§3#2Διὰ τοῦτο γὰρ καὶ βρωτικοὶ σκληροὶ ὄντες·
実際、この理由のために、彼らは体が頑強でありながら、大食いでもある。
ὥσπερ γὰρ οὐδὲν ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς.
なぜなら彼らの身体は、まるで何一つ享受していないかのような状態にあるからである。
Ἡ δὲ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα καὶ τὸν θρεπτικὸν τόπον ψυχρὸν ποιεῖ καὶ τἆλλα μόρια, ὅπου ἂν ὑπάρχῃ δυνάμει τὸ τοιοῦτον περίττωμα.
黒胆汁は本性上冷たいものであるから、栄養摂取の場所をも、またそのような余剰物が潜在的に存在している他の部分をも冷たくする。
Ὥστε φανερὸν ἐκ τῶν εἰρημένων ὅτι ὁ ὕπνος ἐστὶ σύνοδός τις τοῦ θερμοῦ εἴσω καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν.
したがって、述べられたことから明らかなように、睡眠とは、熱の内部へのある種の集中であり、かつ、述べられた原因による自然な逆囲繞である。
Διὸ πολλὴ ἡ κίνησις τοῦ ὑπνοῦντος.
それゆえ、眠っている人の運動は大きい。
Ὅθεν δ’ ἐκλείπει, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει τὰ βλέφαρα.
そして、(熱が)立ち去る部分は冷却され、冷却のために瞼が垂れ下がる。
Καὶ τὰ μὲν ἄνω κατέψυκται καὶ τὰ ἔξω, τὰ δ’ ἐντὸς καὶ τὰ κάτω θερμά, οἷον τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω.
また、上方の部分や外側の部分は冷却されているが、内側の部分や下方の部分は熱く、たとえば足の周りや内部の部分がそうである。
Καίτοι τις ἀπορήσειεν ἄν, ὅτι μετὰ τὰ σιτία ἰσχυρότατος ὁ ὕπνος γίνεται, καὶ ἔστιν ὑπνωτικὰ οἶνος καὶ ἄλλα θερμότητας ἔχοντα τοιαύτας.
しかし、次のことに疑問を抱く人がいるかもしれない。 すなわち、食事の後に最も強い睡眠が生じること、またワインや、そのような熱を持つ他のものが催眠的であること、である。
Ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ καθεύδειν θερμά.
しかし、睡眠が冷却である一方で、眠る原因となるものが熱いということは、理にかなっていない。
Πότερον οὖν τοῦτο συμβαίνει ὅτι ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτὴν καταψύχει διὰ τὴν κίνησιν, οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καὶ τόποι καταψύχονται ἀναφερομένης τῆς ἀναθυμιάσεως;
では、これは次のようにして起こるのだろうか。 すなわち、胃は空のときには熱いが、満たされると運動のためにそれが冷却されるように、頭の中の通路や場所も、蒸発気が上昇するときに冷却されるのだろうか。
Ἢ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται, κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ψυχρὸν καταψύχει, καὶ τὸ κατὰ φύσιν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ ὑποχωρεῖν;
あるいは、温水を浴びせられた人々に突然の寒気が生じるように、そこでも熱が上昇するときに、集まった冷気が冷却を引き起こし、本性的な熱を弱めて退却させるのだろうか。
Ἔτι δὲ πολλῆς ἐμπιπτούσης τροφῆς, ἣν ἀνάγει τὸ θερμόν, ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων, καταψύχεται, ἕως ἂν καταπεφθῇ.
さらに、多くの食物が入り込み、それを熱が上昇させるとき、薪をくべられたときの火のように、(熱が)冷却されるのであって、それが消化されるまでそうなのであろうか。
Γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, τοῦ σωματώδους ἀναφερομένου ὑπὸ τοῦ θερμοῦ διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν.
なぜなら睡眠は、すでに述べられたように、身体的なものが熱によって血管を通って頭へと上昇することによって生じるからである。
Ὅταν δὲ μηκέτι δύνηται, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ τὸ ἀναχθέν, πάλιν ἀνταπωθεῖται καὶ κάτω ῥεῖ.
しかし、それがもはや耐えきれず、上昇したものが分量において過度になるとき、再び押し戻されて下方へと流れる。
Διὸ καταπίπτουσί τε ὑποσπωμένου τοῦ θερμοῦ τοῦ ἀνάγοντος οἱ ἄνθρωποι (μόνον γὰρ ὀρθὸν τῶν ζῴων), καὶ ἐπιπεσὸν μὲν ἔκνοιαν ποιεῖ, ὕστερον δὲ φαντασίαν.
