Humanitext Reader

亚里士多德 · 论气息 §3-4

呼吸的目的与精气的三种运动探讨

第 3 段,共 7 段 · 希腊语

内容简介

在§3–4中,作者批判性地考察了关于呼吸目的和机制的现有学说,定义了动脉中精气的三种运动(呼吸、脉搏、营养的输送与加工),并探讨了它们的起源及发育的先后顺序。

§33 Περὶ δὲ ἀναπνοῆς οἱ μὲν οὐ λέγουσι τίνος χάριν, ἀλλὰ μόνον ὃν τρόπον γίνεται, καθάπερ Ἐμπεδοκλῆς καὶ Δημόκριτος· οἱ δʼ οὐδὲ τὸν τρόπον ὅλως λέγουσιν, ἀλλʼ ὡς φανερῷ χρῶνται.
3 关于呼吸,有些人不说明它是为了什么,而只说明它是如何发生的,正如恩培多克勒和德谟克利特那样;而另一些人则甚至根本不说明其方式,而是把它当成显而易见的事。
δεῖ δὲ καὶ εἰ καταψύξεως χάριν, αὐτὸ τοῦτο διασαφῆσαι.
但即使它是为了冷却,也必须将这一点解释清楚。
εἰ γὰρ ἐν τοῖς ἄνω τὸ θερμόν, οὐκ ἂν ἔτι δέοιτο κάτω.
因为如果热在上方,下方就不再需要冷却。
τὸ δὲ σύμφυτον πνεῦμα διʼ ὅλου, καὶ ἀρχὴ ἀπὸ τοῦ πνεύμονος.
而内在的精气遍布全身,其起点在肺。
δοκεῖ δὲ καὶ τὸ τῆς ἀναπνοῆς εἰς πάντα διαδίδοσθαι κατὰ συνέχειαν, ὥστε τοῦτο δεικτέον ὡς οὐκ ἔστιν.
并且,呼吸之物似乎也是连续地分配到全身,因此必须表明情况并非如此。
ἄτοπον δὲ εἰ μὴ δεῖταί τινος κινήσεως καὶ οἷον τροφῆς.
但如果它不需要某种运动和所谓的营养,那将是荒谬的。
εἰ δὲ διαπνεῖ πρὸς πᾶν, οὐκ ἂν ἔτι καταψύξεως εἴη χάριν.
如果它渗透到一切之中,那它就不再是为了冷却了。
ἀλλὰ μὴν καὶ ἡ διάδοσις ἄλλως τʼ ἀναίσθητος, καὶ τὸ τάχος αὐτῆς.
而且,其分配在其他方面也是无法察觉的,其速度也是如此。
καὶ πάλιν τὸ τῆς παλιρροίας, εἴπερ ἀπὸ πάντων, θαυμαστόν, πλὴν εἰ ἄλλον τρόπον ἀπὸ τῶν ἐσχάτων, τὸ δὲ πρώτως καὶ κυρίως ἀπὸ τῶν περὶ τὴν καρδίαν.
再次,如果是从所有部分倒流,那么倒流也是令人惊异的,除非是以另一种方式从最外围的部分开始,而最初且主要的是从心脏周围的部分开始。
ἐν πολλοῖς δʼ οὕτω τὸ τῶν ἐνεργειῶν καὶ τῶν δυνάμεων.
在许多事物中,活动和能力的形式也是如此。
ἄτοπον οὖν ὅμως εἰ καὶ εἰς τὸ ὀστοῦν διαδίδοται· καὶ γὰρ δὴ τοῦτό φασιν ἐξ ἀρτηριῶν.
因此,如果它甚至分配到骨骼中,那依然是荒谬的;因为他们确实说骨骼也是从动脉中获得分配的。
διό, καθάπερ εἴρηται, σκεπτέον περὶ ἀναπνοῆς, καὶ τίνος ἕνεκα καὶ ποίοις μέρεσι καὶ πῶς.
所以,正如所说,我们必须探讨呼吸,即为了什么、在哪些部位以及如何发生。
ἔτι δὲ οὐδʼ ἐπιφορὰ τῆς τροφῆς φέρεται πᾶσι διʼ ἀρτηριῶν, οἷον αὐτοῖς τε τοῖς ἀγγείοις καὶ ἄλλοις τισὶ τῶν μερῶν· ζῇ δὲ ὥσπερ τὰ φυτὰ καὶ τρέφεται.
此外,营养的输送也并非通过动脉运送到所有部分,例如血管本身以及其他一些部分;但它们像植物一样生存并获取营养。
