§77 Τὴν τῶν ὀστῶν φύσιν ἄρα σκεπτέον εἰ πρὸς κίνησιν ἢ πρὸς ἔρεισμα καὶ πρὸς τὸ στέγειν καὶ περιέχειν, ἔτι δʼ εἰ ὥσπερ ἀρχαὶ ἔνια, καθάπερ ὁ πόλος.
因此,我们必须考虑骨骼的本性,它是为了运动,还是为了支撑,以及为了遮盖和包裹,此外,是否某些骨骼就像枢轴一样作为起点。
λέγω δὲ πρὸς μὲν κίνησιν, οἷον ποδὸς ἢ χειρὸς ἢ σκέλους ἢ ἀγκῶνος, ὁμοίως τήν τε καμπτικὴν καὶ τὴν κατὰ τόπον· οὐδὲ γὰρ τὴν τοπικὴν οἷόν τε ἄνευ κάμψεως.
我说为了运动,例如脚、手、腿或肘的运动,弯曲运动和空间移动运动皆是如此;因为没有弯曲就无法进行空间移动。
σχεδὸν δὲ καὶ τὰ ἐρείσματα ἐν τούτοις.
几乎所有的支撑物也在这些之中。
τὴν δὲ τοῦ στέγειν καὶ περιέχειν, οἷον τὰ ἐν τῇ κεφαλῆ τὸν ἐγκέφαλον, καὶ ὅσοι δὴ τὸν μυελὸν ἀρχήν.
而[我说]遮盖和包裹,例如头部中的[骨骼][遮盖]大脑,以及那些将脊髓视为起点(生命中枢)的理论也是如此。
αἱ δὲ πλευραὶ τοῦ συγκλείειν.
而肋骨则是为了围拢。
ἀρχὴ δὲ καὶ μένον ἡ ῥάχις, ἀφʼ ἧς καὶ αἱ πλευραὶ πρὸς τὴν σύγκλεισιν.
作为起点且保持静止的是脊椎,肋骨也从它延伸出去以进行围拢。
ἀνάγκη γὰρ εἶναί τι τοιοῦτον· ἅπαν γὰρ τὸ κινούμενον ἐξ ἠρεμοῦντος.
因为必须有这样一种东西;因为一切运动之物都是从静止之物开始[运动]的。
ἅμα δὲ καὶ δεῖ γε εἶναι τὸ οὗ ἕνεκα.
同时也必须存在目的(它所指向的目标)。
ἐν ᾧ δὴ καὶ τὴν ἀρχὴν ἔνιοι, τόν τε ῥαχίτην καὶ τὸν ἐγκέφαλον.
在其中,有些人也放置了起点,即脊椎和大脑。
ἔτι δὲ παρὰ ταῦτʼ ἐπισυναφῆς καὶ συγκλείσεως χάριν, οἷον ἡ κλείς· ὅθεν ἴσως καὶ τοὔνομα.
此外,除了这些,[有些骨骼]是为了额外的结合和围拢,例如锁骨;也许其名字也是由此而来。
πρὸς δὲ τὴν χρείαν ἕκαστον καλῶς.
而且每一部分都针对其用途而被极好地[塑造]。
οὐδὲ γὰρ ἡ κάμψις, οὔτε τοῦ ὅλου οὔτε τῶν μερῶν, εἰ μὴ τοιαῦτα, οἷον ῥάχις, πούς, ἀγκών.
因为,如果[骨骼]不是像脊椎、脚、肘这样的性质,那么无论是整体还是部分,弯曲都是[不可能的]。
εἴσω γὰρ δεῖ τὴν κάμψιν πρὸς τὴν χρείαν, ὁμοίως δὲ καὶ τὴν τοῦ ποδὸς καὶ τῶν ἄλλων τοιαύτην.
因为弯曲必须向内以适应其用途,同样脚和其它的弯曲也是如此。
ἅπαντα δὲ ἕνεκά του, καὶ τὰ ἐν τούτοις ὀστᾶ, οἷον ἡ ἐν τῷ ἀγκῶνι κερκὶς ἕνεκα τῆς στροφῆς τοῦ ἀγκῶνος καὶ τῆς χειρός.
一切事物都是为了某种目的,这些部分中的骨骼也是如此,例如肘部的桡骨是为了肘和手的旋转。
οὐ γὰρ ἂν ἐδυνάμεθα πρηνῆ καὶ ὑπτίαν κινεῖν ἄνευ ταύτης, οὐδὲ τοὺς πόδας ἐπαίρειν καὶ κάμπτειν, εἰ μὴ δύο αἱ ἐν τῇ κινήσει κερκίδες.
因为如果没有它,我们便无法使[手]俯卧和仰卧地运动,如果在运动中没有两根“桡骨”,我们也无法抬起和弯曲双脚。
ὡσαύτως δὲ καὶ τὰ ἄλλα σκεπτέον, οἷον ἡ τοῦ τραχήλου κίνησις, εἰ ἓν τὸ ὀστοῦν.
同样也必须考虑其它事物,例如如果骨头是一块,颈部的运动会如何。
δεῖ δὲ καὶ ὅσα πρὸς κατάληψιν ἢ σύνδεσμον, οἷον ἡ μύλη ἡ ἐπὶ τῷ γόνατι.
此外,我们也必须[考虑]那些为了抓握或联结的骨骼,例如膝盖上的髌骨。
ἀλλὰ καὶ διὰ τί τοῖς ἄλλοις οὔ.
但也要考虑为什么其它动物没有这些。
ὅσα μὲν οὖν κινητικά, πάντα μὲν μετὰ νεύρων, ἴσως δʼ ὅσα πρακτικῶς, μάλιστα, οἷον τὰ περὶ ἀγκῶνα καὶ σκέλη καὶ χεῖρας καὶ πόδας.
