- 底本
- Aristotle. Aristotelis De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig:Teubner, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
著者は呼吸による精気の胃への通路に関する説を紹介した上で、魂と結びついた動脈内精気の感知や性質、および血管系統を通じた栄養分配について考察する。
5 τὸ δὲ πνεῦμα τὸ ἐκ τῆς ἀναπνοῆς φέρεσθαι μὲν εἰς τὴν κοιλίαν,1 οὐ διὰ τοῦ στομάχου (τοῦτο μὲν γὰρ ἀδύνατον), ἀλλὰ πόρον εἶναι παρὰ τὴν ὀσφύν, διʼ οὗ τὸ πνεῦμα τῇ ἀναπνοῇ φέρεσθαι ἐκ τοῦ βρογχίου εἰς τὴν κοιλίαν καὶ πάλιν ἔξω· τοῦτο δὲ τῇ αἰσθήσει φανερόν. || ἔχει δʼ ἀπορίαν καὶ τὰ περὶ τὴν αἴσθησιν. εἰ γὰρ ἡ ἀρτηρία μόνον αἰσθάνεται, πότερα τῷ πνεύματι τῷ διʼ αὐτῆς, ἢ τῷ ὄγκῳ, ἢ τῷ σώματι; ἢ εἴπερ ὁ ἀὴρ πρῶτον ὑπὸ τὴν ψυχήν, τῷ κυριωτέρῳ τε καὶ προτέρῳ;2 τί οὖν ἡ ψυχή; δύναμίν φασι τὴν αἰτίαν τῆς κινήσεως τῆς τοιαύτης. ἢ δῆλον ὡς οὐκ ὀρθῶς ἐπιτιμήσεις τοῖς τὸ λογιστικὸν καὶ θυμικόν· καὶ γὰρ οὗτοι ὡς δυνάμεις λέγουσιν. ἀλλʼ εἰ δὴ ἡ ψυχὴ ἐν τῷ ἀέρι τούτῳ, οὗτός γε κοινός. ἢ πάσχων γέ τι καὶ ἀλλοιούμενος εὐλόγως, ἂν ἔμψυχον ἢ ψυχή, πρὸς τὸ συγγενὲς φέρεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον αὔξεται. ἢ οὔ; τὸ γὰρ ὅλον οὐκ ἀήρ, ἀλλὰ συμβαλλόμενόν τι πρὸς ταύτην τὴν δύναμιν ὁ ἀήρ. ἢ οὐ, ἀλλὰ τὸ ταύτην ποιοῦν, καὶ τὸ ποιῆσαν τοῦτʼ ἀρχὴ καὶ ὑπόθεσις; τοῖς δὲ μὴ ἀναπνέουσιν, ἵνα ἀνεπίμικτος τῷ ἔξω. ἢ οὔ, ἀλλὰ κατʼ ἄλλον τρόπον μειγνύμενος; τίς οὖν ἡ διαφορὰ τοῦ ἐν τῇ ἀρτηρίᾳ πρὸς τὸν ἔξω; διαφέρειν γὰρ εὔλογον, τάχα δὲ καὶ ἀναγκαῖον, λεπτότητι. ἀλλʼ ἔτι δὲ καθʼ αὐτὸν θερμὸς ἢ ὑφʼ ἑτέρου; φαίνεται γὰρ ὁ ἔσω καθάπερ ὁ ἔξω· βοηθεῖται δὲ τῇ καταψύξει. πότερα δὲ; ἔξω μὲν γὰρ πραὺς, ἐμπεριληφθεὶς δὲ πνεῦμα, καθάπερ πυκνωθεὶς καὶ διαδοθείς πως. ἢ μίξιν τινὰ ἀνάγκη λαμβάνειν, ἐν ὑγρότητί τε καὶ σωματικοῖς ὄγκοις ἀναστρεφόμενον; οὐκ ἄρα λεπτότατος, εἴπερ μέμεικται. καὶ μὴν εὔλογόν γε τὸ πρῶτον δεκτικὸν ψυχῆς, εἰ μὴ ἄρα καὶ ἡ ψυχὴ τοιοῦτον, καὶ οὐ καθαρόν τι καὶ ἀμιγές. || τὴν ἀρτηρίαν μόνον εἶναι δεκτικὴν πνεύματος, τὸ δὲ νεῦρον οὔ. διαφέρειν δὲ καὶ ὅτι τὸ μὲν νεῦρον ἔχει τάσιν, ἡ δʼ ἀρτηρία ταχὺ διαρρήγνυται, καθάπερ καὶ ἡ φλέψ. τὸ δὲ δέρμα ἐκ φλεβὸς καὶ νεύρου καὶ ἀρτηρίας, ἐκ φλεβὸς μὲν ὅτι κεντηθὲν αἷμα ἀναδίδωσιν, ἐκ νεύρου δὲ ὅτι τάσιν ἔχει, ἐξ ἀρτηρίας δὲ ὅτι διαπνοὴν ἔχει. μόνον γὰρ δεκτικὸν πνεύματος ἡ ἀρτηρία. τὰς δὲ φλέβας ἔχειν πόρους, ἐν αἷς τὸ θερμὸν ὂν ὥσπερ ἐν χαλκείῳ θερμαίνειν τὸ αἷμα· φύσει γὰρ οὐκ εἶναι θερμόν, ἀλλʼ ὥσπερ τὰ τηκτὰ διαχεῖσθαι· διὸ καὶ πήγνυσθαι τὴν ἀρτηρίαν, καὶ ἔχειν ὑγρότητα καὶ ἐν αὑτῇ καὶ ἐν τοῖς χιτῶσι τοῖς περιέχουσι τὸ κοίλωμα. φανερὸν δʼ ἔκ τε τῶν ἀνατομῶν εἶναι, καὶ ὅτι εἰς τὸ ἔντερον καὶ εἰς τὴν κοιλίαν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι συνάπτουσιν, ἃς εἰκὸς εἶναι τὴν. τροφὴν ἕλκειν. ἐκ δὲ τῶν φλεβῶν εἰς τὰς σάρκας διαδίδοσθαι τὴν τροφήν, οὐ κατὰ τὰ πλάγια ἀλλὰ κατὰ τὸ στόμα, καθάπερ σωλῆνας. ἀποτείνειν γὰρ ἐκ τῶν πλαγίων φλεβῶν φλέβια λεπτὰ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀρτηρίας παῤ ἑκάστην πλευράν, καὶ ἀρτηρίαν καὶ φλέβα παρακεῖσθαι· καὶ τὰ ὀστέα δὲ καθάπτειν τὰ νεῦρα καὶ τὰς φλέβας καὶ εἰς μέσα καὶ εἰς τὰς συμβολὰς τῶν κεφαλῶν, διʼ ὧν τὴν τροφὴν δέχεσθαι τοὺς ἰχθύας καὶ ἀναπνεῖν· εἰ δὲ μὴ ἀνέπνεον, ἐξαιρεθέντας ἂν ἐκ τοῦ ὑγροῦ εὐθὺς θνήσκειν.3 τὰς δὲ φλέβας καὶ τὰς ἀρτηρίας συνάπτειν εἰς ἀλλήλας καὶ τῇ αἰσθήσει φανερὸν εἶναι. τοῦτο δʼ οὐκ ἂν συμβαίνειν, εἰ μὴ ἐδεῖτο καὶ τὸ ὑγρὸν πνεύματος4 καὶ τὸ πνεῦμα ὑγροῦ, τῷ θερμὸν εἶναι ἐν νεύρῳ καὶ ἀρτηρίᾳ καὶ φλεβί, θερμότατον δὲ καὶ οἷον φλεβωδέστατον