Humanitext Reader

亚里士多德 · 论睡眠与醒觉 §2#2

睡眠作为休息的目的因与其生理发源部位

第 4 段,共 6 段 · 希腊语

内容简介

亚里士多德说明了睡眠是为动物生存而设的“休息”(假设性必然),而觉醒则是“目的”(善)。他还指出,睡眠与觉醒的生理发生部位位于身体的中间区域(在有血动物中是心脏),这与气(普纽玛)的运作及冷却作用密切相关。

§2#2Ἐπεὶ δὲ τρόποι πλείους τῆς αἰτίας (καὶ γὰρ τὸ τίνος ἕνεκα, καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ τὴν ὕλην καὶ τὸν λόγον αἴτιον εἶναί φαμεν), πρῶτον μὲν οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν, τοῦτο δ’ ἀγαθόν τι, τὴν δ’ ἀνάπαυσιν παντὶ τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ’ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ’ ἡδονῆς ἀναγκαῖον εἶναι καὶ ὠφέλιμον, τῷ δ’ ὕπνῳ δι’ αὐτὴν τὴν ἀλήθειαν προσάπτουσι τὴν μεταφορὰν ταύτην ὡς ἀναπαύσει ὄντι· ὥστε σωτηρίας ἕνεκα τῶν ζῴων ὑπάρχει.
既然原因有多种方式(因为我们说目的、运动的始原、质料和定义都是原因),那么首先,既然我们说自然是为了某种目的而做,而这就是某种善,并且对于一切天生要运动但不能始终且连续地伴随着快乐而运动的事物,休息是必然且有益的,人们由于真理本身而将这一比喻应用于睡眠,视其为一种休息;因此,睡眠的存在是为了动物的生存。
Ἡ δ’ ἐγρήγορσις τέλος· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος οἷς ὑπάρχει θάτερον αὐτῶν· βέλτιστα γὰρ ταῦτα, τὸ δὲ τέλος βέλτιστον.
而觉醒则是目的;因为感觉和思考对于所有具有其中之一的动物而言都是目的;因为这些是最好的,而目的是最好的。
Ὥστε ἀναγκαῖον ἑκάστῳ τῶν ζῴων ὑπάρχειν τὸν ὕπνον.
因此,睡眠必然存在于每个动物之中。
Λέγω δ’ ἐξ ὑποθέσεως τὴν ἀνάγκην, ὅτι εἰ ζῷον ἔσται ἔχον τὴν αὑτοῦ φύσιν, ἐξ ἀνάγκης τιν’ ὑπάρχειν αὐτῷ δεῖ, καὶ τούτων ὑπαρχόντων ἕτερα ὑπάρχειν.
我所说的必然性是假设性的,即如果是具有其自身本性的动物,它就必然需要具备某些东西,而当这些东西具备时,其它东西也必须具备。
Ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως ἐν τοῖς σώμασι γιγνομένης συμβαίνει τό τε ἐγρηγορέναι καὶ τὸ καθεύδειν τοῖς ζῴοις, μετὰ ταῦτα λεκτέον.
此外,身体中发生了什么样的运动和活动,从而使动物产生觉醒和睡眠,这必须在随后予以说明。
Τοῖς μὲν οὖν ἄλλοις ζῴοις καθάπερ τοῖς ἐναίμοις ὑποληπτέον εἶναι τὰ αἴτια τοῦ πάθους, ἢ ταὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ’ ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις· ὥστ’ ἐκ τούτων πάντα θεωρητέον.
对于其它(无血的)动物,正如对有血动物一样,必须设想其受动的原因为相同或类比的,而对有血动物而言,则与人类相同;因此,必须从这些方面考察一切。
Ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις ἀφ’ οὗπερ καὶ ἡ τῆς κινήσεως, διώρισται πρότερον ἐν ἑτέροις.
至于感觉的始原与运动的始原在动物身上产生于同一个部位,这在其它著作中早有规定。
Αὕτη δ’ ἐστὶ τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας.
而这个部位是三个规定区域(头部、下腹部及其正中)的中间部位。
Τοῖς μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστιν.
对于有血动物,这就是心脏周围的部分;因为所有有血动物都有心脏,运动的始原和主要感觉的始原都在这里。
Τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς καταψύξεώς ἐστιν ἐνταῦθα, καὶ τὸ ἀναπνεῖν τε καὶ τὸ ὑγρῷ καταψύχεσθαι πρός γε σωτηρίαν τοῦ ἐν τούτῳ τῷ μορίῳ θερμοῦ ἡ φύσις πεπόρικεν.
至于运动,显而易见,气(普纽玛)的始原和整个冷却的始原都在这里,而呼吸和通过水分冷却,都是自然为了维持这一部位中的热而提供的。
Ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ’ αὑτήν.
关于这部分本身,稍后将予以说明。
Τοῖς δ’ ἀναίμοις καὶ τοῖς ἐντόμοις καὶ μὴ δεχομένοις πνεῦμα ἐν τῷ ἀνάλογον τὸ σύμφυτον πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον φαίνεται.
而对于无血动物、昆虫以及不吸入空气的动物,其生来具有的空气(生得普纽玛)在类比的部位中被看到在膨胀和收缩。
Δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὁλοπτέρων, οἷον σφηκῶν καὶ μελισσῶν, καὶ ἐν ταῖς μυίαις καὶ ὅσα τοιαῦτα.
这在全翅类昆虫中很明显,例如黄蜂和蜜蜂,以及苍蝇和其它诸如此类的动物。
Ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον, ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις, τοῖς μὲν εἰσφερομένοις ἡ θύραθεν, τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος.
既然没有力量就不可能移动或作用某物,而力量是由气的保持产生的,对于吸入空气的动物是由外部空气产生,对于不呼吸的动物则是由生来具有的空气产生。
Διὸ καὶ βομβοῦντα φαίνεται τὰ πτερωτά, ὅταν κινῆται, τῇ τρίψει τοῦ πνεύματος προσπίπτοντος πρὸς τὸ ὑπόζωμα τῶν ὁλοπτέρων.
因此,有翅的动物在运动时会发出嗡嗡声,这是因为空气摩擦并撞击全翅类昆虫的横膈(腰部边界)所致。
Κινεῖται δὲ πᾶν αἰσθήσεώς τινος γινομένης, ἢ οἰκείας ἢ ἀλλοτρίας, ἐν τῷ πρώτῳ αἰσθητηρίῳ.
所有的移动都是在第一感官中发生某种内部或外部的感觉时产生的。
Εἰ δ’ ἐστὶν ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις πάθη τοῦ μορίου τούτου, ἐν ᾧ μὲν τόπῳ καὶ ἐν ᾧ μορίῳ πρώτῳ γίνεται ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις, φανερόν.
如果睡眠和觉醒是这一部位的受动,那么睡眠和觉醒在哪个区域以及哪个第一部位发生,就是显而易见的了。
Κινοῦνται δ’ ἔνιοι καθεύδοντες καὶ ποιοῦσι πολλὰ ἐγρηγορικά, οὐ μέντοι ἄνευ φαντάσματος καὶ αἰσθήσεώς τινος· τὸ γὰρ ἐνύπνιόν ἐστιν αἴσθημα τρόπον τινά.
有些人睡着时会移动,并做出许多觉醒时的行为,然而并非没有心像和某种感觉;因为在某种意义上,梦就是一种感觉。
Λεκτέον δὲ περὶ αὐτῶν ὕστερον.
关于这些,稍后必须予以说明。
Διότι δὲ τὰ μὲν ἐνύπνια μνημονεύουσιν ἐγερθέντες, τὰς δ’ ἐγρηγορικὰς πράξεις οὐ μνημονεύουσιν, ἐν τοῖς προβληματικοῖς εἴρηται.
至于为什么他们在醒来后能记住梦,却记不得像觉醒般的行为,这已在《问题集》中说过了。

