Humanitext Reader

亚里士多德 · 论睡眠与醒觉 §3#2

热的反冲作用与头部冷却及睡眠总结

第 6 段,共 6 段 · 希腊语

内容简介

解释了黑胆汁质者不易入睡的原因,详细阐述了睡眠期间头部发生的冷却现象(与相互排挤及大脑的作用有关),并最终结合心脏中血液的分离过程,总结了睡眠与觉醒的生物学机制。

§3#2Διὰ τοῦτο γὰρ καὶ βρωτικοὶ σκληροὶ ὄντες· ὥσπερ γὰρ οὐδὲν ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς.
实际上,由于这个原因,他们尽管身体硬实,却也很贪食;因为他们的身体所处的状态,就好像未曾享受过任何营养一样。
Ἡ δὲ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα καὶ τὸν θρεπτικὸν τόπον ψυχρὸν ποιεῖ καὶ τἆλλα μόρια, ὅπου ἂν ὑπάρχῃ δυνάμει τὸ τοιοῦτον περίττωμα.
而黑胆汁因本性寒冷,也会使营养吸收的部位以及该类余泄物潜在存在的其他部位变冷。
Ὥστε φανερὸν ἐκ τῶν εἰρημένων ὅτι ὁ ὕπνος ἐστὶ σύνοδός τις τοῦ θερμοῦ εἴσω καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν.
因此,由上述可见,睡眠是热向内的一种聚集,以及由于上述原因而产生的自然相互排挤。
Διὸ πολλὴ ἡ κίνησις τοῦ ὑπνοῦντος.
因此,睡眠者的活动是剧烈的。
Ὅθεν δ’ ἐκλείπει, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει τὰ βλέφαρα.
而热所离开的部位会被冷却,并因冷却而使眼睑垂下。
Καὶ τὰ μὲν ἄνω κατέψυκται καὶ τὰ ἔξω, τὰ δ’ ἐντὸς καὶ τὰ κάτω θερμά, οἷον τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω.
上方和外部的部位被冷却,而内部和下方的部位则是温热的,例如足部周围及内部的部位。
Καίτοι τις ἀπορήσειεν ἄν, ὅτι μετὰ τὰ σιτία ἰσχυρότατος ὁ ὕπνος γίνεται, καὶ ἔστιν ὑπνωτικὰ οἶνος καὶ ἄλλα θερμότητας ἔχοντα τοιαύτας.
然而,有人可能会提出疑问:既然进食后睡眠最深,且酒以及其他具有此类热性的东西都具有催眠作用。
Ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ καθεύδειν θερμά.
而睡眠是冷却,但导致睡眠的原因却是热的,这似乎不合常理。
Πότερον οὖν τοῦτο συμβαίνει ὅτι ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτὴν καταψύχει διὰ τὴν κίνησιν, οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καὶ τόποι καταψύχονται ἀναφερομένης τῆς ἀναθυμιάσεως;
那么,发生这种情况是因为,正如胃在排空时是热的,而填满后因运动而被冷却一样,当蒸发气向上运送时,头部的通道和部位也同样被冷却吗?
Ἢ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται, κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ψυχρὸν καταψύχει, καὶ τὸ κατὰ φύσιν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ ὑποχωρεῖν;
或者就像被浇上温水的人突然产生寒战一样,在那里,当热上升时,聚集起来的冷气引起了冷却,并使本性的热变得无力并退缩?
Ἔτι δὲ πολλῆς ἐμπιπτούσης τροφῆς, ἣν ἀνάγει τὸ θερμόν, ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων, καταψύχεται, ἕως ἂν καταπεφθῇ.
此外,当摄入大量食物并被热向上运送时,就像木柴堆在火上时火会被冷却一样,(热)会被冷却,直到食物被消化为止吗?
Γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, τοῦ σωματώδους ἀναφερομένου ὑπὸ τοῦ θερμοῦ διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν.
因为正如已经说过的那样,睡眠是由于身体物质被热经由血管向上运送到头部而产生的。
Ὅταν δὲ μηκέτι δύνηται, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ τὸ ἀναχθέν, πάλιν ἀνταπωθεῖται καὶ κάτω ῥεῖ.
但是,当它不再能承受,而是运送上去的物质在数量上过剩时,它就会再次被推回并向下流动。
Διὸ καταπίπτουσί τε ὑποσπωμένου τοῦ θερμοῦ τοῦ ἀνάγοντος οἱ ἄνθρωποι (μόνον γὰρ ὀρθὸν τῶν ζῴων), καὶ ἐπιπεσὸν μὲν ἔκνοιαν ποιεῖ, ὕστερον δὲ φαντασίαν.
因此,当向上运送的热从下方被抽走时,人就会倒下(因为在动物中只有人是直立的),而当这些物质落下时,就会产生昏迷,随后产生心像。
Ἢ αἱ μὲν νῦν λεγόμεναι λύσεις ἐνδεχόμεναι μέν εἰσι τοῦ γίνεσθαι τὴν κατάψυξιν· οὐ μὴν ἀλλὰ κύριός γ’ ἐστὶν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἐν ἄλλοις εἴρηται.
或者,现在所说的这些解释确实可能是冷却产生的原因;但尽管如此,正如在其他著作中所说,大脑周围的区域才是主导性的原因。
Πάντων δ’ ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατον ὁ ἐγκέφαλος, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτῳ μόριον.
因为大脑是身体中所有部位中最冷的,而对于不具有大脑的动物,则是与其对应的类比部位。
Ὥσπερ οὖν τὸ ἀπατμίζον ὑγρὸν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γενόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνέρχεται (διὸ καὶ οἱ κατάρροι φαίνονται γιγνόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται συνισταμένη καὶ καταψύχει τὸ θερμόν.
因此,正如被太阳热力蒸发的水分到达上方区域时,由于其寒冷而被冷却,并在凝聚后向下运送、再次变成水一样;在热上升到大脑的过程中,余泄性的蒸发气凝聚成黏液(因此流涕也显得是从头部产生的),而营养性的、非病态的蒸发气则凝聚并向下运送,使热冷却。
Πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ λεπτότης καὶ ἡ στενότης τῶν περὶ τὸν ἐγκέφαλον φλεβῶν.
此外,对于冷却以及不易接受蒸发气,大脑周围血管的细和窄也有所起作用。
Τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον, καίπερ τῆς ἀναθυμιάσεως ὑπερβαλλούσης τῇ θερμότητι.
因此,尽管蒸发气的热量极其过剩,但这便是冷却产生的原因。
Ἐγείρεται δ’, ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ τοῦ περιεστῶτος, καὶ διακριθῇ τό τε σωματωδέστερον αἷμα καὶ τὸ καθαρώτατον.
而当食物被消化、且被挤压在狭小空间内的多量热战胜了周围的冷、并且较具身体性的血液与最纯净的血液分离时,动物便会醒来。
Ἔστι δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολερώτατον τὸ ἐν τοῖς κάτω μέρεσιν.
最稀薄且最纯净的血液在头部,而最浓稠且最浑浊的则在下方部位。
Παντὸς δὲ τοῦ αἵματος ἀρχή, ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία.
正如在此处及其他地方所说,所有血液的始原是心脏。
Τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρας τῆς θαλάμης κοινὴ ἡ μέση· ἐκείνων δ’ ἑκατέρα δέχεται ἐξ ἑκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἀορτῆς· ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις.
而对于心脏中的两个心室,中间的小室是共用的;那两个心室的每一个,分别接受来自两条血管(即所谓的大静脉和大动脉)的血液;而在中间的小室里进行分离。
Ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἑτέρων ἐστὶ λόγων οἰκειότερον.
但是,界定这些问题更适合放在其他的讨论中。
Διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὁ ὕπνος γίνεται, ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν καθαρώτερον εἰς τὰ ἄνω, τὸ δὲ θολερώτερον εἰς τὰ κάτω· ὅταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους.
由于进食后血液变得更难分离,因而产生睡眠,直到血液中较纯净的部分向分子上方分离,较浑浊的部分向下方分离;当这种情况发生时,他们便解脱了因食物带来的沉重感而醒来。
Τί μὲν οὖν τὸ αἴτιον τοῦ καθεύδειν, εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώδους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον· καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν, ἐξ ἀνάγκης μὲν γινόμενος (οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων αὐτό,) ἕνεκα δὲ σωτηρίας· σώζει γὰρ ἡ ἀνάπαυσις.
因此,睡眠的原因已经阐明,即由与生俱来的热向上运送的身体物质,对第一感觉器官产生的一齐相互排挤;而睡眠是什么也已阐明,即第一感觉器官被禁锢以至无法发挥功能,这固然是必然发生的(因为如果没有那些促成其发生的事情,动物就不可能存在),但也是为了生存保存;因为休息保存了动物。

