Humanitext Reader

亚里士多德 · 论睡眠与醒觉 §1#1

睡眠与觉醒的本质及其归属的感觉器官

第 1 段,共 6 段 · 希腊语

内容简介

本章提出了关于睡眠、觉醒以及梦的本质与原因的追问,探究它们属于灵魂还是肉体的哪个部分,并论证了它们是属于感觉器官的相反状态,植物不具备这两者,而所有具有感觉的动物都共同拥有它们。

§1#1## ΠΕΡΙ ΥΠΝΟΥ ΚΑΙ ΕΓΡΗΓΟΡΣΕΩΣ. Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως σκεπτέον, τίνα τε τυγχάνει ὄντα, καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ κοινά, κἂν ᾖ κοινά, τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος· καὶ διὰ τίν’ αἰτίαν ὑπάρχει τοῖς ζῴοις· καὶ πότερον ἅπαντα κεκοινώνηκεν αὐτῶν ἀμφοτέρων, ἢ τὰ μὲν ὕπνου τὰ δὲ θατέρου μόνον, ἢ τὰ μὲν οὐδετέρου τὰ δ’ ἀμφοτέρων·
## 关于睡眠与觉醒关于睡眠与觉醒,我们必须考察它们究竟是什么,以及它们是灵魂所特有的、还是肉体所特有的、抑或是两者共有的;如果是共有的,又属于灵魂或肉体的哪个部分;以及它们是因为什么原因而存在于动物之中的;是否所有的动物都共同具有这两者,或者有些动物仅有睡眠,有些仅有另一者(觉醒),或者有些两者皆无,有些则两者兼备。
πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον, καὶ διὰ τίν’ αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώττουσιν ὁτὲ δ’ οὔ· ἢ συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν, ἀλλ’ οὐ μνημονεύουσιν· καὶ εἰ τοῦτο γίνεται, διὰ τίνα αἰτίαν γίνεται· καὶ πότερον ἐνδέχεται τὰ μέλλοντα προορᾶν, ἢ οὐκ ἐνδέχεται· καὶ τίνα τρόπον, εἰ ἐνδέχεται· καὶ πότερον τὰ μέλλοντα ὑπ’ ἀνθρώπου πράσσεσθαι μόνον, ἢ καὶ ὧν τὸ δαιμόνιον ἔχει τὴν αἰτίαν καὶ φύσει γίνεται ἢ ἀπὸ ταὐτομάτου.
除此之外,还要考察梦是什么,以及为什么睡眠中的人有时做梦,有时不做梦;或者是否睡眠中的人其实一直在做梦,只是不记得了;如果是这样,又是由于什么原因发生的;是否有可能预见未来,或者不可能;如果可能,又是以何种方式;以及是否只能预见由人类所做的事,还是也能预见那些由神明作为原因、因自然或因偶然发生的未来之事。
Πρῶτον μὲν οὖν τοῦτό γε φανερόν, ὅτι τῷ αὐτῷ τοῦ ζῴου ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος·
首先,有一点是显而易见的:觉醒和睡眠属于动物的同一部分。
ἀντίκεινται γάρ, καὶ φαίνεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως·
因为它们是相反的,而睡眠显然是觉醒的一种匮乏。
ἀεὶ γὰρ τὰ ἐναντία καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐν τοῖς φυσικοῖς ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γινόμενα καὶ τοῦ αὐτοῦ ὄντα πάθη, λέγω δ’ οἷον ὑγίεια καὶ νόσος, καὶ κάλλος καὶ αἶσχος, καὶ ἰσχὺς καὶ ἀσθένεια, καὶ ὄψις καὶ τυφλότης, καὶ ἀκοὴ καὶ κωφότης.
因为在其他事物以及自然物中,相反者总是显现在同一个接受体中,并且是同一个事物的受动,我说的是诸如健康与疾病、美与丑、强壮与软弱、视觉与失明、听觉与失聪。
Ἔτι δὲ καὶ ἐκ τῶνδε δῆλον.
此外,从以下几点也同样明显。
Ὦι γὰρ τὸν ἐγρηγορότα γνωρίζομεν, τούτῳ καὶ τὸν ὑπνοῦντα·
因为我们凭什么来认识觉醒的人,也就凭什么来认识睡眠的人。
τὸν γὰρ αἰσθανόμενον ἐγρηγορέναι νομίζομεν καὶ τὸν ἐγρηγορότα πάντα ἢ τῶν ἔξωθέν τινος αἰσθάνεσθαι ἢ τῶν ἐν αὑτῷ κινήσεων.
因为我们认为,感觉着的人就是觉醒着的,而每个觉醒着的人都在感觉着某种外部的事物,或是在感觉着自身内部的运动。
Εἰ τοίνυν τὸ ἐγρηγορέναι ἐν μηδενὶ ἄλλῳ ἐστὶν ἢ τῷ αἰσθάνεσθαι, δῆλον ὅτι ᾧπερ αἰσθάνεται, τούτῳ καὶ ἐγρήγορε τὰ ἐγρηγορότα καὶ καθεύδει τὰ καθεύδοντα.
因此,如果说觉醒不在于其他,而只在于感觉,那么显而易见,感觉所凭借的那个部分,也正是觉醒者赖以觉醒、睡眠者赖以睡眠的部分。
Ἐπεὶ δ’ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τὸ σώματος (οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια· ἡ δὲ λεγομένη αἴσθησις, ὧς ἐνέργεια, κίνησίς τις διὰ τοῦ σώματος τῆς ψυχῆς ἐστί), φανερὸν ὡς οὔτε τῆς ψυχῆς τὸ πάθος ἴδιον, οὔτ’ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι.
既然感觉既不单属于灵魂,也不单属于肉体(因为哪里有潜能,哪里就有现实活动;而所谓的感觉,作为一种现实活动,乃是灵魂通过肉体的某种运动),显而易见,这一受动既不单属于灵魂,无生命的肉体也不可能进行感觉。
Διωρισμένων δὲ πρότερον ἐν ἑτέροις περὶ τῶν λεγομένων ὡς μορίων τῆς ψυχῆς, καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων ἐν τοῖς ἔχουσι σώμασι ζωήν, τῶν δ’ ἄλλων οὐδενὸς ἄνευ τούτου, δῆλον ὡς ὅσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον τῶν ζώντων, ὅτι τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδ’ ἐγρήγορσις, οἷον τοῖς φυτοῖς·
以前在其他著作中已经对所谓的灵魂部分做出了规定,营养部分在拥有生命的肉体中可以与其它部分分离,而其他部分没有这一部分就无法存在。 显而易见,在活物中,那些仅分有生长和衰退的活物,它们并不具有睡眠和觉醒,例如植物。
οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον, οὔτ’ εἰ χωριστόν ἐστιν οὔτ’ εἰ μὴ χωριστόν· τῇ γὰρ δυνάμει καὶ τῷ εἶναι χωριστόν ἐστιν.
因为它们不具有感觉部分,不论它是可分离的还是不可分离的,因为在潜能上和在本质上,它都是可分离的。
Ὁμοίως δὲ καὶ ὅτι οὐδέν ἐστιν ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει, ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα·
同样,也没有任何东西是永远觉醒或永远睡眠的,而是这些受动两者都属于同样的动物。
οὔτε γὰρ εἴ τί ἐστι ζῷον ἔχον αἴσθησιν, τοῦτ’ ἐνδέχεται οὔτε καθεύδειν οὔτ’ ἐγρηγορέναι·
因为如果有什么动物具有感觉,那么它既不能不睡眠,也不能不觉醒。
ἄμφω γάρ ἐστι τὰ πάθη ταῦτα περὶ αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ.
因为这两者都是关于感觉的,属于第一感觉器官的受动。