ταῦτα μὲν οἰκειότερά πως τοῖς περὶ τὰς τροφάς.
这些问题在某种程度上更适合那些关于营养的讨论。
§4Ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις τοῦ ἐν τῇ ἀρτηρίᾳ πνεύματος, 4 ἀναπνοή, σφυγμός, τρίτη δʼ ἡ τὴν τροφὴν ἐπάγουσα καὶ κατεργαζομένη, λεκτέον ὑπὲρ ἑκάστης καὶ ποῦ καὶ πῶς καὶ τίνος χάριν.
既然动脉中精气的运动有三种,即呼吸、脉搏,以及第三种引入并加工营养的运动,我们必须探讨每一种运动的部位、方式和目的。
τούτων δʼ ἡ μὲν τοῦ σφυγμοῦ καὶ τῇ αἰσθήσει φανερὰ καθʼ ὁτιοῦν μέρος ἁπτομένοις, ἡ δὲ τῆς ἀναπνοῆς μέχρι μέν του φανερά, τὸ δὲ πλέον κατὰ λόγον, ἡ δὲ τῆς τροφῆς ἅπασα κατὰ λόγον ὡς εἰπεῖν, ὡς ἐκ τῶν συμβαινόντων δὲ κατὰ τὴν αἴσθησιν.
其中,脉搏的运动对于任何触摸其部位的人来说在感觉上都是显而易见的,而呼吸的运动在某种程度上是显而易见的,但大部分是通过理性推论的,营养的运动则可以说是完全通过理性推论的,即从感觉上发生的事情中推导出来的。
ἡ μὲν οὖν ἀναπνοὴ δῆλον ὡς ἀπὸ τοῦ ἐντὸς ἔχει τὴν ἀρχήν, εἴτε ψυχῆς δύναμιν εἴτε ψυχὴν δεῖ λέγειν ταύτην, εἴτε καὶ ἄλλην τινὰ σωμάτων μίξιν, ἣ διʼ αὐτῶν ποιεῖ τὴν τοιαύτην ὁλκήν.
因此,呼吸显然是从内部起源的,无论我们应该称之为灵魂的力量还是灵魂,或者是其他某种物体的混合物,它们通过自身产生这种吸引。
ἡ δὲ θρεπτικὴ δόξειεν ἂν ἀπὸ τῆς ἀναπνοῆς· αὕτη γὰρ ἀνταποδίδοται, καὶ ὁμοία τῷ ἀληθεῖ.
而营养运动似乎取决于呼吸;因为它是交替进行的,并且与事实相似。
εἰ δὲ μή, πᾶν ὁμαλίζει τοῖς χρόνοις τὸ σῶμα κατὰ τὴν τοιαύτην κίνησιν.
如果不是这样,整个身体在这种运动中在时间上就变得均等。
ἢ εἰ μηδὲν διαφέρει τὸ ἅμα, πάντα τὰ μέρη σκεπτέον.
或者如果同时进行没有任何区别,我们必须考察所有的部分。
ὁ δὲ σφυγμὸς ἴδιός τις παρὰ ταύτας τῇ μὲν ἂν δοκῶν εἶναι κατὰ συμβεβηκός, εἴπερ, ὅταν ἐν ὑγρῷ πλῆθος θερμότητος, ἀνάγκη τὸ ἐκπνευματούμενον διὰ τὴν ἐναπόληψιν ποιεῖν σφυγμόν, ἐν τῇ ἀρχῇ δὲ καὶ πρῶτον, εἴπερ τοῖς πρώτοις σύμφυτον· τάχα δὲ πρὸς τὴν ὑποκειμένην οὐσίαν τοῦ ζῴου τὴν ἐκ τῆς ἐνεργείας ἀνάγκη τοῦτο παρακολουθεῖν.
但脉搏是独立于这些运动之外的独特运动,一方面似乎是偶然的,如果在液体中有大量的热,那么因被封闭而转化为精气的东西必然会产生脉搏;但另一方面,在起源和第一阶段,如果它与最初的部分是天生共存的;也许由于活动带来的必然性,这必须伴随动物的基础实体。
ὅτι δʼ οὐδὲν πρὸς τὴν ἀναπνοὴν ὁ σφυγμός, σημεῖον· ἐάν τε γὰρ πυκνὸν ἐάν τε ὁμαλὸν ἐάν τε σφοδρὸν ἢ ἀραιὸν ἀναπνέῃ τις, ὅ γε σφυγμὸς ὅμοιος καὶ ὁ αὐτός, ἀλλʼ ἡ ἀνωμαλία γίνεται καὶ ἐπίτασις ἔν τε σωματικοῖς τισι πάθεσι καὶ ἐν τοῖς τῆς ψυχῆς φόβοις ἐλπίσιν ἀγωνίαις.