τὸ ἐν τῷ νεύρῳ. || ἄτοπον οὖν τῇ τοῦ πνεύματος χώρᾳ τὸ θερμόν, ἄλλως τε καὶ καταψύξεως χάριν. εἰ δὲ ποιεῖ καὶ οἷον ἀναζωπυρεῖ θερμῷ τὸ θερμόν, γίγνοιτʼ ἄν. ἔτι πάντων τῶν ἐχόντων θερμότητα σύμφυτον πῶς ἡ διαμονή, μηδενὸς ἀντικειμένου μηδὲ καταψύχοντος; ὅτι γὰρ πάντα δεῖται καταψύξεως, σχεδὸν φανερὸν τῷ τὸ αἷμα κατέχειν ἐν τῇ φλεβὶ τὸ θερμὸν οἷον ἀποστέγον· διὸ καὶ ὅταν ἐκρυῇ, μεθιέναι τε καὶ θνήσκειν, τῷ τὸ ἧπαρ οὐκ ἔχειν οὐδεμίαν ἀρτηρίαν.||
5 他方、呼吸による精気は胃へと運ばれるが、食道を通じてではない(これは不可能だからである)。そうではなく、脊柱の傍らに通路があり、それを通じて精気は呼吸によって気管から胃へと運ばれ、再び外へと運ばれるとされる。そしてこのことは感覚に明らかである。感覚に関する事柄もまた、困難を抱えている。なぜなら、もし動脈だけが感覚するのだとすれば、それは自身を通る精気によってなのか、あるいはその体積によってなのか、あるいはその肉体によってなのか。あるいは、もし空気が第一に魂の支配下にあるのだとすれば、より本源的でありかつ先なるものによって[感覚するの]か。では、魂とは何なのか。彼らは、このような運動の原因である能力を[魂だ]と言う。あるいは、理性的部分や気概的部分[を主張する人々]を非難するのが正しくないことは明らかである。なぜなら彼らもまた、[これらを]能力として語っているのだから。しかし、もし実に魂がこの空気の中にあるとすれば、少なくともこの空気は共通のものである。あるいは、もしそれが魂を宿したもの、あるいは魂そのものであるなら、[空気は]ある影響を受け変化することによって道理にかなって同族のものへと運ばれ、同じものが同じものによって増大するのだろうか。あるいはそうではないのか。なぜなら、全体は空気なのではなく、空気はこの能力に対して何か寄与するものなのだから。あるいはそうではなく、この能力を作り出すもの、そしてそれを作り出したものが、始原であり前提なのだろうか。呼吸しないものたちにおいては、外の空気と混ざり合わないようになっているのだろうか。あるいはそうではなく、別の方法で混ざり合っているのだろうか。では、動脈の中の空気と外の空気の違いは何なのか。希薄さにおいて異なることは合理的であり、おそらく必然的でもあるからだ。しかし、さらにそれはそれ自体で熱いのか、あるいは他によって熱せられているのか。というのも、内部の空気は外部の空気と同様であるように思われ、冷却によって助けられているからである。ではどちらなのか。というのも、外にあるときは穏やかであるが、取り込まれると精気となり、あたかも凝縮され、また何らかの方法で分配されるかのようになるからである。あるいは、湿気や肉体的な塊の中で動き回ることで、何らかの混合を受けざるを得ないのだろうか。だとすれば、もし混ざり合っているなら、それはもはや最も希薄なものではない。そして実に、それが魂を受け入れる第一のものであることは合理的である。ただし、魂自体もそのようなものであり、何か純粋で混ざり気のないものでないならばであるが。動脈だけが精気を受け入れることができ、腱はそうではないとされる。また、腱は張りを持つが、動脈は静脈と同様にすぐに破れてしまうという点でも異なっているとされる。また、皮膚は静脈と腱と動脈から成り立っており、静脈から成るのは刺されると血を出すからであり、腱から成るのは張りを持つからであり、動脈から成るのは通気を持つからである。