词汇与语法注释

  1. p.292τὴν δ’ ἀνάπαυσιν... ἀναγκαῖον εἶναι καὶ ὠφέλιμον — 在由连词 ἐπειδή(既然……)引导的从句中,带宾格主语的不定式短语 τὴν δ’ ἀνάπαυσιν... ἀναγκαῖον εἶναι καὶ ὠφέλιμον(休息是必然且有益的)被嵌入其中。这在语法上作为前面动词 λέγομεν(我们说)的宾语,属于间接引语结构。
  2. p.292Λέγω δ’ ἐξ ὑποθέσεως τὴν ἀνάγκην — 指亚里士多德哲学中的“假设性(条件性)必然”(ἐξ ὑποθέσεως ἀνάγκη)。它解释了这样一种关系:为了实现某一目的(维持动物的本性),作为手段的特定功能或状态(通过睡眠获得的休息)就是必然被要求的。
  3. p.293τῇ τρίψει τοῦ πνεύματος προσπίπτοντος πρὸς τὸ ὑπόζωμα — 单词 ὑπόζωμα(腰带,或类似横隔的构造)在这里指昆虫(特别是膜翅目等全翅类昆虫)胸部与腹部之间的交界(缢缩部的膜)。这基于当时解剖学和生理学的理解,即昆虫的嗡嗡声是由空气(普纽玛)与该部位的碰撞和摩擦产生的。

引用这一段

亚里士多德, 论睡眠与醒觉 §2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg042.humanitext-grc1:2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。