Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §7.1-7.10

同时感觉两种对象的可能性与运动干扰

第 13 段,共 15 段 · 希腊语

内容简介

本节提出了是否可能在同一不可分的时间内同时感觉两个不同对象的问题,并在较大运动排挤较小运动的前提下,讨论了在相同或不同感觉通道中混合与感觉的限制。

§7.1Ἔστι δέ τις ἀπορία καὶ ἄλλη τοιάδε περὶ αἰσθήσεως, πότερον ἐνδέχεται δυεῖν ἅμα αἰσθάνεσθαι ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ, ἢ οὔ, εἰ δὴ ἀεὶ ἡ μείζων κίνησις τὴν ἐλάττω ἐκκρούει·
关于感觉,还有另一个这样的难题:如果在相同且不可分的时间内,较大的运动总是排挤掉较小的运动,那么是否可能同时感觉两件事物,或者不能?
διὸ ἐπιφερομένων ἐπὶ τὰ ὄμματα οὐκ αἰσθάνονται, ἐὰν τύχωσι σφόδρα τι ἐννοοῦντες ἢ φοβούμενοι ἢ ἀκούοντες πολὺν ψόφον.
因此,当事物被呈现在眼前时,如果人们恰好在极力思考某事、恐惧、或听到巨大的响声,他们就感觉不到它们。
§7.2Τοῦτο δὴ ὑποκείσθω, καὶ ὅτι ἑκάστου μᾶλλον ἔστιν αἰσθάνεσθαι ἁπλοῦ ὄντος ἢ κεκραμένου, οἷον οἴνου ἀκράτου ἢ κεκραμένου, καὶ μέλιτος, καὶ χρόας, καὶ τῆς νήτης μόνης ἢ ἐν τῷ διὰ πασῶν, διὰ τὸ ἀφανίζειν ἄλληλα.
那么,让我们把这一点作为前提,并且,每一个事物在单纯存在时,比起在混合状态下更易于被感觉,例如纯酒比起掺水的酒,以及蜜、颜色,还有最高音单独存在时比起在八度音程中,因为它们彼此遮蔽。
§7.3Τοῦτο δὲ ποιεῖ ἐξ ὧν ἕν τι γίνεται.
而这种情况发生在那些能从中产生出某种单一事物的东西里。
Εἰ δὴ ἡ μείζων τὴν ἐλάττω κίνησιν ἐκκρούει, ἀνάγκη, ἂν ἅμα ὦσι, καὶ αὐτὴν ἧττον αἰσθητὴν εἶναι ἢ εἰ μόνη ἦν· ἀφαιρεῖται γάρ τι ἡ ἐλάττων μιγνυμένη, εἴπερ ἅπαντα τὰ ἁπλᾶ μᾶλλον αἰσθητά ἐστίν.
如果较大的运动确实排挤了较小的运动,那么必然地,如果它们同时存在,该运动本身比起它单独存在时也更不易被感觉;因为如果所有单纯之物都更容易被感觉,那么较小的运动混合进来时就会减损掉一些东西。
Ἐὰν ἄρα ἴσαι ὦσιν ἕτεραι οὖσαι, οὐδετέρας ἔσται αἴσθησις· ἀφανιεῖ γὰρ ἡ ἑτέρα ὁμοίως τὴν ἑτέραν.
因此,如果它们大小相等但彼此不同,就将不会有对其中任何一者的感觉;因为一者将同样地遮蔽另一者。
Ἁπλῆς δ’ οὐκ ἔστιν αἰσθάνεσθαι.
而要感觉其中任何一个单纯之物是不可能的。
§7.4Ὥστε ἢ οὐδεμία ἔσται αἴσθησις ἢ ἄλλη ἐξ ἀμφοῖν.
因此,要么根本没有感觉,要么产生由两者结合而成的另一种感觉。
Ὅπερ καὶ γίνεσθαι δοκεῖ ἐκ τῶν κεραννυμένων ἐν ᾧ ἂν μιχθῶσιν.
这似乎也确实发生在那些混合物中,在它们被混合的媒介中。
