Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §7.11-7.19

相反属性无法同时感觉与时间的可感觉性

第 14 段,共 15 段 · 希腊语

内容简介

作者论证了相反属性、不同属的属性及其混合物无法同时被感觉。随后,他反驳了协和音理论家关于存在不可感觉之时间间隔的观点,并论证了所有时间都是可感觉的。

§7.11Ἔτι εἰ αἱ τῶν ἐναντίων κινήσεις ἐναντίαι, ἅμα δὲ τὰ ἐναντία ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ οὐκ ἐνδέχεται ὑπάρχειν, ὑπὸ δὲ τὴν αἴσθησιν τὴν μίαν ἐναντία ἐστίν, οἷον γλυκὺ πικρῷ, τούτων οὐκ ἂν ἐνδέχοιτο αἰσθάνεσθαι ἅμα.
此外,如果相反者的运动是相反的,且相反者不可能同时存在于同一个且不可分的时间(或事物)中,而属于单一感觉的(事物)又是相反的,例如甜与苦,那么就不可能同时感觉这些事物。
§7.12Ὁμοίως δὲ δῆλον ὅτι οὐδὲ τὰ μὴ ἐναντία· τὰ μὲν γὰρ τοῦ λευκοῦ τὰ δὲ τοῦ μέλανός ἐστιν, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως, οἷον τῶν χυμῶν οἱ μὲν τοῦ γλυκέος οἱ δὲ τοῦ πικροῦ.
同样,显然也不能同时感觉那些非相反的事物;因为有些属于白色的系统,有些属于黑色的系统,在其他事物中也是如此,例如在味觉中,有些属于甜,有些属于苦。
Οὐδὲ τὰ μεμιγμένα ἅμα· λόγοι γάρ εἰσιν ἀντικειμένων, οἷον τὸ διὰ πασῶν καὶ τὸ διὰ πέντε, ἂν μὴ ὡς ἓν αἰσθάνηται.
也不能同时感觉混合物;因为它们是对立物的比例,例如八度音程和五度音程,除非它们被当作一者来感觉。
§7.13Οὕτως δ’ εἶς λόγος ὁ τῶν ἄκρων γίνεται, ἄλλως δ’ οὔ· ἔσται γὰρ ἅμα ὁ μὲν πολλοῦ πρὸς ὀλίγον ἢ περιττοῦ πρὸς ἄρτιον, ὁ δ’ ὀλίγου πρὸς πολὺ ἢ ἀρτίου πρὸς περιττόν.
这样,两极端的比例就会成为一个,否则就不会;因为同时会有一个是多对少或奇数对偶数的比例,另一个是少对多或偶数对奇数的比例。
§7.14Εἰ οὖν πλεῖον ἔτι ἀπέχει ἀλλήλων καὶ διαφέρει τὰ συστοίχως μὲν λεγόμενα ἐν ἄλλῳ δὲ γένει τῶν ἐν τῷ αὐτῷ γένει (λέγω δ’ οἷον τὸ γλυκὺ καὶ τὸ λευκὸν καλῶ σύστοιχα, γένει δ’ ἕτερα· τὸ γλυκὺ δὲ τοῦ μέλανος πλεῖον ἔτι τῷ εἴδει διαφέρει ἢ τὸ λευκόν), ἔτι ἂν ἧττον ἅμα ἐνδέχοιτο αὐτὰ αἰσθάνεσθαι ἢ τὰ τῷ γένει ταὐτά.
因此,如果那些被称为对应物但属于不同属的事物,比属于同一属的事物之间相距更远且更有差异(我的意思是,例如,我把甜和白称为对应物,虽然它们在属上不同;而甜在种上与黑色的差异比起白色与黑色的差异还要大),那么同时感觉它们,比起同时感觉属上相同的事物,就更加不可能了。
§7.15Ὥστ’ εἰ μὴ ταῦτα, οὐδ’ ἐκεῖνα.
因此,如果前者不能,后者也不能。
Ὃ δὲ λέγουσί τινες τῶν περὶ τὰς συμφωνίας, ὅτι οὐχ ἅμα μὲν ἀφικνοῦνται οἱ ψόφοι, φαίνονται δέ, καὶ λανθάνει, ὅταν ὁ χρόνος ᾖ ἀναίσθητος, πότερον ὀρθῶς λέγεται ἢ οὔ;
至于那些研究协和音的人所说的一些话,即声音实际上并非同时到达,只是显得同时到达,且当时间间隔不可感觉时,这一点就被忽略了——这说得对不对呢?
§7.16Τάχα γὰρ ἂν φαίη τις καὶ νῦν παρὰ τοῦτο δοκεῖν ἅμα ὁρᾶν καὶ ἀκούειν, ὅτι οἱ μεταξὺ χρόνοι λανθάνουσιν.
因为或许有人会说,甚至在目前的情况下,也是因为这个原因我们才似乎同时看到和听到,即因为其间的时间间隔被忽略了。
Ἢ τοῦτ’ οὐκ ἀληθές, οὐδ’ ἐνδέχεται χρόνον εἶναι ἀναίσθητον οὐδένα οὐδὲ λανθάνειν, ἀλλὰ παντὸς ἐνδέχεται αἰσθάνεσθαι.
或者,这并不真实,根本不可能有任何不可感觉的时间,也不可能被忽略,相反,感觉任何时间都是可能的?
§7.17Εἰ γὰρ ὅτε αὐτὸς αὑτοῦ τις αἰσθάνεται ἢ ἄλλου ἐν συνεχεῖ χρόνῳ, μὴ ἐνδέχεται τότε λανθάνειν ὅτι ἐστίν, ἔστι δέ τις ἐν τῷ συνεχεῖ καὶ τοσοῦτος ὅσος ὅλως ἀναίσθητός ἐστι, δῆλον ὅτι τότε λανθάνοι ἂν εἰ ἔστιν αὐτὸς αὑτόν, καὶ εἰ ὁρᾷ, καὶ οὐκ αἰσθάνεται·
因为,如果当某人在连续的时间中感觉到自己或别的事物时,他当时不可能忽略自己存在这一事实,而在那连续的时间中却有某个部分小到完全不可感觉,那么显然,他当时就会忽略自己是否存在,且即使他在看,他也没有感觉到[自己在看]。
καὶ εἰ αἰσθάνεται, ἔτι οὐκ ἂν εἴη οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ, εἰ μὴ οὕτως, ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ, εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον ὅλως διὰ μικρότητα· εἰ γὰρ τὴν ὅλην ὁρᾷ, καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον, οὐ τῶν νῦν τούτων τινί.
即使他确实在感觉,也就不再有他所感觉到的任何时间或事物、或者他在其中进行感觉的时间,除非是由于这种方式,即他是在这时间的某一部分中看、或看着这事物的某一部分,如果时间或事物确实存在因其微小而完全不可感觉的某种大小的话;因为如果他看到了整体,且在相同的连续时间内进行感觉,他就不是通过这些“现在”(或不可感觉的部分)中的任何一个来进行的。
§7.18Ἀφῃρήσθω ἡ τὸ Γ Β, ἐν ᾗ οὐκ ᾐσθάνετο.
设他在其中没有进行感觉的CB部分已被减去。
Οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι, ὥσπερ τὴν γῆν ὁρᾷ ὅλην, ὅτι τοδὶ αὐτῆς, καὶ ἐν τῷ ἐνιαυτῷ βαδίζει, ὅτι ἐν τῷδε τῷ μέρει αὐτοῦ.
那么,他[进行感觉]是在这部分的某个部分中,或者是在这部分的某个部分里吗? 正如他看到整个地球是因为他看到了它的这个部分,在一整年中行走是因为他在这一年的这个部分中行走。
Ἀλλὰ μὴν ἐν τῷ Β Γ οὐδὲν αἰσθάνεται.
然而,在 BC中他什么也没感觉到。
Τῷ ἄρα ἐν τούτου τινὶ τοῦ Α Β αἰσθάνεσθαι λέγεται τοῦ ὅλου αἰσθάνεσθαι καὶ τὴν ὅλην.
因此,正是通过在AB的某一部分中进行感觉,他才被说成是感觉到了整体和整个[事物]。
§7.19Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς Α Γ· ἀεὶ γὰρ ἐν τινὶ καὶ τινός, ὅλου δ’ οὐκ ἔστιν αἰσθάνεσθαι.
同样的论点也适用于AC;因为他总是只在某一部分中、且感觉某一部分,而不可能感觉整体。
Ἅπαντα μὲν οὖν αἰσθητά ἐστιν, ἀλλ’ οὐ φαίνεται ὅσα ἐστίν· τοῦ γὰρ ἡλίου τὸ μέγεθος ὁρᾷ καὶ τὸ τετράπηχυ πόρρωθεν, ἀλλ’ οὐ φαίνεται ὅσον, ἀλλ’ ἐνίοτε ἀδιαίρετον, ὁρᾷ δ’ οὐκ ἀδιαίρετον.
因此,一切事物都是可感觉的,但它们显现出来的并非它们的实际大小;因为他从远处看到了太阳的体积,即那个四肘宽的体积,但它并不显现出它有多大,而是有时显现为不可分的,尽管他看到的并不是不可分的东西。