なぜなら、動脈だけが精気を受け入れるからである。また、静脈は通路を持っており、その中にある熱が、あたかも青銅の器の中にあるかのように血液を温めるとされる。というのも、血液は本性上は熱いのではなく、可融性のもののように流動化するからである。それゆえ動脈は凝固し、また自身の中にも、空洞を囲む被膜の中にも湿気を持っている。そして、このことは解剖からも明らかであり、また静脈と動脈が腸や胃に結合していることからも明らかであって、それらが栄養を引き入れているというのはもっともなことである。また、静脈から肉へと栄養が分配されるが、側面からではなく、導管のように先端から分配される。というのも、大静脈と動脈から側面の静脈を通って、各肋骨の傍らに細い静脈が伸びており、動脈と静脈が並んで並置されているからである。また、骨も、内部においても頭部の接合部においても腱や静脈を繋ぎ止めており、それらを通じて魚は栄養を受け取り呼吸するのだとされる。もし彼らが呼吸していないのだとすれば、水から引き出されたときにすぐに死ぬだろうということである。また、静脈と動脈が互いに結合していることは、感覚にも明らかであるとされる。そして、もし液体も精気を必要とし、精気も液体を必要とするのでなければ、このようなことは起こらないだろう。腱や動脈や静脈の中に熱があることによって、そして、腱の中にあるものは最も熱く、いわば最も静脈的である。したがって、精気の場所に熱があることは奇妙であり、冷却のためであるとすればなおさらそうである。だが、もし熱が別の熱を、熱によって生み出し、いわば煽り立てるのだとすれば、それは起こりうるだろう。さらに、生まれつきの熱を持つすべてのものにおいて、何ら対立するものも冷却するものもないのに、どのようにして存続するのだろうか。なぜなら、すべてのものが冷却を必要としていることは、血液が静脈の中で熱を、あたかも遮蔽するようにして保持していることからもほぼ明らかだからである。それゆえまた、血液が流れ出ると、熱が去って死に至るのであるが、それは肝臓が動脈を全く持たないことによる。
- 483a19τὸ δὲ πνεῦμα τὸ ἐκ τῆς ἀναπνοῆς φέρεσθαι μὲν εἰς τὴν κοιλίαν
この対格不定詞構文(単体の φέρεσθαι)は、他者の学説(おそらく解剖学者や医師のもの)を間接話法で紹介している。この節の最後まで、不定詞(εἶναι, φέρεσθαι)が主動詞の代わりに情報提供の役割を果たす。
- 483a26τῷ κυριωτέρῳ τε καὶ προτέρῳ
与格句。先行する τῷ πνεύματι... ἢ τῷ ὄγκῳ... ἢ τῷ σώματι の問いに続くもので、文脈から手段・原因を表す与格(あるいは前置詞句)を補い、「より本源的でありかつ先なるものによって[感覚するのか]」と解釈される。
- 483b34εἰ δὲ μὴ ἀνέπνεον, ἐξαιρεθέντας ἂν ἐκ τοῦ ὑγροῦ εὐθὺς θνήσκειν
間接話法における反実仮想条件文。帰結節の動詞 θνήσκειν は ἂν を伴う対格不定詞(直説法過去 ἔθνησκον ἂν に相当)であり、分詞 ἐξαιρεθέντας はその意味上の主語である ἰχθύας に性・数・格が一致している。
- 484a2τοῦτο δʼ οὐκ ἂν συμβαίνειν, εἰ μὴ ἐδεῖτο καὶ τὸ ὑγρὸν πνεύματος
間接話法の枠組みの中にある反実仮想条件文。主節(帰結節)の ἂν συμβαίνειν は直説法過去 ἂν συνέβαινε の不定詞形であり、条件節の直説法過去(εἰ μὴ ἐδεῖτο)に対応している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 2 件