それゆえ、上昇させる熱が下から引き抜かれるために、人間は崩れ倒れ(人間だけが動物の中で直立しているからである)、また、(熱や身体的なものが)上から降りかかると、最初は意識喪失を引き起こし、後には心像を引き起こす。
Ἢ αἱ μὲν νῦν λεγόμεναι λύσεις ἐνδεχόμεναι μέν εἰσι τοῦ γίνεσθαι τὴν κατάψυξιν· οὐ μὴν ἀλλὰ κύριός γ’ ἐστὶν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἐν ἄλλοις εἴρηται.
あるいは、今述べられた説明は、冷却が生じる原因としてありうることではあるが、とはいえ、他でも述べられたように、脳の周りの場所が主権的な役割を持っているのである。
Πάντων δ’ ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατον ὁ ἐγκέφαλος, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτῳ μόριον.
なぜなら、脳は身体の中のすべてのものの中で最も冷たいものであり、脳を持たない動物においては、これに比率的に対応する部分がそうであるからである。
Ὥσπερ οὖν τὸ ἀπατμίζον ὑγρὸν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γενόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνέρχεται (διὸ καὶ οἱ κατάρροι φαίνονται γιγνόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται συνισταμένη καὶ καταψύχει τὸ θερμόν.
それゆえ、太陽の熱によって蒸発する水分が、上方の場所へ行くとその冷たさのために冷却され、凝結して再び水となって下方に運ばれるように、熱が脳へと上昇する際にも、余剰的な蒸発気は粘液へと集まり(それゆえ鼻汁も頭から生じるように見えるのである)、他方で、栄養となる病気ではない蒸発気は、凝結して下方に運ばれ、熱を冷却するのである。
Πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ λεπτότης καὶ ἡ στενότης τῶν περὶ τὸν ἐγκέφαλον φλεβῶν.
また、冷却されること、および、蒸発気を容易に受け入れないことに対しては、脳の周りの血管が細く狭いことも寄与している。
Τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον, καίπερ τῆς ἀναθυμιάσεως ὑπερβαλλούσης τῇ θερμότητι.
したがって、蒸発気がその熱さにおいて過度であるにもかかわらず、冷却が生じる原因はこれである。
Ἐγείρεται δ’, ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ τοῦ περιεστῶτος, καὶ διακριθῇ τό τε σωματωδέστερον αἷμα καὶ τὸ καθαρώτατον.
そして、消化が行われ、また、周囲から押し込められて狭い場所に凝縮した多くの熱が打ち勝ち、かつ、より身体的な血液と最も清澄な血液とが分離されるとき、動物は目覚める。
Ἔστι δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολερώτατον τὸ ἐν τοῖς κάτω μέρεσιν.
そして、最も希薄で最も清澄な血液は頭の中にあり、最も濃厚で最も濁ったものは下方の部分にある。
Παντὸς δὲ τοῦ αἵματος ἀρχή, ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία.
そして、血液全体の始原は、ここでも他でも述べられたように、心臓である。
Τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρας τῆς θαλάμης κοινὴ ἡ μέση·
心臓の中にある二つの部屋のそれぞれに対して、中央の部屋が共通である。
ἐκείνων δ’ ἑκατέρα δέχεται ἐξ ἑκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἀορτῆς·
そしてそれらのそれぞれは、いわゆる大静脈と大動脈という二つの血管のそれぞれから血液を受け取る。
ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις.
そして中央の部屋において分離が行われる。
Ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἑτέρων ἐστὶ λόγων οἰκειότερον.
しかし、これらについて定義することは、別の議論により適している。
Διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὁ ὕπνος γίνεται, ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν καθαρώτερον εἰς τὰ ἄνω, τὸ δὲ θολερώτερον εἰς τὰ κάτω·
そして、食物を摂取した後に血液がより未分離な状態になるために、血液のうちより清澄なものが上方へ、より濁ったものが下方へと分離されるまで、睡眠が生じる。
ὅταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους.
そして、これが起こるとき、食物に由来する重みから解放されて、動物たちは目覚めるのである。
Τί μὲν οὖν τὸ αἴτιον τοῦ καθεύδειν, εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώδους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον·
したがって、眠ることの原因が何であるかは述べられた。 すなわち、生得的な熱によって上昇させられた身体的なものによる、第一の感覚器官への一斉の逆囲繞である。
καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν, ἐξ ἀνάγκης μὲν γινόμενος (οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων αὐτό,) ἕνεκα δὲ σωτηρίας·
また、睡眠とは何であるかも述べられた。 すなわち、活動することができない状態への、第一の感覚器官の拘束である。 これは必然的に生じるものであり(なぜなら、それを引き起こす諸事象が生じることなしに、動物が存在することは不可能だからである)、また救済のためである。
σώζει γὰρ ἡ ἀνάπαυσις.
休息が動物を救うからである。