Humanitext Reader

亚里士多德 · 论气息 §5

精气通向胃的路径与动脉的感觉及营养分配

第 4 段,共 7 段 · 希腊语

内容简介

作者介绍了呼吸精气通往胃部通道的理论,进而探讨了与灵魂相关的动脉精气的感知、性质以及通过血管系统分配营养的作用。

§55 τὸ δὲ πνεῦμα τὸ ἐκ τῆς ἀναπνοῆς φέρεσθαι μὲν εἰς τὴν κοιλίαν, οὐ διὰ τοῦ στομάχου (τοῦτο μὲν γὰρ ἀδύνατον), ἀλλὰ πόρον εἶναι παρὰ τὴν ὀσφύν, διʼ οὗ τὸ πνεῦμα τῇ ἀναπνοῇ φέρεσθαι ἐκ τοῦ βρογχίου εἰς τὴν κοιλίαν καὶ πάλιν ἔξω· τοῦτο δὲ τῇ αἰσθήσει φανερόν.
5 另一方面,来自呼吸的精气被运送到腹腔,但不是通过食道(因为这是不可能的),而是沿着脊椎有一条通道,精气通过呼吸从气管经此通道运送到腹腔,然后再次排出;而这在感觉上是显而易见的。
|| ἔχει δʼ ἀπορίαν καὶ τὰ περὶ τὴν αἴσθησιν.
关于感觉的问题也同样存在着困难。
εἰ γὰρ ἡ ἀρτηρία μόνον αἰσθάνεται, πότερα τῷ πνεύματι τῷ διʼ αὐτῆς, ἢ τῷ ὄγκῳ, ἢ τῷ σώματι;
因为如果只有动脉具有感觉,那么是通过穿过它的精气,还是通过它的体积,或者是通过它的身体?
ἢ εἴπερ ὁ ἀὴρ πρῶτον ὑπὸ τὴν ψυχήν, τῷ κυριωτέρῳ τε καὶ προτέρῳ;
或者,如果空气首先处于灵魂的主宰之下,那是否是通过那更具权威、更在先者?
τί οὖν ἡ ψυχή;
那么,灵魂是什么?
δύναμίν φασι τὴν αἰτίαν τῆς κινήσεως τῆς τοιαύτης.
他们说,灵魂是作为此类运动原因的一种能力。
ἢ δῆλον ὡς οὐκ ὀρθῶς ἐπιτιμήσεις τοῖς τὸ λογιστικὸν καὶ θυμικόν· καὶ γὰρ οὗτοι ὡς δυνάμεις λέγουσιν.
或者显而易见,去指责那些提出理性部分和激情部分的人是不正确的;因为这些人也是把它们作为能力来谈论的。
ἀλλʼ εἰ δὴ ἡ ψυχὴ ἐν τῷ ἀέρι τούτῳ, οὗτός γε κοινός.
但是,如果灵魂确实在这种空气之中,那么这种空气至少是共有的。
ἢ πάσχων γέ τι καὶ ἀλλοιούμενος εὐλόγως, ἂν ἔμψυχον ἢ ψυχή, πρὸς τὸ συγγενὲς φέρεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον αὔξεται.
或者,如果它是具有灵魂的或是灵魂本身,那么在受到某种影响并发生变化时,它会理所当然地走向同类,并且同类通过同类而增加吗?
ἢ οὔ;
或者并非如此?
τὸ γὰρ ὅλον οὐκ ἀήρ, ἀλλὰ συμβαλλόμενόν τι πρὸς ταύτην τὴν δύναμιν ὁ ἀήρ.
因为整体并不是空气,而空气只是对这种能力有所贡献的东西。
ἢ οὐ, ἀλλὰ τὸ ταύτην ποιοῦν, καὶ τὸ ποιῆσαν τοῦτʼ ἀρχὴ καὶ ὑπόθεσις;
或者并非如此,而是那产生这种能力的东西,以及已经产生它的东西,才是起点和假设?
τοῖς δὲ μὴ ἀναπνέουσιν, ἵνα ἀνεπίμικτος τῷ ἔξω.
在那些不呼吸的生物中,它是为了不与外界混合吗?
ἢ οὔ, ἀλλὰ κατʼ ἄλλον τρόπον μειγνύμενος;
或者并非如此,而是以另一种方式混合?
τίς οὖν ἡ διαφορὰ τοῦ ἐν τῇ ἀρτηρίᾳ πρὸς τὸν ἔξω;
那么,动脉中的空气与外在的空气有什么区别?
διαφέρειν γὰρ εὔλογον, τάχα δὲ καὶ ἀναγκαῖον, λεπτότητι.
因为在稀薄度上有所不同是合理的,甚至可能是必然的。
ἀλλʼ ἔτι δὲ καθʼ αὐτὸν θερμὸς ἢ ὑφʼ ἑτέρου;
但是,此外,它是因为自身而热,还是因为别的东西?
φαίνεται γὰρ ὁ ἔσω καθάπερ ὁ ἔξω· βοηθεῖται δὲ τῇ καταψύξει.
因为内部的空气似乎与外部的空气一样;而且它通过冷却得到帮助。
πότερα δὲ;
但到底是哪一种呢?
ἔξω μὲν γὰρ πραὺς, ἐμπεριληφθεὶς δὲ πνεῦμα, καθάπερ πυκνωθεὶς καὶ διαδοθείς πως.
因为在外面时它是温和的,但被包围起来后就变成了精气,仿佛被凝聚并以某种方式分配了。
ἢ μίξιν τινὰ ἀνάγκη λαμβάνειν, ἐν ὑγρότητί τε καὶ σωματικοῖς ὄγκοις ἀναστρεφόμενον;
或者,由于在湿气和肉体的体积中循环,它必然会接受某种混合?
οὐκ ἄρα λεπτότατος, εἴπερ μέμεικται.
如果是这样,若它已被混合,那它就不是最稀薄的了。
καὶ μὴν εὔλογόν γε τὸ πρῶτον δεκτικὸν ψυχῆς, εἰ μὴ ἄρα καὶ ἡ ψυχὴ τοιοῦτον, καὶ οὐ καθαρόν τι καὶ ἀμιγές.
而且确实,它是灵魂的首要接受者是合理的,除非灵魂本身也是这样的性质,而不是某种纯粹且无混合的东西。
|| τὴν ἀρτηρίαν μόνον εἶναι δεκτικὴν πνεύματος, τὸ δὲ νεῦρον οὔ.
据说只有动脉能够接受精气,而腱则不能。
