§6.12Ἆρ’ οὖν οὕτω καὶ τὸ ὁρώμενον καὶ τὸ φῶς;
那么,可见之物和光也是这样吗?
Καθάπερ καὶ Ἐμπεδοκλῆς φησὶν ἀφικνεῖσθαι πρότερον τὸ ἀπὸ τοῦ ἡλίου φῶς εἰς τὸ μεταξὺ πρὶν πρὸς τὴν ὄψιν ἢ ἐπὶ τὴν γῆν.
正如恩培多克勒所说,来自太阳的光在到达视觉或地面之前,先到达中间空间。
§6.13Δόξειε δ’ ἂν εὐλόγως τοῦτο συμβαίνειν· τὸ γὰρ κινούμενον κινεῖταί ποθέν ποι, ὥστ’ ἀνάγκη εἶναί τινα καὶ χρόνον ἐν ᾧ κινεῖται ἐκ θατέρου πρὸς θάτερον· ὁ δὲ χρόνος πᾶς διαιρετός, ὥστε ἦν ὅτε οὔπω ἑωρᾶτο ἀλλ’ ἔτ’ ἐφέρετο ἡ ἀκτὶς ἐν τῷ μεταξύ.
而这似乎是合乎情理地发生的;因为运动着的东西是从某处向某处运动,所以也必然有它从一处向另一处运动的时间;而所有的时间都是可分的,因此曾有一个时刻,光线还没有被看见,而是在中间空间里被传送着。
§6.14Καὶ εἰ ἅπαν ἅμα ἀκούει καὶ ἀκήκοε καὶ ὅλως αἰσθάνεται καὶ ᾔσθηται, καὶ μή ἐστι γένεσις αὐτῶν, ἀλλ’ εἰσὶν ἄνευ τοῦ γίνεσθαι ὅμως οὐδὲν ἧττον, ὥσπερ ὁ ψόφος ἤδη γεγενημένης τῆς πληγῆς οὔπω πρὸς τῇ ἀκοῇ.
而且,即使人们同时在听并且已经听到,总的来说在感觉并且已经感觉到,并且它们没有生成过程,而是无需生成就存在,但尽管如此,情况也同样如此,正如击打已经发生,但声音尚未到达听觉一样。
§6.15Δηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν γραμμάτων μετασχημάτισις, ὡς γιγνομένης τῆς φορᾶς ἐν τῷ μεταξύ· οὐ γὰρ τὸ λεχθὲν φαίνονται ἀκηκοότες διὰ τὸ μετασχηματίζεσθαι φερόμενον τὸν ἀέρα.
而这也可以通过字母的变形来表明,因为传送发生在中间空间;因为由于被传送的空气发生变形,人们显现出并没有听到所说的话。
Ἆρ’ οὖν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς;
那么,颜色和光也是这样吗?
§6.16Οὐ γὰρ δὴ τῷ πῶς ἔχειν τὸ μὲν ὁρᾷ τὸ δ’ ὁρᾶται, ὥσπερ ἴσα ἐστίν· οὐθὲν γὰρ ἔδει που ἑκάτερον εἶναι· τοῖς γὰρ ἴσοις γινομένοις οὐδὲν διαφέρει ἢ ἐγγὺς ἢ πόρρω ἀλλήλων εἶναι.
因为一者看而另一者被看,这绝非由于处于某种状态,就像相等之物那样;因为如果是这样,各自就根本没有必要存在于某处;因为对于变得相等的事物来说,彼此相近还是相远并没有任何区别。
§6.17Ἣ περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον· ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ συνεχῆ μέν, ἀλλ’ ὅμως μεμέρισται ἀμφοτέρων ἡ κίνησις.
或者,在声音和气味方面,这种情况的发生是合理的;因为尽管空气和水是连续的,但两者的运动还是被分割了。
Διὸ καὶ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δ’ ὡς οὔ.
因此,既在某种意义上,先者与后者听到并嗅到的是相同的东西,又在某种意义上并非如此。
§6.18Δοκεῖ δέ τισιν εἶναι ἀπορία καὶ περὶ τούτων· ἀδύνατον γάρ φασί τινες ἄλλον ἄλλῳ τὸ αὐτὸ ἀκούειν ἢ ὁρᾶν καὶ ὀσφραίνεσθαι· οὐ γὰρ οἷόν τ’ εἶναι πολλοὺς καὶ χωρὶς ὄντας ἀκούειν ἢ ὀσφραίνεσθαι· τὸ γὰρ ἓν χωρὶς ἂν αὐτὸ αὑτοῦ εἶναι.
