§3#1Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίγνεται, τοῦ τ’ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν.
接下来要讨论的是,发生了什么事情以及由于什么原因而产生这种受动(即觉醒与睡眠)的始原。
Φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφήν τε λαμβάνειν καὶ αὔξησιν, τροφὴ δ’ ἐστὶ πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον, τόπος δὲ τοῦ αἵματος αἱ φλέβες, τούτων δ’ ἀρχὴ ἡ καρδία· φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν.
显然,既然动物具有感觉,就必须首先摄取营养并成长,而对所有动物而言,最终的营养在有血动物中是血液的本性,在无血动物中则是其类比物,血液的部位是血管,而这些(血管)的始原是心脏;这从解剖中可以清楚看出。
Τῆς μὲν οὖν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ἐκεῖ δὲ μεταβάλλουσα ἐξαιματοῦται καὶ πορεύεται ἐπὶ τὴν ἀρχήν.
当外部营养进入接受的部位时,向血管的蒸发气便产生,并在那里发生变化而成为血液,然后走向始原。
Εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ τροφῆς· νῦν δ’ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος.
关于这些在《论营养》中已经说过了;但现在必须为了这个目的再次讨论它们,以便我们能够考察运动的始原,以及感觉部位处于何种受动状态时会产生觉醒和睡眠。
Οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάπερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λιποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν.
因为睡眠并不是感觉部位的任意一种无能力状态,正如已经说过的那样;因为昏迷、某种窒息和失神也会产生这种无能力状态。
Ἤδη δὲ γεγένηταί τισι καὶ φαντασίᾳ λιποψυχήσασιν ἰσχυρῶς.
事实上,已经有人在严重失神时也产生了心像。
Τοῦτο μὲν οὖν ἔχει τινὰ ἀπορίαν· εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λιποψυχήσαντα, ἐνδέχοιτ’ ἂν ἐνύπνιον εἶναι καὶ τὸ φάντασμα.
这确实带来了一个困难:因为如果一个失神的人有可能入睡,那么那个心像也可能是梦。
Πολλὰ δ’ ἐστὶν ἃ λέγουσιν οἱ σφόδρα λιποψυχήσαντες καὶ δόξαντες τεθνάναι· περὶ ὧν τὸν αὐτὸν λόγον ὑποληπτέον εἶναι πάντων.
而那些严重失神并被认为已经死去的人说了许多话;对于所有这些,必须设想同样的解释是适用的。
Ἀλλὰ γὰρ ὥσπερ εἴπομεν, οὐκ ἔστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον μέχρι του ὠθεῖσθαι, εἶτ’ ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον.
但是,正如我们所说,睡眠并非感觉部位的任意无能力,而是这种受动产生于关于食物的蒸发气;因为蒸发出来的东西必然会被推到某个地方,然后像尤里普斯海峡一样倒流并发生变化。
Τὸ δὲ θερμὸν ἑκάστου τῶν ζῴων πρὸς τὸ ἄνω πέφυκε φέρεσθαι· ὅταν δ’ ἐν τοῖς ἄνω τόποις γένηται, ἀθρόον πάλιν ἀντιστρέφει καὶ καταφέρεται.
而每个动物的热在天性上都趋向于向上运送;但是当它到达上方的部位时,又会突然一起倒流并向下运送。
Διὸ μάλιστα γίνονται ὕπνοι ἀπὸ τῆς τροφῆς· ἀθρόον γὰρ πολὺ τότε ὑγρὸν καὶ τὸ σωματῶδες ἀναφέρεται.
因此,睡眠主要产生于食物;因为那时许多水分和身体物质会一起向上运送。
Ἱστάμενον μὲν οὖν βαρύνει καὶ ποιεῖ νυστάζειν· ὅταν δὲ ῥέψῃ κάτω καὶ ἀντιστρέψαν ἀπώσῃ τὸ θερμόν, τότε γίνεται ὁ ὕπνος καὶ τὸ ζῷον καθεύδει.
当它停滞时,就会使人沉重并打瞌睡;而当它向下倾斜、倒流并推开热时,睡眠就产生了,动物便入睡。
Σημεῖον δὲ τούτων καὶ τὰ ὑπνωτικά· πάντα γὰρ καρηβαρίαν ποιεῖ, καὶ τὰ ποτὰ καὶ τὰ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι.
催眠物也是这些的迹象:因为所有的饮料和食物都会引起头部沉重,例如罂粟、曼陀罗、酒、毒麦。
Καὶ καταφερόμενοι καὶ νυστάζοντες τοῦτο δοκοῦσι πάσχειν, καὶ ἀδυνατοῦσιν αἴρειν τὴν κεφαλὴν καὶ τὰ βλέφαρα.
