§7.20Ἡ δ’ αἰτία εἴρηται ἐν τοῖς ἔμπροσθεν περὶ τούτου.
这一原因在前面已经说明了。
Ὅτι μὲν οὖν οὐθείς ἐστι χρόνος ἀναίσθητος, ἐκ τούτων φανερόν· περὶ δὲ τῆς πρότερον λεχθείσης ἀπορίας σκεπτέον, πότερον ἐνδέχεται ἅμα πλειόνων αἰσθάνεσθαι ἢ οὐκ ἐνδέχεται.
因此,从这些事实来看,显然不存在不可感觉的时间;但我们必须考虑先前讨论过的难点,即是否可能同时感觉多个事物。
Τὸ δ’ ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πρὸς ἄλληλα.
我所说的“同时”,是指相对于彼此而言,在单一且不可分割的时间内。
§7.21Πρῶτον μὲν οὖν ἆρ’ ὧδ’ ἐνδέχεται, ἅμα μέν, ἑτέρῳ δὲ τῆς ψυχῆς αἰσθάνεσθαι, καὶ οὐ τῷ ἀτόμῳ, οὕτω δ’ ἀτόμῳ ὡς παντὶ ὄντι συνεχεῖ;
首先,是否可能以这种方式:即,同时地、但用灵魂的不同部分来感觉,而不是用不可分割的部分,也就是用作为整体而连续的那种“不可分”来感觉?
Ἢ ὅτι πρῶτον μὲν τὰ κατὰ τὴν μίαν αἴσθησιν, οἷον λέγω ὄψιν, εἰ ἔσται ἄλλῳ αἰσθανομένη ἄλλου καὶ ἄλλου χρώματος, πλείω τε μέρη ἕξει εἴδει ταὐτά;
或者是因为,首先,关于属于单一感觉的事物(例如视觉),如果视觉要用不同的部分去感觉不同颜色,它就将拥有多个在种上相同的部分?
§7.22Καὶ γὰρ ἃ αἰσθάνεται, ἐν τῷ αὐτῷ γένει ἐστίν.
因为它所感觉的对象确实属于同一个属。
Εἰ δὲ ὅτι ὡς δύο ὄμματα φαίη τις, οὐδὲν κωλύει, οὕτω καὶ ἐν τῇ ψυχῇ, ὅτι ἴσως ἐκ μὲν τούτων ἕν τι γίνεται καὶ μία ἡ ἐνέργεια αὐτῶν· ἐκεῖ δέ, εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν, ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται, εἰ δὲ χωρίς, οὐχ ὁμοίως ἕξει.
但是,如果有人说,正如人有两只眼睛一样,在灵魂中也没有什么能阻止同样的事情发生,回答是这或许是因为由这些眼睛产生了一个单一的东西,它们的操作也是单一的;而在灵魂中,如果由两者结合而成的是一,那么这结合体就是感觉的主体,但如果是分离的,情况就不会相同。
§7.23Ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἔσονται, ὥσπερ εἴ τις ἐπιστήμας διαφόρους φαίη· οὔτε γὰρ ἡ ἐνέργεια ἄνευ τῆς καθ’ αὑτὴν ἔσται δυνάμεως, οὔτ’ ἄνευ ταύτης ἔσται αἴσθησις.
此外,相同的感官将变成多个,正如有人说对同一事物有不同的知识一样;因为没有相应的能力,操作就不会存在,而没有操作,感觉也不会存在。
Εἰ δὲ τούτων ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται, δῆλον ὅτι καὶ τῶν ἄλλων· μᾶλλον γὰρ ἐνεδέχετο τούτων ἅμα πλειόνων ἢ τῶν τῷ γένει ἑτέρων.
如果灵魂是在单一且不可分割的时间内感觉这些,那么显然,感觉其他事物也是如此;因为同时感觉多个此类事物,比起感觉属上不同的事物,本是更为可能的。
§7.24Εἰ δὲ δὴ ἄλλῳ μὲν γλυκέος ἄλλῳ δὲ λευκοῦ αἰσθάνεται ἡ ψυχὴ μέρει, ἤτοι τὸ ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν.
但是,如果灵魂用一部分感觉甜,用另一部分感觉白,那么由这些部分构成的结合体要么是一个整体,要么不是一个。
Ἀλλ’ ἀνάγκη ἕν· ἓν γάρ τι τὸ αἰσθητικόν ἐστι μέρος.
但这必须是一个;因为进行感觉的部分是某种单一的东西。
Τίνος οὖν ἐκεῖνο ἑνός;
那么,这又是哪个单一事物的部分呢?
Οὐδὲν γὰρ ἐκ τούτων ἕν.
因为由这些中并不能产生任何一个单一的东西。
Ἀνάγκη ἄρα ἕν τι εἶναι τῆς ψυχῆς, ᾧ ἅπαντα αἰσθάνεται, καθάπερ εἴρηται πρότερον, ἄλλο δὲ γένος δι’ ἄλλου.
