλεβὸς καὶ ἀρτηρίας τὴν σάρκα, ὅτι πανταχόθεν αἷμα τῇ κεντήσει, ψεῦδος ἐπί γε τῶν ἄλλων ζῴων, οἷον ὀρνίθων καὶ ὄφεων καὶ ἰχθύων ἢ ὅλως τῶν ᾠοτόκων·
关于肌肉是从静脉和动脉获得营养(因为刺戳时到处都会流血)的说法是虚假的,至少在其他动物中如此,例如鸟类、蛇类、鱼类,或者总的来说卵生动物。
ἀλλὰ τῶν πολυαίμων τοῦτʼ ἴδιον, ἐπεὶ τῶν ὀρνιθίων γε καὶ τεμνομένων τὸ στῆθος ἰχώρ, οὐχ αἷμα.
相反,这是多血动物特有的现象,因为即使切开小鸟的胸部,流出的也是浆液,而不是血液。
Ἐμπεδοκλῆς δὲ ἐκ νεύρου τὸν ὄνυχα τῇ πήξει.
而恩培多克勒说,指甲是通过凝固由腱产生的。
ἆῤ οὖν οὕτω καὶ δέρμα πρὸς σάρκα;
那么,皮肤对肌肉的关系也是如此吗?
ἀλλὰ τοῖς ὀστρακοδέρμοις καὶ μαλακοστράκοις πῶς ἀπὸ τῶν ἐκτὸς ἡ τροφή;
但在壳皮类和软甲类中,营养是如何从外侧摄取的?
τοὐναντίον γὰρ δοκεῖ μᾶλλον ἀπὸ τῶν ἐντὸς ἢ τῶν ἐκτός.
因为相反的情况似乎更可能,即来自内侧而不是外侧。
ἔτι δὲ ποία καὶ διὰ τίνων ἡ ἐκ τῆς κοιλίας δίοδος;
此外,从腹腔出来的通道是怎样的,是通过什么?
καὶ πάλιν ἡ ἐκείνων ἀναστροφὴ πρὸς τὴν σάρκα, καίπερ ἄλογος οὖσα.
而那些营养再次向肌肉的反转,尽管是不合常理的,又是如何发生的?
πολὺ γάρ τι θαυμαστὸν φαίνεται καὶ ἀδύνατον ὅλως.
因为这似乎是非常令人惊异的事,而且几乎是不可能的。
ἄρα γε ἄλλοις ἄλλη τροφή, καὶ οὐ πᾶσι τροφὴ τὸ αἷμα· πλὴν ἐκ τούτου τἆλλα.
那么,是否不同事物有不同的营养,并非所有事物的营养都是血液,只是其他事物是从血液中产生的?