但对某些人来说,这些事情似乎也是一个难题;因为有些人说,一个人与另一个人听到、看到或嗅到相同的东西是不可能的;因为他们说,许多彼此分离的人不可能听到或嗅到相同的东西;因为否则,那单一的东西就会与自身分离开来。
§6.19Ἢ τοῦ μὲν κινήσαντος πρῶτον, οἷον τῆς κώδωνος ἢ λιβανωτοῦ ἢ πυρός, τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμῷ αἰσθάνονται πάντες, τοῦ δὲ δὴ ἰδίου ἑτέρου ἀριθμῷ, εἴδει δὲ τοῦ αὑτοῦ, διὸ ἅμα πολλοὶ ὁρῶσι καὶ ὀσμῶνται καὶ ἀκούουσιν.
或者,在最初引起运动的事物(如钟、乳香或火)的情形中,所有人感知到的是在数量上相同且单一的一个东西,但在各自固有的事物的情形中,他们感知到的则是数量上不同、但在种属上相同的东西,因此许多人同时看见、嗅到并听到?
Ἔστι δ’ οὔτε σώματα ταῦτα, ἀλλὰ πάθος καὶ κίνησίς τις (οὐ γὰρ ἂν τοῦτο συνέβαινεν), οὔτ’ ἄνευ σώματος.
而这些既不是物体,而是某种受动和运动(因为否则这种情况就不会发生),但也不是脱离物体的。
§6.20Περὶ δὲ τοῦ φωτὸς ἄλλος λόγος· τῷ εἶναι γάρ τι φῶς ἐστίν, ἀλλ’ οὐ κίνησίς τις.
但关于光,则有另一种说法;因为光由于作为某种东西而存在,而不是某种运动。
Ὅλως δὲ οὐδὲ ὁμοίως ἐπί τε ἀλλοιώσεως ἔχει καὶ φορᾶς· αἱ μὲν γὰρ φοραὶ εὐλόγως εἰς τὸ μεταξὺ πρῶτον ἀφικνοῦνται (δοκεῖ δ’ ὁ ψόφος εἶναι φερομένου τινὸς κίνησις), ὅσα δ’ ἀλλοιοῦται, οὐκέτι ὁμοίως· ἐνδέχεται γὰρ ἀθρόον ἀλλοιοῦσθαι, καὶ μὴ τὸ ἥμισυ πρότερον, οἷον τὸ ὕδωρ ἅμα πᾶν πήγνυσθαι.
一般而言,在变质和传送的情形中,情况并不相似;因为传送合理地首先到达中间空间(而声音似乎是某种被传送之物的运动),但对于发生变质的事物,情况就不再相似了;因为一件事物有可能猛然整体发生变质,而不是其一半先变质,就像水在一瞬间全部结冰一样。
§6.21Οὐ μὴν ἀλλ’ ἂν ᾖ πολὺ τὸ θερμαινόμενον ἢ πηγνύμενον, τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχει, τὰ δὲ πρῶτον ὑπ’ αὐτοῦ τοῦ ἀλλοιοῦντος μεταβάλλει, καὶ οὐκ ἀνάγκη ἅμα ἀλλοιοῦσθαι καὶ ἀθρόον.
然而,如果被加热或结冰的东西很多,那么相接的部分就会受到相接之物的影响,而最初的部分则在改变者本身的作用下发生变化,并且并不必然同时且整体地发生变质。
§6.22Ἦν δ’ ἂν καὶ τὸ γεύεσθαι ὥσπερ ἡ ὀσμή, εἰ ἐν ὑγρῷ ἦμεν καὶ πορρωτέρω ἔτι πρὶν θιγεῖν αὐτοῦ ᾐσθανόμεθα.
如果我们在液体中,并且在接触到它之前就从更远的地方感知到它,那么味觉也会像嗅觉一样。
Εὐλόγως δ’ ὧν ἐστὶ μεταξὺ τοῦ αἰσθητηρίου, οὐχ ἅμα πάντα πάσχει, πλὴν ἐπὶ τοῦ φωτὸς διὰ τὸ εἰρημένον.
在感觉器官之间有中间物的情形中,除了在光的情形中由于上述原因之外,并非所有部分都同时受到影响,这是合乎情理的。
Διὰ τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ὁρᾶν· τὸ γὰρ φῶς ποιεῖ τὸ ὁρᾶν.
而对于视觉,由于同样的原因也是如此;因为光产生了视觉。