那些向下沉和打瞌睡的人似乎也遭受了这种状态,并且无法抬起头和眼睑。
Καὶ μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος· πολλὴ γὰρ ἡ ἀπὸ τῶν σιτίων ἀναθυμίασις.
在进食之后,这种睡眠尤其明显;因为来自食物的蒸发气很多。
Ἔτι δ’ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ σύντηγμα γίνεται ὥσπερ τροφὴ ἄπεπτος, ἂν μὴ ψυχρὸν ᾖ.
此外,也来自某些疲劳;因为疲劳是一种消耗,而消耗物就像未消化的食物,除非它是冷的。
Καὶ νόσοι δέ τινες ταὐτὸ τοῦτο ποιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἷον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις.
某些疾病也产生同样的效果,即由湿热的余泄物产生的疾病,例如发热者和嗜睡症患者所发生的情况。
Ἔτι δ’ ἡ πρώτη ἡλικία· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν.
此外,还有初始的年龄(婴儿期);因为婴儿睡得很深,因为所有的食物都被向上运送。
Σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἡλικίαν, διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν.
其迹象是,在初始的年龄中,上方部位的大小超过了下方部位,因为成长是朝向这些部位发生的。
Διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει, καὶ ἔστι τρόπον τινὰ ὁ ὕπνος ἐπίληψις.
由于这个原因,癫痫也会发生;因为睡眠类似于癫痫,在某种意义上睡眠就是癫痫。
Διὸ καὶ συμβαίνει πολλοῖς ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσιν, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ἐγρηγορότες δ’ οὔ· ὅταν γὰρ πολὺ φέρηται τὸ πνεῦμα ἄνω, καταβαῖνον πάλιν τὰς φλέβας ὀγκοῖ, καὶ συνθλίβει τὸν πόρον δι’ οὗ ἡ ἀναπνοὴ γίνεται.
因此,对许多人来说,这种受动的开始发生在他们睡觉时,并且他们在睡觉时发作,而在清醒时则不会;因为当大量的气被向上运送时,再次下降会使血管膨胀,并压迫呼吸所通过的通道。
Διὸ τοῖς παιδίοις οὐ συμφέρουσιν οἱ οἶνοι, οὐδὲ ταῖς τίτθαις (διαφέρει γὰρ ἴσως οὐδὲν αὐτὰ πίνειν ἢ τὰς τίτθας), ἀλλὰ δεῖ πίνειν ὑδαρῆ καὶ ὀλίγον· πνευματῶδες γὰρ ὁ οἶνος, καὶ τούτου μᾶλλον ὁ μέλας.
因此,酒对儿童不利,对乳母也不利(因为他们自己喝还是乳母喝,或许没有区别),而必须喝稀释的且少量的酒;因为酒是多气的,尤其是黑葡萄酒。
Οὕτω δὲ τὰ ἄνω πλήρη τῆς τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα· ὥσπερ γὰρ τοῖς σφόδρα μεθύουσιν, ὑγρότης ἀναφέρεται πολλή.
儿童上方的部位充满了食物,以至于五个月大时他们甚至不能转动脖子;因为就像极度喝醉的人一样,大量的湿气被向上运送。
Εὔλογον δὲ τοῦτ’ εἶναι τὸ πάθος αἴτιον καὶ τοῦ ἠρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον.
合理的是,这种受动也是胚胎最初在子宫中保持静止的原因。
Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι· τῶν μὲν γὰρ αἱ φλέβες στεναί, ὥστ’ οὐ ῥᾴδιον διαρρεῖν κατιὸν τὸ ὑγρόν, τοῖς δὲ νανώδεσι καὶ μεγαλοκεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις.
总的来说,那些血管不明显的人、侏儒和大头的人都喜好睡眠;因为有些人的血管狭窄,以下降的湿气不易流过,而对侏儒和大头的人来说,向上的冲力和蒸发气很多。
Οἱ δὲ φλεβώδεις οὐχ ὑπνωτικοὶ δι’ εὔροιαν τῶν φλεβῶν, ἂν μή τι ἄλλο πάθος ἔχωσιν ὑπεναντίον.
而血管明显的人则因血管通畅而不易入睡,除非他们有其他相反的受动。
Οὐδ’ οἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστ’ οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμιάσεως.
黑胆汁质的人也不易入睡;因为其内部区域已被冷却,所以他们不会产生大量的蒸发气。