那些具有运动能力的[骨骼]都伴有腱,也许最具有实践性运动的那些最是如此,例如肘部、腿、手和脚周围的骨骼。
τὰ δʼ ἄλλα συνδέσμου χάριν, ὅσα δεῖται.
而其它的骨骼则是为了联结,只要它们需要。
ἐνίοις γὰρ ἴσως οὐδὲν ἢ ἐπʼ ὀλίγον, οἷον ἡ ῥάχις· ἀλλʼ ἡ κάμψις.
因为在某些骨骼中,也许根本没有或者只有一点,例如脊椎;但是弯曲[存在]。
|| καὶ γὰρ ἡ πρὸς ἄλληλα κόλλησις ἰχώρ ἐστι καὶ ὑγρότης μυξώδης.
|| 因为它们彼此之间的粘合是浆液和黏液状的湿气。
|| τὰ δὲ καὶ συνδεῖται νεύροις, οἷον τὰ περὶ τὰ ἄρθρα.
|| 但有些骨骼也通过腱联结在一起,例如关节周围的骨骼。
§8Πάντων δʼ ἐστὶ λόγος ὁ βελτίων ὡς καὶ νῦν ζητεῖν· 8 ἀλλὰ τὰς ἀρχὰς ἐφʼ ἱκανόν, ὧν χάριν, σκεπτέον.
对所有事物都有一个更好的解释,正如我们现在也在探求的那样; 8 但我们必须充分考虑那些为了什么(目的)而存在的起点。
οὐκ ἂν δόξειε κινήσεως ἕνεκα τὰ ὀστᾶ, ἀλλὰ μᾶλλον τὰ νεῦρα ἢ τὰ ἀνάλογον, ἐν ᾡ πρώτῳ τὸ πνεῦμα τὸ κινητικόν, ἐπεὶ καὶ ἡ κοιλία κινεῖται καὶ ἡ καρδία νεῦρα ἔχει· τὰ δʼ οὐ πᾶσιν, ἀλλʼ ἐνίοις, ἀνάγκη καὶ πρὸς τὴν τοιαύτην κίνησιν νεῦρα ἔχειν, ἢ εἰς τὲ ὁ γὰρ πολύπους ἐπʼ ὀλίγον καὶ κακῶς βαδίζει.
骨骼似乎不是为了运动,而是腱或者它们的对应物[为了运动],在其中首要的是能动之气息(普内乌玛),因为胃也在运动,心脏也有腱;但这些并不是所有动物都有,而是部分动物有,对于这种运动,必须有腱,或者……因为章鱼几乎不走,且走得很差。
δεῖ γὰρ τοῦτο λαβεῖν ὥσπερ ἀρχήν, ὅτι πᾶσιν ἄλλου τινὸς χάριν ἄλλα πρὸς τὴν κίνησιν τὴν οἰκείαν, οἷον τοῖς μὲν πεζοῖς πόδας, καὶ τοῦτο τοῖς μὲν ὀρθοῖς δύο, τοῖς δὲ παντελῶς ἐπὶ τῆς γῆς πλείους, ὅσοις ἡ ὕλη γεωδεστέρα καὶ ψυχροτέρα (τὰ δὲ καὶ ἄποδα ὅλως ἐγχωρεῖ· βίᾳ γὰρ οὕτω κινεῖσθαι) τοῖς δὲ πτηνοῖς πτέρυγας, καὶ τούτων τὴν μορφὴν οἰκείαν τῇ φύσει, διάφορα δὲ τοῖς πτητικωτέροις καὶ βραδυτέροις.
因为我们必须将此作为起点,即对于所有动物,为了其工的运动而提供不同的构造,例如陆生动物有脚,其中直立的有两只,而完全在地面上的有更多只,只要它们的质料更偏向土性且更冷(而有些完全无脚也是可能的;因为它们是通过强力以这种方式运动的),而飞行动物有翅膀,这些翅膀的形状适合它们的天性,对于更擅长飞行的和更慢的动物则各不相同。
πόδας δὲ τροφῆς χάριν καὶ ἀναστάσεως, πλὴν τῆς νυκτερίδος· διὸ καὶ τὴν τροφὴν ἐκ τοῦ ἀέρος.
除了蝙蝠,脚是为了食物和站立;因此蝙蝠从空气中获取食物。
καὶ μὴ δεῖσθαι διαναπαύσεως· οὐ δέονται γὰρ διʼ ἄλλων.
并且它不需要休息;因为它们不需要通过其它方式[休息]。
τὰ δὲ ὀστρακόδερμα τῶν ἐνύδρων ὑπόποδα διὰ τὸ βάρος.
而水生动物中的壳皮类由于重量而具有退化的足。
καὶ ταῦτα μὲν πρὸς τὴν κατὰ τόπον ἀλλαγήν· ὅσα δὲ πρὸς τὴν ἄλλην χρείαν, ὥσπερ ὑφηγεῖται καὶ ἑκάστου τὰ ἴδια, καὶ εἴ τι μὴ προφανές, οἷον διὰ τί τὰ πολύποδα βραδύτατα.
而这些是为了位置的改变;但至于那些为了其它用途的,正如[自然]所引导的以及每个物种特有的性质,如果有不明显的事情,例如为什么多足动物是最慢的。
(καίτοι τὰ τετράποδα θάττω τῶν διπόδων) πότερον ὅτι ἐπὶ γῆς ὅλα τὰ σώματα ἢ ὅτι φύσει ψυχρὰ καὶ δυσκίνητα ἢ διʼ ἄλλην αἰτίαν.
(然而四足动物比双足动物更快)是因为它们整个身体都贴在地面上,还是因为天性寒冷而难以移动,或者是因为其它原因。