Humanitext Reader

亚里士多德 · 论睡眠与醒觉 §1#2

睡眠与觉醒的必然交替及对动物的归属

第 2 段,共 6 段 · 希腊语

内容简介

亚里士多德基于感觉能力的极限和相反者的性质,论证了任何动物都不可能永远觉醒或永远睡眠。他还表明,由于植物缺乏感觉,它们既没有睡眠也没有觉醒,而几乎所有的动物都分有着睡眠。

§1#2Οὐκ ἐνδέχεται δὲ οὐδὲ θάτερον τούτων ἀεὶ ὑπάρχειν τῷ αὐτῷ, οἷον ἀεί τι γένος ζῴων καθεύδειν ἢ ἀεί τι ἐγρηγορέναι.
然而,这两者中的任何一者也不可能永远属于同一个主体,例如,某种动物一直处于睡眠中,或者某种动物一直处于觉醒中。
Ἔτι ὅσων ἐστί τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον ᾧ δύναται χρόνῳ τι ποιεῖν, ἀνάγκη ἀδυνατεῖν, οἷον τὰ ὄμματα ὁρῶντα καὶ παύεσθαι τοῦτο ποιοῦντα, ὁμοίως δὲ καὶ χεῖρα καὶ ἄλλο πᾶν οὗ ἐστί τι ἔργον.
此外,凡是具有某种自然功能的事物,当它们超过了能够进行该活动的时间限制时,必然会变得无力,正如眼睛因观看而疲倦并停止这一活动,同样手和其它一切具有某种功能的部分也是如此。
Εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι, καὶ τοῦτο ἂν ὑπερβάλλῃ ὅσον ἦν χρόνον δυνάμενον αἰσθάνεσθαι συνεχῶς, ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει.
因此,如果感觉是某一部分的功能,且这一功能超过了它能够连续感觉的时间,它就会变得无力,并不再进行这一活动。
Εἰ τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ λελύσθαι τὴν αἴσθησιν, τῶν δ’ ἐναντίων τὸ μὲν ἀνάγκη παρεῖναι τὸ δ’ οὔ, τὸ δ’ ἐγρηγορέναι τῷ καθεύδειν ἐναντίον, καὶ ἀναγκαῖον παντὶ θάτερον ὑπάρχειν, ἀναγκαῖον ἂν εἴη καθεύδειν.
那么,如果觉醒被定义为感觉的释放,而在相反者中一者必然存在而另一者不存在,且觉醒与睡眠是相反的,且所有动物必然具有其中一者,那么睡眠就是必然的。
Εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος, τοῦτο δ’ ἐστὶν ἀδυναμία δι’ ὑπερβολὴν τοῦ ἐγρηγορέναι, ἡ δὲ τοῦ ἐγρηγορέναι ὑπερβολὴ ὁτὲ μὲν νοσώδης ὁτὲ δ’ ἄνευ νόσου γίνεται, ὥστε καὶ ἡ ἀδυναμία καὶ ἡ διάλυσις ὡσαύτως ἔσται, ἀνάγκη πᾶν τὸ ἐγρηγορὸς ἐνδέχεσθαι καθεύδειν· ἀδύνατον γὰρ ἀεὶ ἐνεργεῖν.
因此,如果这样一种受动是睡眠,且这是由于过度觉醒而导致的无力,而觉醒的过度有时伴随疾病发生,有时不伴随疾病发生,因而其无力和解除也将同样发生,那么所有觉醒着的东西必然能够睡眠;因为永远处于现实活动中是不可能的。
Ὁμοίως δὲ οὐδὲ καθεύδειν οὐδὲν ἀεὶ ἐνδέχεται.
同样,任何东西也不可能永远睡眠。
Ὁ γὰρ ὕπνος τι τοῦ αἰσθητικοῦ μορίου ἐστίν, οἷον δεσμὸς καὶ ἀκινησία τις, ὥστ’ ἀνάγκη πᾶν τὸ καθεῦδον ἔχειν τὸ αἰσθητικὸν μόριον.
因为睡眠是感觉部分的某种状态,好似某种束缚和不动,因此凡是睡眠的东西必然具有感觉部分。
Αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατ’ ἐνέργειαν· ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον καθεῦδον ἅμα· διὸ ἀναγκαῖον ὕπνον πάντα ἐγερτὸν εἶναι.
而感觉的,就是能够进行现实感觉的;但是在睡眠的同时,在严格和绝对的意义上进行感觉的现实活动是不可能的;因此,所有的睡眠必然都是可以被唤醒的。
Τὰ μὲν οὖν ἄλλα σχεδὸν πάντα δῆλα κοινωνοῦνθ’ ὕπνου, καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά·
因而,几乎所有其它动物,无论是水生的、飞行的还是陆行的,显然都分有着睡眠。
καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τὰ τῶν μαλακίων ὦπται καθεύδοντα, καὶ τἆλλα πάνθ’ ὅσα περ ἔχει ὀφθαλμούς·
因为各种鱼类和软体动物都被观察到在睡眠,其它一切长着眼睛的动物也是如此。
καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα·
硬眼动物和昆虫也显然在睡眠。
βραχύυπνα δὲ τὰ τοιαῦτα πάντα, διὸ καὶ λάθοι ἄν τινα πολλάκις πότερον μετέχουσι τοῦ καθεύδειν ἢ οὔ.
但所有这些动物的睡眠都很短,因此人们往往不易察觉它们是否分有着睡眠。
Τῶν δ’ ὀστρακοδέρμων κατὰ μὲν τὴν αἴσθησιν οὐδέ πω γέγονε φανερὸν εἰ καθεύδουσιν· εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται.
另一方面,关于贝壳类动物,从感官观察中尚未能清楚它们是否睡眠;但如果上述论证对某人具有说服力,他就会被此说服。
Ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα, φανερὸν ἐκ τούτων·
由此可见,所有的动物都分有着睡眠,这是很明显的。
τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ζῷον, τῆς δ’ αἰσθήσεως τρόπον τινὰ τὴν μὲν ἀκινησίαν καὶ οἷον δεσμὸν τὸν ὕπνον εἶναί φαμεν, τὴν δὲ λύσιν καὶ τὴν ἄνεσιν ἐγρήγορσιν.
因为动物是以具有感觉来定义的,而我们说睡眠在某种意义上是感觉的不动和某种束缚,而觉醒则是它的释放和弛缓。
Τῶν δὲ φυτῶν οὐδὲν οἷόν τε κοινωνεῖν οὐδετέρου τούτων τῶν παθημάτων.
但植物不能分有这两者中的任何一种受动。
Ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔθ’ ὕπνος οὔτ’ ἐγρήγορσις·
因为没有感觉,就既没有睡眠也没有觉醒。
οἷς δ’ αἴσθησις ὑπάρχει, καὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν· οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία.
而对于那些具有感觉的动物,也同样具有痛苦和快乐;而对于具有这些的,也同样具有欲望。
Τοῖς δὲ φυτοῖς οὐδὲν ὑπάρχει τούτων.
但是植物并不具有这些。
Σημεῖον δ’ ὅτι καὶ τὸ ἔργον τὸ αὑτοῦ ποιεῖ τὸ θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· τρέφεται γὰρ καὶ αὐξάνεται τότε μᾶλλον, ὡς οὐδὲν προσδεόμενα πρὸς ταῦτα τῆς αἰσθήσεως.
而营养部分在睡眠中比在觉醒中更多地履行其自身功能,这也是一个证据;因为动物在那个时候更多地获得营养并生长,因为它们在这些过程中完全不需要感觉。