§7.5Ἐπεὶ οὖν ἐκ μὲν ἐνίων γίνεταί τι, ἐκ δ’ ἐνίων οὐ γίνεται, τοιαῦτα δὲ τὰ ὑφ’ ἑτέραν αἴσθησιν· μίγνυνται γὰρ ὧν τὰ ἔσχατα ἕν· οὐκ ἔστι δ’ ἐκ λευκοῦ καὶ ὀξέος ἓν γενέσθαι ἀλλ’ ἢ κατὰ συμβεβηκός, ἀλλ’ οὐχ ὡς ἐξ ὀξέος καὶ βαρέος συμφωνία· οὐκ ἄρα οὐδ’ αἰσθάνεσθαι ἐνδέχεται αὐτῶν ἅμα.
既然从某些事物中可以产生某种东西,而从另一些事物中则不能,且属于不同感觉的事物就是后面这种情形——因为那些其极端为一的事物才能混合,而从白色和高音中要产生一个东西,除非是偶然的,而不能像高音与低音产生协和音那样——因此,也不可能同时感觉它们。
§7.6Ἴσαι μὲν γὰρ οὖσαι αἱ κινήσεις ἀφανιοῦσιν ἀλλήλας, ἐπεὶ μία οὐ γίνεται ἐξ αὐτῶν.
因为如果运动相等,它们将彼此遮蔽,因为它们不能产生单一的运动。
Ἐὰν δ’ ἄνισοι, ἡ κρείττων αἴσθησιν ἐμποιήσει, ἐπεὶ μᾶλλον ἅμα δυεῖν αἴσθοιτ’ ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν μία αἴσθησις, οἷον ὀξέος καὶ βαρέος· μᾶλλον γὰρ ἅμα ἡ κίνησις τῆς μιᾶς ταύτης ἢ τοῖν δυοῖν, οἷον ὄψεως καὶ ἀκοῆς.
但如果它们不相等,较强的一个将产生感觉,因为在存在单一感觉的情形中,灵魂更容易通过这单一感觉同时感知两者,例如高音和低音;因为这单一感觉的运动比起两者的运动,例如视觉和听觉,更为同时发生。
§7.7Τῇ μιᾷ δὲ ἅμα δυοῖν οὐκ ἔστιν αἰσθάνεσθαι ἂν μὴ μιχθῇ· τὸ γὰρ μῖγμα ἓν βούλεται εἶναι, τοῦ δ’ ἑνὸς μία αἴσθησις, ἡ δὲ μία ἅμα αὑτῇ.
但在单一感觉中,除非它们被混合,否则不可能同时感觉两者;因为混合物倾向于成为一,而对于一则有单一的感觉,并且单一的感觉是与自身同时的。
Ὥστ’ ἐξ ἀνάγκης τῶν μεμιγμένων ἅμα αἰσθάνεται, ὅτι μιᾷ αἰσθήσει κατ’ ἐνέργειαν αἰσθάνεται· ἑνὸς μὲν γὰρ ἀριθμῷ ἡ κατ’ ἐνέργειαν μία, εἴδει δὲ ἡ κατὰ δύναμιν μία.
因此,必然会同时感觉混合之物,因为人们是通过现实活动中的单一感觉来感觉它们的;因为现实活动中的单一感觉对于数量上的一是单一的,而潜能中的单一感觉则是种属上的一。
Καὶ εἰ μία τοίνυν ἡ αἴσθησις ἡ κατ’ ἐνέργειαν, ἓν ἐκεῖνα ἐρεῖ.
因此,如果现实活动中的感觉是一,它就会宣称那些事物是一。
§7.8Μεμῖχθαι ἄρα ἀνάγκη αὐτά.
因此,它们必然被混合。
Ὅταν ἄρα μὴ ᾖ μεμιγμένα, δύο ἔσονται αἰσθήσεις αἱ κατ’ ἐνέργειαν.
那么,当它们未被混合时,就会有两种现实活动中的感觉。
Ἀλλὰ κατὰ μίαν δύναμιν καὶ ἄτομον χρόνον μίαν ἀνάγκη εἶναι τὴν ἐνέργειαν· μιᾶς γὰρ εἰσάπαξ μία κίνησις καὶ χρῆσις, μία δὲ ἡ δύναμις.
