- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg042.humanitext-grc1:3#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
黒胆汁質の人々が眠りがちではない理由と、睡眠中に頭部で生じる熱の冷却現象(逆囲繞と脳の役割)について説明し、最終的に睡眠と覚醒の生物学的メカニズムを心臓における血液の分離プロセスとともに総括する。
διὰ τοῦτο γὰρ καὶ βρωτικοὶ σκληροὶ ὄντες·1 ὥσπερ γὰρ οὐδὲν ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς. ἡ δὲ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα καὶ τὸν θρεπτικὸν τόπον ψυχρὸν ποιεῖ καὶ τἆλλα μόρια, ὅπου ἂν ὑπάρχῃ δυνάμει τὸ τοιοῦτον περίττωμα. ὥστε φανερὸν ἐκ τῶν εἰρημένων ὅτι ὁ ὕπνος ἐστὶ σύνοδός τις τοῦ θερμοῦ εἴσω καὶ ἀντιπερίστασις2 φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν. διὸ πολλὴ ἡ κίνησις τοῦ ὑπνοῦντος. ὅθεν δ᾽ ἐκλείπει, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει τὰ βλέφαρα. καὶ τὰ μὲν ἄνω κατέψυκται καὶ τὰ ἔξω, τὰ δ᾽ ἐντὸς καὶ τὰ κάτω θερμά, οἷον τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω. καίτοι τις ἀπορήσειεν ἄν, ὅτι μετὰ τὰ σιτία ἰσχυρότατος ὁ ὕπνος γίνεται, καὶ ἔστιν ὑπνωτικὰ οἶνος καὶ ἄλλα θερμότητας ἔχοντα τοιαύτας. ἔστι δ᾽ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ᾽ αἴτια τοῦ καθεύδειν θερμά. πότερον οὖν τοῦτο συμβαίνει ὅτι ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτὴν καταψύχει διὰ τὴν κίνησιν, οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καὶ τόποι καταψύχονται ἀναφερομένης τῆς ἀναθυμιάσεως; ἢ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν3 ἐξαίφνης φρίκη γίνεται, κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ψυχρὸν καταψύχει, καὶ τὸ κατὰ φύσιν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ ὑποχωρεῖν; ἔτι δὲ πολλῆς ἐμπιπτούσης τροφῆς, ἣν ἀνάγει τὸ θερμόν, ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων, καταψύχεται, ἕως ἂν καταπεφθῇ. γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, τοῦ σωματώδους ἀναφερομένου ὑπὸ τοῦ θερμοῦ διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν. ὅταν δὲ μηκέτι δύνηται, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ τὸ ἀναχθέν, πάλιν ἀνταπωθεῖται καὶ κάτω ῥεῖ. διὸ καταπίπτουσί τε ὑποσπωμένου τοῦ θερμοῦ τοῦ ἀνάγοντος οἱ ἄνθρωποι (μόνον γὰρ ὀρθὸν τῶν ζῴων), καὶ ἐπιπεσὸν μὲν ἔκνοιαν ποιεῖ, ὕστερον δὲ φαντασίαν. ἢ αἱ μὲν νῦν λεγόμεναι λύσεις ἐνδεχόμεναι μέν εἰσι τοῦ γίνεσθαι τὴν κατάψυξιν· οὐ μὴν ἀλλὰ κύριός γ᾽ ἐστὶν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἐν ἄλλοις εἴρηται. πάντων δ᾽ ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατον ὁ ἐγκέφαλος, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτῳ μόριον. ὥσπερ οὖν τὸ ἀπατμίζον ὑγρὸν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γενόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνέρχεται (διὸ καὶ οἱ κατάρροι φαίνονται γιγνόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται συνισταμένη καὶ καταψύχει τὸ θερμόν. πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ λεπτότης καὶ ἡ στενότης τῶν περὶ τὸν ἐγκέφαλον φλεβῶν. τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον, καίπερ τῆς ἀναθυμιάσεως ὑπερβαλλούσης τῇ θερμότητι. ἐγείρεται δ’, ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ4 ἐκ τοῦ περιεστῶτος, καὶ διακριθῇ τό τε σωματωδέστερον αἷμα καὶ τὸ καθαρώτατον. ἔστι δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολερώτατον τὸ ἐν τοῖς κάτω μέρεσιν. παντὸς δὲ τοῦ αἵματος ἀρχή, ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία. τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρας τῆς θαλάμης κοινὴ ἡ μέση· ἐκείνων δ’ ἑκατέρα δέχεται ἐξ ἑκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἀορτῆς· ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις. ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἑτέρων ἐστὶ λόγων οἰκειότερον. διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὁ ὕπνος γίνεται, ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν καθαρώτερον εἰς τὰ ἄνω, τὸ δὲ θολερώτερον εἰς τὰ κάτω· ὅταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους. τί μὲν οὖν τὸ αἴτιον τοῦ καθεύδειν, εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώδους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον· καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν, ἐξ ἀνάγκης μὲν γινόμενος (οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων αὐτό), ἕνεκα δὲ σωτηρίας· σώζει γὰρ ἡ ἀνάπαυσις.
