§2#1Διὰ τί δὲ καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν τιν’ αἴσθησιν ἢ ποίας, εἰ διὰ πλείους, σκεπτέον.
至于动物为何睡眠与觉醒,以及这是由于何种感觉,或者(如果是由于多种感觉的话)是由于哪些感觉,这必须予以考察。
Ἐπεὶ δ’ ἔνια μὲν τῶν ζῴων ἔχει τὰς αἰσθήσεις πάσας, ἔνια δ’ οὐκ ἔχουσιν, οἷον ὄψιν, τὴν δ’ ἁφὴν καὶ τὴν γεῦσιν ἅπαντ’ ἔχει, πλὴν εἴ τι τῶν ζῴων ἀτελές (εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς περὶ ψυχῆς), ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον, φανερὸν ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν ταὐτὸ πάθος ἐν τῷ καλουμένῳ ὕπνῳ·
既然有些动物具有所有的感觉,而有些动物则不具有某些感觉,例如视觉,但是触觉和味觉是所有动物都具有的,除非是某种不完全的动物(关于它们已在《论灵魂》中谈过),而且眠着的动物根本不可能进行任何一种感觉的现实活动,那么显而易见,在所谓的睡眠中,同一种状态必然存在于所有动物之中。
εἰ γὰρ τῇ μὲν τῇ δὲ μή, ταύτῃ καθεῦδον αἰσθήσεται, τοῦτο δ’ ἀδύνατον.
因为如果它在某一种感觉上睡眠,而在另一种感觉上不睡眠,它就会在睡眠中通过后者进行感觉,但这确是不可能的。
Ἐπεὶ δ’ ὑπάρχει καθ’ ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον τὸ δέ τι κοινόν, ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, ταῖς δ’ ἄλλαις κατὰ τὸν αὐτὸν τρόπον· ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα πάσαις, ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει καὶ αἰσθάνεται· οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὅτι ὁρᾷ.
既然在每种感觉中,既有某种特有的东西,又有某种共同的东西,例如对于视觉而言,特有的是观看,对于听觉而言,特有的是聆听,其它感觉也是以同样的方式;并且还有一种伴随着所有感觉的共同能力,通过它,人们也察觉到自己正在看、在听以及在感觉;因为确实不是通过视觉来看见自己正在看的。
Καὶ κρίνει δὴ καὶ δύναται κρίνειν ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν, οὔτε γεύσει οὔτε ὄψει οὔτ’ ἀμφοῖν, ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητηρίων ἁπάντων.
而且这一能力确实能判断、也能够判断出甜的东西与白的东西是不同的,这既不是通过味觉,也不是通过视觉,亦不是通过两者,而是通过所有感官的某个共同部分。
Ἔστι μὲν γὰρ μία αἴσθησις, καὶ τὸ κύριον αἰσθητήριον ἕν· τὸ δ’ εἶναι αἰσθήσει τοῦ γένους ἑκάστου ἕτερον, οἷον ψόφου καὶ χρώματος.
因为感觉是单一的,且主要的感官也是单一的;但对于每一类事物(例如声音和颜色),作为感觉的本质是不同的。
Τοῦτο δ’ ἅμα τῷ ἁπτικῷ μάλισθ’ ὑπάρχει· τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων, τὰ δ’ ἄλλα τούτου ἀχώριστα.
而这尤其与触觉器官共存;因为触觉器官确实可以与其它感官分离,而其它感官则不能与它分离。
Εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς περὶ ψυχῆς θεωρήμασιν.
关于它们,已在《论灵魂》的考察中谈过。
Φανερὸν τοίνυν ὅτι τούτου ἐστὶ πάθος ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος.
显而易见,觉醒与睡眠是这一部分的受动。
Διὸ καὶ πᾶσιν ὑπάρχει τοῖς ζῴοις· καὶ γὰρ ἡ ἁφὴ μόνη πᾶσιν.
因此它们也存在于所有动物之中;因为只有触觉是所有动物都具有的。
Εἰ γὰρ τῷ πάσας τι πεπονθέναι τὰς αἰσθήσεις ἐγίνετο τὸ καθεύδειν, ἄτοπον εἰ αἷς οὔτ’ ἀνάγκη οὔτε δυνατὸν τρόπον τινὰ ἐνεργεῖν ἅμα, ταύτας ἀναγκαῖον ἀργεῖν ἅμα καὶ ἀκινητίζειν· τοὐναντίον γὰρ εὐλογώτερον συνέβαινεν ἂν αὐταῖς τὸ μὴ ἅμα ἠρεμεῖν.
因为如果睡眠是由于所有的感觉都受到某种受动而发生的,那么,对于那些既无必要、在某种意义上也不可能同时活动的感觉而言,它们却必须同时休止并保持不动,这就太奇怪了;因为相反,它们不同时静止反而是更合理的。
Ὡς δὲ νῦν λέγομεν, εὐλόγως ἔχει καὶ περὶ τούτων· τοῦ γὰρ κυρίου τῶν ἄλλων πάντων αἰσθητηρίου καὶ πρὸς ὃ συντείνει τἆλλα, πεπονθότος τι συμπάσχειν ἀναγκαῖον καὶ τὰ λοιπὰ πάντα, ἐκείνων δέ τινος ἀδυνατοῦντος οὐκ ἀνάγκη τοῦτ’ ἀδυνατεῖν.
但正如我们现在所说,对于这些情况也是合理的;因为当支配其它所有感官、且其它感官都向其汇聚的主要感官受到某种受动时,其余所有感官必然也会共同受动,但当那些感官中的某一个变得无力时,这个主要感官却不必然无力。
Φανερὸν δ’ ἐκ πολλῶν ὅτι οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος, οὐδ’ ἐν τῷ μὴ δύνασθαι αἰσθάνεσθαι.
许多事实也表明,睡眠并不在于感官的休止和不使用它们,也不在于无法进行感觉。
Καὶ γὰρ ἐν ταῖς λιποψυχίαις τοιοῦτον συμβαίνει· ἀδυναμία γὰρ αἰσθήσεων ἡ λιποψυχία.
因为即使在晕厥中也会发生这种情况;因为晕厥就是感官的无力。
Γίνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται.
也会发生某些类似的意识丧失。
Ἔτι δ’ οἱ τὰς ἐν τῷ αὐχένι φλέβας καταλαμβανόμενοι ἀναίσθητοι γίνονται.
此外,那些颈部血管被压迫的人也会变得无感觉。
Ἀλλ’ ὅταν ἡ ἀδυναμία τῆς χρήσεως μήτ’ ἐν τῷ τυχόντι αἰσθητηρίῳ μήτε δι’ ἣν ἔτυχεν αἰτίαν, ἀλλὰ καθάπερ εἴρηται νῦν, ἐν τῷ πρώτῳ ᾧ αἰσθάνεται πάντων· ὅταν μὲν γὰρ τοῦτ’ ἀδυνατήσῃ, ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι· ὅταν δ’ ἐκείνων τι, οὐκ ἀνάγκη τούτῳ.
但是,当使用上的无力既不在于任意的感官,也不是由于任意的原因,而是正如刚才所说,发生于人们用以感觉一切事物的首要感官之中时(才是睡眠);因为当这个首要感官变得无力时,所有感官必然也都无法进行感觉;但当那些感官中的某一个变得无力时,这个首要感官却不必然如此。
Δι’ ἣν δ’ αἰτίαν συμβαίνει τὸ καθεύδειν, καὶ ποῖόν τι τὸ πάθος ἐστί, λεκτέον.
至于睡眠是因为什么原因发生的,以及这是一种怎样的受动,这必须予以说明。