词汇与语法注释

  1. §7.11ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ — 意为“在相同且不可分(的时间/主体)中”。此处省略了“时间”(χρόνῳ)或“主体/承受者”(ὑποκειμένῳ)。由于在前文 §7.1 中曾明确提到“ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ”(在相同且不可分的时间中),因此在此处同样补充“时间”是最为自然的理解。
  2. §7.12τὰ μὲν γὰρ τοῦ λευκοῦ τὰ δὲ τοῦ μέλανός ἐστιν — 意为“有些属于白色(的系统),有些属于黑色(的系统)”。属格 τοῦ λευκοῦ 和 τοῦ μέλανος 是所属属格,表示中间颜色或性质属于由相反的两极(即白或黑)所主导的各自系列或“阵营”。
  3. §7.14τὸ γλυκὺ δὲ τοῦ μέλανος πλεῖον ἔτι τῷ εἴδει διαφέρει ἢ τὸ λευκόν — 双重比较结构,意为“甘甜在种属上与黑色的差异,比白色[与黑色的差异]还要大”。理解此句时必须补充省略的成分:“τὸ λευκόν [τοῦ μέλανος διαφέρει]”。
  4. §7.17εἰ μὴ οὕτως, ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ — 限制性的插入句,意为“除非是以这种方式,即在这[时间/事物]的某一部分中进行感觉,或者看着这[事物]的某一部分”。它修饰前文的“不再有他所感觉到的任何时间或事物、或者他在其中进行感觉的时间”,提出了只有在感觉其部分的意义上才能说感觉到了整体的这一条件。

引用这一段

亚里士多德, 论感觉与所感物 §7.11-7.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:7.11-7.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。