実際、この理由のために、彼らは体が頑強でありながら、大食いでもある。なぜなら彼らの身体は、まるで何一つ享受していないかのような状態にあるからである。黒胆汁は本性上冷たいものであるから、栄養摂取の場所をも、またそのような余剰物が潜在的に存在している他の部分をも冷たくする。したがって、述べられたことから明らかなように、睡眠とは、熱の内部へのある種の集中であり、かつ、述べられた原因による自然な逆囲繞である。それゆえ、眠っている人の運動は大きい。そして、(熱が)立ち去る部分は冷却され、冷却のために瞼が垂れ下がる。また、上方の部分や外側の部分は冷却されているが、内側の部分や下方の部分は熱く、たとえば足の周りや内部の部分がそうである。しかし、次のことに疑問を抱く人がいるかもしれない。すなわち、食事の後に最も強い睡眠が生じること、またワインや、そのような熱を持つ他のものが催眠的であること、である。しかし、睡眠が冷却である一方で、眠る原因となるものが熱いということは、理にかなっていない。では、これは次のようにして起こるのだろうか。すなわち、胃は空のときには熱いが、満たされると運動のためにそれが冷却されるように、頭の中の通路や場所も、蒸発気が上昇するときに冷却されるのだろうか。あるいは、温水を浴びせられた人々に突然の寒気が生じるように、そこでも熱が上昇するときに、集まった冷気が冷却を引き起こし、本性的な熱を弱めて退却させるのだろうか。さらに、多くの食物が入り込み、それを熱が上昇させるとき、薪をくべられたときの火のように、(熱が)冷却されるのであって、それが消化されるまでそうなのであろうか。なぜなら睡眠は、すでに述べられたように、身体的なものが熱によって血管を通って頭へと上昇することによって生じるからである。しかし、それがもはや耐えきれず、上昇したものが分量において過度になるとき、再び押し戻されて下方へと流れる。それゆえ、上昇させる熱が下から引き抜かれるために、人間は崩れ倒れ(人間だけが動物の中で直立しているからである)、また、(熱や身体的なものが)上から降りかかると、最初は意識喪失を引き起こし、後には心像を引き起こす。あるいは、今述べられた説明は、冷却が生じる原因としてありうることではあるが、とはいえ、他でも述べられたように、脳の周りの場所が主権的な役割を持っているのである。なぜなら、脳は身体の中のすべてのものの中で最も冷たいものであり、脳を持たない動物においては、これに比率的に対応する部分がそうであるからである。それゆえ、太陽の熱によって蒸発する水分が、上方の場所へ行くとその冷たさのために冷却され、凝結して再び水となって下方に運ばれるように、熱が脳へと上昇する際にも、余剰的な蒸発気は粘液へと集まり(それゆえ鼻汁も頭から生じるように見えるのである)、他方で、栄養となる病気ではない蒸発気は、凝結して下方に運ばれ、熱を冷却するのである。また、冷却されること、および、蒸発気を容易に受け入れないことに対しては、脳の周りの血管が細く狭いことも寄与している。したがって、蒸発気がその熱さにおいて過度であるにもかかわらず、冷却が生じる原因はこれである。そして、消化が行われ、また、周囲から押し込められて狭い場所に凝縮した多くの熱が打ち勝ち、かつ、より身体的な血液と最も清澄な血液とが分離されるとき、動物は目覚める。そして、最も希薄で最も清澄な血液は頭の中にあり、最も濃厚で最も濁ったものは下方の部分にある。そして、血液全体の始原は、ここでも他でも述べられたように、心臓である。心臓の中にある二つの部屋のそれぞれに対して、中央の部屋が共通である。そしてそれらのそれぞれは、いわゆる大静脈と大動脈という二つの血管のそれぞれから血液を受け取る。そして中央の部屋において分離が行われる。しかし、これらについて定義することは、別の議論により適している。そして、食物を摂取した後に血液がより未分離な状態になるために、血液のうちより清澄なものが上方へ、より濁ったものが下方へと分離されるまで、睡眠が生じる。そして、これが起こるとき、食物に由来する重みから解放されて、動物たちは目覚めるのである。したがって、眠ることの原因が何であるかは述べられた。すなわち、生得的な熱によって上昇させられた身体的なものによる、第一の感覚器官への一斉の逆囲繞である。また、睡眠とは何であるかも述べられた。すなわち、活動することができない状態への、第一の感覚器官の拘束である。これは必然的に生じるものであり(なぜなら、それを引き起こす諸事象が生じることなしに、動物が存在することは不可能だからである)、また救済のためである。休息が動物を救うからである。
- 457a3σκληροὶ ὄντες
分詞 ὄντες は譲歩(〜であるにもかかわらず)あるいは随伴状況を表す。黒胆汁質の人が「体が頑強(乾燥して硬い)であるにもかかわらず、大食いである」という対比を強調するため、ここでは譲歩的に解釈するのが自然である。
- 457b3ἀντιπερίστασις
「逆囲繞(対抗的集中・反発)」を指す。ここでの構文は、熱が外部の冷気によって押し戻され、内部の一点に集中する物理的・自然的な反作用のプロセスを説明しており、εἴσω(内部へ)という副詞句を伴うことでその動的な方向性が示されている。
- 457b10τοῖς προσχεομένοις τὸ θερμὸν
中受動相分詞 προσχεομένοις は間接受動(〜を自分に注がれる)の意味で、対格の τὸ θερμὸν(熱いもの、すなわち温水)を目的語として取る。「温水を浴びる人々」の意味。これに与格支配の ἐξαίφνης φρίκη γίνεται(突然の寒気が生じる)が続く。
- 458a10ἐν ὀλίγῳ πολλὴ
ἐν ὀλίγῳ(狭い場所において)の後に場所を表す名詞(τόπῳなど)が省略されている。πολλὴ は主語である η συνεωσμένη θερμότης(押し込められた熱)を修飾する形容詞で、「狭い場所に凝縮した、多量の熱」という対比的な意味を形成している。