但是在单一的潜能中且在不可分的时间内,现实活动必然是一;因为对于单一的潜能,一次只有单一的运动和使用,而且潜能是一。
Οὐκ ἄρα ἐνδέχεται δυεῖν ἅμα αἰσθάνεσθαι τῇ μιᾷ αἰσθήσει.
因此,不可能通过单一感觉同时感觉两者。
§7.9Ἀλλὰ μὴν εἰ τὰ ὑπὸ τὴν αὐτὴν αἴσθησιν ἅμα ἀδύνατον, ἐὰν ᾖ δύο, δῆλον ὅτι ἧττον ἔτι τὰ κατὰ δύο αἰσθήσεις ἐνδέχεται ἅμα αἰσθάνεσθαι, οἷον λευκὸν καὶ γλυκύ.
然而,如果对于同一种感觉下的事物,如果是两个,就不能同时感觉,那么显然,对于属于两种不同感觉的事物,例如白色和甜,就更不可能同时感觉。
Φαίνεται γὰρ τὸ μὲν τῷ ἀριθμῷ ἓν ἡ ψυχὴ οὐδενὶ ἑτέρῳ λέγειν ἀλλ’ ἢ τῷ ἅμα, τὸ δὲ τῷ εἴδει ἓν τῇ κρινούσῃ αἰσθήσει καὶ τῷ τρόπῳ.
因为灵魂似乎不通过别的方式,而只通过“同时”来宣称数量上的一,而通过判定性的感觉和方式来宣称种属上的一。
§7.10Λέγω δὲ τοῦτο, ὅτι ἴσως τὸ λευκὸν καὶ τὸ μέλαν, ἕτερον τῷ εἴδει ὄν, ἡ αὐτὴ κρίνει, καὶ τὸ γλυκὺ καὶ τὸ πικρόν, ἡ αὐτὴ μὲν ἑαυτῇ, ἐκείνης δ’ ἄλλη, ἀλλ’ ἑτέρως ἑκάτερον τῶν ἐναντίων, ὡς δ’ αὕτως ἑαυταῖς τὰ σύστοιχα, οἷον ὡς ἡ γεῦσις τὸ γλυκύ, οὕτως ἡ ὄψις τὸ λευκόν· ὡς δ’ αὕτη τὸ μέλαν, οὕτως ἐκείνη τὸ πικρόν.
我这样说是因为,或许白色和黑色在种属上不同,但由同一种感觉判定,甜和苦也由同一种感觉判定,这感觉自身相同,但不同于前一个感觉;但这感觉以不同的方式判定相反之物的每一者,而且同样地以对应的方式判定它们各自的相关物,例如:正如味觉之于甜,视觉也之于白;正如视觉之于黑,味觉也之于苦。

词汇与语法注释

  1. 7.1ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ — 在探讨同时进行两种感觉的可能性时,“相同且不可分的时间”被提出作为标准。
  2. 7.3Ἁπλῆς δ’ οὐκ ἔστιν αἰσθάνεσθαι. — 此处的 ἁπλῆς(省略了 αἰσθήσεως)是指在两种感觉运动力量相等、相互抵消的情况下,无法产生任何“单纯的”(未混合的、单一的)感觉。
  3. 7.6ὧν μία αἴσθησις — 关系代词 ὧν(属格、复数)的先行词是前文的 δυεῖν,意为“对于这两种事物而言,存在着单一的感觉”,例如同属于听觉的高音和低音。
  4. 7.7ἑνὸς μὲν γὰρ ἀριθμῷ ἡ κατ’ ἐνέργειαν μία — 这里对比了现实活动(ἐνέργεια)中感觉的统一性与潜能(δύναμις)中感觉的统一性。对于数量上为一的对象,感觉活动在现实中为一;而对于种属上为一的对象,感觉能力在潜能中为一。

引用这一段

亚里士多德, 论感觉与所感物 §7.1-7.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:7.1-7.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。