词汇与语法注释

  1. p.288τῷ λελύσθαι τὴν αἴσθησιν — 意为“通过感觉被释放”。完成时被动不定式 λελύσθαι(源自 λύω)指的是感觉从睡眠中发生的“束缚”(δεσμός)中解放出来,代表在觉醒状态下感觉活动的自由发挥。
  2. p.288τῶν δ’ ἐναντίων τὸ μὲν ἀνάγκη παρεῖναι τὸ δ’ οὔ — 意为“在相反者中,一者必然存在而另一者不存在”。此处的 τὸ μὲν... τὸ δ' οὔ 表明了两种相反状态(觉醒与睡眠)之间互斥的关系,即它们不能同时存在于同一个主体中;如果一者实际存在,另一者则不能存在,且当一者达到极限并停止时,另一者必然会发生。
  3. p.289εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται — 意为“但如果上述论证对某人具有说服力,他就会被此说服”。虽然贝壳类动物(ὀστρακοδέρμα)是否睡眠无法通过直接的感官观察(κατὰ τὴν αἴσθησιν)来确认,但亚里士多德指出,如果人们接受先前的普遍论证(ὁ λεχθεὶς λόγος),即所有具有感觉的动物都必须睡眠,那么在逻辑上就会被说服,认为贝壳类动物也在睡眠。

引用这一段

亚里士多德, 论睡眠与醒觉 §1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg042.humanitext-grc1:1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。