因此,灵魂中必须存在某种单一的东西,灵魂借以感觉一切,正如先前所说的那样,尽管它通过不同的媒介来感觉不同的属。
§7.25Ἆρ’ οὖν ᾗ μὲν ἀδιαίρετόν ἐστι κατ’ ἐνέργειαν, ἕν τί ἐστι τὸ αἰσθητικὸν γλυκέος καὶ λευκοῦ, ὅταν δὲ διαιρετὸν γένηται κατ’ ἐνέργειαν, ἕτερον;
那么,是否在操作上不可分时,感觉甜与白的主体是同一个,而当它在操作上变为可分时,它就是不同的?
Ἢ ὥσπερ ἐπὶ τῶν πραγμάτων αὐτῶν ἐνδέχεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς.
或者,正如在事物本身上是可能的一样,在灵魂中也是如此?
Τὸ γὰρ αὐτὸ καὶ ἓν ἀριθμῷ λευκὸν καὶ γλυκύ ἐστι, καὶ ἄλλα πολλά, εἰ μὴ χωριστὰ τὰ πάθη ἀλλήλων, ἀλλὰ τὸ εἶναι ἕτερον ἑκάστῳ.
因为在数目上相同且为一的事物,既可以是白的,也可以是甜的,还可以是其他许多东西,只要这些属性彼此不相分离,尽管它们各自的本质是不同的。
§7.26Ὁμοίως τοίνυν θετέον καὶ ἐπὶ τῆς ψυχῆς τὸ αὐτὸ καὶ ἓν εἶναι ἀριθμῷ τὸ αἰσθητικὸν πάντων, τῷ μέντοι εἶναι ἕτερον καὶ ἕτερον τῶν μὲν γένει τῶν δὲ εἴδει.
因此,在灵魂中同样必须假定,感觉一切事物的主体在数目上是相同且为一的,但在其本质上,它对某些事物而言在属上不同,对另一些事物而言在种上不同。
Ὥστε καὶ αἰσθάνοιτ’ ἂν ἅμα τῷ αὐτῷ καὶ ἑνί, λόγῳ δ’ οὐ τῷ αὐτῷ.
因此,它可以凭借相同且单一的主体同时进行感觉,但在定义上并不是相同的。
Ὅτι δὲ τὸ αἰσθητὸν πᾶν ἐστὶ μέγεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητόν, δῆλον.
而一切可感觉的对象都是大小,不存在不可分割的可感觉对象,这是显而易见的。
§7.27Ἔστι γὰρ ὅθεν μὲν οὐκ ἂν ὀφθείη, ἄπειρον τὸ ἀπόστημα, ὅθεν δὲ ὁρᾶται, πεπερασμένον.
因为存在着无法看见的距离,这是无限的;而可以看见的距离则是有限的。
Ὁμοίως δὲ καὶ τὸ ὀσφραντὸν καὶ ἀκουστὸν καὶ ὅσων μὴ αὐτῶν ἁπτόμενοι αἰσθάνονται.
对于可嗅物、可听物,以及一切他们不直接接触而感觉到的事物,情况也是类似的。
Ἔστι δέ τι ἔσχατον τοῦ ἀποστήματος ὅθεν οὐχ ὁρᾶται, καὶ πρῶτον ὅθεν ὁρᾶται.
在无法看见的距离中存在着一个极限,而在可以看见的距离中存在着一个起点。
§7.28Τοῦτο δὴ ἀνάγκη ἀδιαίρετον εἶναι, οὗ ἐν μὲν τῷ ἐπέκεινα οὐκ ἐνδέχεται αἰσθάνεσθαι ὄντος, ἐν δὲ τῷ ἐπὶ ταδὶ ἀνάγκη αἰσθάνεσθαι.
这一界限必须是不可分割的;因为当对象处于其彼端时,不可能感觉它,而当对象处于其此端时,则必然感觉它。
Εἰ δή τί ἐστιν ἀδιαίρετον αἰσθητόν, ὅταν τεθῇ ἐπὶ τῷ ἐσχάτῳ ὅθεν ἐστὶν ὕστατον μὲν οὐκ αἰσθητὸν πρῶτον δ’ αἰσθητόν, ἅμα συμβήσεται ὁρατὸν εἶναι καὶ ἀόρατον· τοῦτο δ’ ἀδύνατον.
如果确实存在某种不可分割的可感觉对象,当它被置于极限上时,就会导致它同时是可见的又不可见的;而这是不可能的。
Περὶ μὲν οὖν τῶν αἰσθητηρίων καὶ τῶν αἰσθητῶν τίνα τρόπον ἔχει καὶ κοινῇ καὶ καθ’ ἕκαστον αἰσθητήριον εἴρηται·
因此,关于感官和可感觉对象,无论是作为共性还是就每个特定的感官而言,它们的状况如何,已经说明完毕。