脉搏与呼吸毫无关系的一个迹象是:无论人们是呼吸急促、均匀、剧烈还是稀少,脉搏都是相似且相同的,但是不规则和加剧则发生在某些身体疾病中以及灵魂的恐惧、希望、焦虑中。
εἰ δὲ καὶ ἐν ταῖς ἀρτηρίαις ὁ σφυγμός, κἂν ὁ αὐτὸς ὢν ἐν ῥυθμῷ καὶ ὁμαλὸς ᾖ, σκεπτέον· οὐκ ἔοικε δέ γε τοῖς μακρὰν ἀπηρτημένοις.
如果脉搏也在动脉中,即使它在节奏上是相同且均匀的,也必须予以考察;然而它似乎与那些相距遥远的部分不同。
ἥκιστα δʼ ἕνεκά του φαίνεται γίνεσθαι, καθάπερ εἴρηται.
而且,正如所说,它最不像是为了什么目的而发生的。
τὸ γὰρ αὖ τῆς ἀναπνοῆς. καὶ τῆς ἐπαγωγῆς, εἴθʼ ὡς ἕτερα πάμπαν ἀλλήλων εἴθʼ ὡς θάτερον πρὸς θάτερον, ἕνεκά του φαίνεται καὶ ἔχει τινὰ λόγον.
因为另一方面,呼吸和引入的运动,无论它们是完全彼此不同,还是其中一个与另一个相关,似乎都是为了某种目的,并且有其合理的解释。
τριῶν δʼ οὐσῶν πρότερον εὔλογον εἶναι τήν τε σφυγμώδη καὶ τὴν ἀναπνευστικήν· ἡ γὰρ τροφὴ προϋπάρχοντος.
在这三种运动中,脉搏运动和呼吸运动在逻辑上更先存在是合理的;因为营养属于已经存在之物。
ἢ οὔ;
或者不是这样?
τὸ μὲν γὰρ ἀναπνεῖν, ὅταν ἀπολυθῇ τῆς κυούσης, ἡ δʼ ἐπιφορὰ καὶ ἡ τροφὴ καὶ ξυνισταμένου καὶ ξυνεστηκότος· ὁ δὲ σφυγμὸς εὐθὺς ἐν τῇ ἀρχῇ ξυνισταμένης τῆς καρδίας, καθάπερ ἐν τοῖς ᾠοῖς γίνεται φανερόν.
因为呼吸是在脱离母体时发生的,而营养的输送和摄取则在身体正在形成和已经形成时都存在;而脉搏则在心脏正在形成的起初就立即存在,正如在蛋中变得显而易见的那样。
ὥστε αὕτη πρώτη, καὶ ἔοικεν ἐνεργείᾳ τινὶ καὶ οὐκ ἐναπολήψει πνεύματος, εἰ μὴ ἄρα τοῦτο πρὸς τὴν ἐνέργειαν. ||
因此,它是第一位的,并且似乎是通过某种活动,而不是通过精气的封闭,除非这确实是为了该活动本身。

词汇与语法注释

  1. 30οὐκ ἂν ἔτι δέοιτο κάτω — 该句的解析取决于无人称动词 δέομαι(需要,支配属格)的隐含主语。承接前文“如果热在上方”,此处应理解为“下方(副词 κάτω 在此处充当实质主语)将不再需要(冷却)”。另一种可能的解释是“热不再需要下方的部分”,但鉴于上下文是在否定下方冷却的必要性,前一种解说更为合理。
  2. 30τῇ μὲν ἂν δοκῶν εἶναι — 分词 δοκῶν 伴有虚词 ἄν。在间接引语(或想法的陈述)中,这代表了独立句中的潜在希求语气(δοκοίη ἄν,“似乎可以被认为”)转移到了分词结构中,表达了对脉搏偶然性质的假设性判断。
  3. 15εἰ μὴ ἄρα τοῦτο πρὸς τὴν ἐνέργειαν — 这是一个高度省略动词的椭圆句。τοῦτο 指代前文的“精气的封闭”(ἐναπόληψις πνεύματος),介词 πρός 表示“有助于、为了”。整句应补全理解为:“除非这种封闭确实有助于(心脏的最初)活动”。

引用这一段

亚里士多德, 论气息 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。