διαφέρειν δὲ καὶ ὅτι τὸ μὲν νεῦρον ἔχει τάσιν, ἡ δʼ ἀρτηρία ταχὺ διαρρήγνυται, καθάπερ καὶ ἡ φλέψ.
并且它们也有所不同:腱具有张力,而动脉则很容易破裂,就像静脉一样。
τὸ δὲ δέρμα ἐκ φλεβὸς καὶ νεύρου καὶ ἀρτηρίας, ἐκ φλεβὸς μὲν ὅτι κεντηθὲν αἷμα ἀναδίδωσιν, ἐκ νεύρου δὲ ὅτι τάσιν ἔχει, ἐξ ἀρτηρίας δὲ ὅτι διαπνοὴν ἔχει.
而皮肤是由静脉、腱和动脉构成的:源于静脉是因为针刺时会流血,源于腱是因为它具有张力,源于动脉是因为它具有通气。
μόνον γὰρ δεκτικὸν πνεύματος ἡ ἀρτηρία.
因为只有动脉能够接受精气。
τὰς δὲ φλέβας ἔχειν πόρους, ἐν αἷς τὸ θερμὸν ὂν ὥσπερ ἐν χαλκείῳ θερμαίνειν τὸ αἷμα· φύσει γὰρ οὐκ εἶναι θερμόν, ἀλλʼ ὥσπερ τὰ τηκτὰ διαχεῖσθαι·
而且静脉具有通道,其中的热量就像在铜器中一样加热血液;因为血液在本性上并不是热的,而是像易熔物一样流动。
διὸ καὶ πήγνυσθαι τὴν ἀρτηρίαν, καὶ ἔχειν ὑγρότητα καὶ ἐν αὑτῇ καὶ ἐν τοῖς χιτῶσι τοῖς περιέχουσι τὸ κοίλωμα.
因此,动脉也会凝固,并且在其自身以及包围其空腔的膜中都含有湿气。
φανερὸν δʼ ἔκ τε τῶν ἀνατομῶν εἶναι, καὶ ὅτι εἰς τὸ ἔντερον καὶ εἰς τὴν κοιλίαν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι συνάπτουσιν, ἃς εἰκὸς εἶναι τὴν. τροφὴν ἕλκειν.
这从解剖中可以明显看出来,同时也因为静脉和动脉与肠和腹腔相连,它们很可能是在吸取营养。
ἐκ δὲ τῶν φλεβῶν εἰς τὰς σάρκας διαδίδοσθαι τὴν τροφήν, οὐ κατὰ τὰ πλάγια ἀλλὰ κατὰ τὸ στόμα, καθάπερ σωλῆνας.
营养从静脉分配到肌肉中,不是从侧面,而是从管口,就像管道一样。
ἀποτείνειν γὰρ ἐκ τῶν πλαγίων φλεβῶν φλέβια λεπτὰ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀρτηρίας παῤ ἑκάστην πλευράν, καὶ ἀρτηρίαν καὶ φλέβα παρακεῖσθαι·
因为细小的静脉从大静脉和动脉的侧面静脉延伸出来,沿着每根肋骨分布,动脉和静脉彼此并排安放。
καὶ τὰ ὀστέα δὲ καθάπτειν τὰ νεῦρα καὶ τὰς φλέβας καὶ εἰς μέσα καὶ εἰς τὰς συμβολὰς τῶν κεφαλῶν, διʼ ὧν τὴν τροφὴν δέχεσθαι τοὺς ἰχθύας καὶ ἀναπνεῖν· εἰ δὲ μὴ ἀνέπνεον, ἐξαιρεθέντας ἂν ἐκ τοῦ ὑγροῦ εὐθὺς θνήσκειν.
而且骨骼也在内部以及头部的关节处连接着腱和静脉,鱼类通过这些通道接受营养并呼吸;因为如果它们不呼吸,那么在被从液体中取出时就不会立即死亡。
τὰς δὲ φλέβας καὶ τὰς ἀρτηρίας συνάπτειν εἰς ἀλλήλας καὶ τῇ αἰσθήσει φανερὸν εἶναι.
而且静脉和动脉彼此相连,这在感觉上也是显而易见的。
τοῦτο δʼ οὐκ ἂν συμβαίνειν, εἰ μὴ ἐδεῖτο καὶ τὸ ὑγρὸν πνεύματος καὶ τὸ πνεῦμα ὑγροῦ, τῷ θερμὸν εἶναι ἐν νεύρῳ καὶ ἀρτηρίᾳ καὶ φλεβί, θερμότατον δὲ καὶ οἷον φλεβωδέστατον τὸ ἐν τῷ νεύρῳ.
而除非液体也需要精气,精气也需要液体,否则这是不会发生的,这是因为在腱、动脉和静脉中都存在着热,而腱之中的热则是最热的,并且可以说是最像静脉的。
|| ἄτοπον οὖν τῇ τοῦ πνεύματος χώρᾳ τὸ θερμόν, ἄλλως τε καὶ καταψύξεως χάριν.
因此,在精气的场所中存在热是荒谬的,尤其是如果它还是为了冷却。
εἰ δὲ ποιεῖ καὶ οἷον ἀναζωπυρεῖ θερμῷ τὸ θερμόν, γίγνοιτʼ ἄν.
但是,如果热是通过热来产生并仿佛重新点燃了热,那它就可能发生。
ἔτι πάντων τῶν ἐχόντων θερμότητα σύμφυτον πῶς ἡ διαμονή, μηδενὸς ἀντικειμένου μηδὲ καταψύχοντος;
此外,在所有具有先天之热的生物中,当没有任何相反之物或冷却之物时,它是如何持续存在的?
ὅτι γὰρ πάντα δεῖται καταψύξεως, σχεδὸν φανερὸν τῷ τὸ αἷμα κατέχειν ἐν τῇ φλεβὶ τὸ θερμὸν οἷον ἀποστέγον· διὸ καὶ ὅταν ἐκρυῇ, μεθιέναι τε καὶ θνήσκειν, τῷ τὸ ἧπαρ οὐκ ἔχειν οὐδεμίαν ἀρτηρίαν. ||
因为所有事物都需要冷却,这从血液在静脉中保持着热量(仿佛把它遮蔽起来)这一事实中几乎是显而易见的;因此,当血液流出时,热量便消散,生物也随之死亡,因为肝脏没有任何动脉。