词汇与语法注释

  1. §3#2σκληροὶ ὄντες — 分词 ὄντες 表示让步(“尽管是……”)或伴随状况。为了强调黑胆汁质者“尽管身体硬实(或干燥),却很贪食”这一对比,此处自然应作让步解释。
  2. §3#2ἀντιπερίστασις — 指“相互排挤”(逆围绕,antiperistasis)。此处的构文解释了热被外部冷气推回并集中于内部一点的物理和自然反作用过程,伴随副词短语 εἴσω(向内)指明了其动态方向。
  3. p.297τοῖς προσχεομένοις τὸ θερμὸν — 中被动分词 προσχεομένοις 具有间接被动(“自己被浇上……”)的含义,并以宾格的 τὸ θερμὸν(热的东西,即温水)作为宾语,意为“被浇上温水的人”。其后接支配与格的 ἐξαίφνης φρίκη γίνεται(突然产生寒战)。
  4. p.298ἐν ὀλίγῳ πολλὴ — 在 ἐν ὀλίγῳ(在狭小的地方)之后省略了表示地方的名词(如 τόπῳ)。πολλὴ 是修饰主语 η συνεωσμένη θερμότης(被挤压的热)的形容词,构成了“在狭小地方凝聚的、大量的热”这一对比含义。

引用这一段

亚里士多德, 论睡眠与醒觉 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg042.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。