词汇与语法注释

  1. §1#1κἂν ᾖ κοινά, τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος· — 这是一个间接疑问句,意思是“如果是共有的,属于灵魂或肉体的哪个部分”,省略了动词 `ἐστί` 或 `ὑπάρχει`。
  2. ¦p.287¦ἡ δὲ λεγομένη αἴσθησις, ὡς ἐνέργεια, κίνησίς τις διὰ τοῦ σώματος τῆς ψυχῆς ἐστί — 属格 `τῆς ψυχῆς`(灵魂的)修饰 `κίνησίς τις`(某种运动),而介词短语 `διὰ τοῦ σώματος`(通过肉体)则表示这一运动的途径。整句话将感觉定义为灵魂通过肉体的一种现实活动。
  3. ¦p.288¦οὔτε γὰρ εἴ τί ἐστι ζῷον ἔχον αἴσθησιν, τοῦτ’ ἐνδέχεται οὔτε καθεύδειν οὔτ’ ἐγρηγορέναι· — 双重的 `οὔτε... οὔτε...`(既不……也不……)受 `ἐνδέχεται`(是可能的)支配,构成了双重否定:“它既不睡眠也不觉醒是不可能的”。这意味着任何具有感觉的动物都必然会交替体验这两种状态。

引用这一段

亚里士多德, 论睡眠与醒觉 §1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg042.humanitext-grc1:1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。