词汇与语法注释

  1. 19τὸ δὲ πνεῦμα τὸ ἐκ τῆς ἀναπνοῆς φέρεσθαι μὲν εἰς τὴν κοιλίαν — 该“对格加不定式”结构(以 φέρεσθαι 引导)以间接引语的形式介绍了其他学派(可能是解剖学家或医学家)的观点。直到本句结束,不定式(εἶναι, φέρεσθαι)一直起着主语陈述的作用。
  2. 26τῷ κυριωτέρῳ τε καὶ προτέρῳ — 与格短语。承接前文 τῷ πνεύματι... ἢ τῷ ὄγκῳ... ἢ τῷ σώματι 的提问,此处省略了感觉动词,解释为“是否通过那更具主导性且更在先者[来感觉]”。
  3. 34εἰ δὲ μὴ ἀνέπνεον, ἐξαιρεθέντας ἂν ἐκ τοῦ ὑγροῦ εὐθὺς θνήσκειν — 间接引语中的虚拟语气条件句。归结从句中的不定式 θνήσκειν 连同 ἂν 相当于直陈式过去时加 ἂν(即 ἔθνησκον ἂν),分词 ἐξαιρεθέντας 与该不定式的逻辑主语 ἰχθύας 保持性、数、格的一致。
  4. 484a2τοῦτο δʼ οὐκ ἂν συμβαίνειν, εἰ μὴ ἐδεῖτο καὶ τὸ ὑγρὸν πνεύματος — 间接引语框架下的虚拟语气条件句。归结从句中带 ἂν 的不定式(ἂν συμβαίνειν)是直陈式过去时带 ἂν(ἂν συνέβαινε)的不定式形式,对应于条件从句中的直陈式过去时(εἰ μὴ ἐδεῖτο)。

引用这一段

亚里士多德, 论气息 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。