Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §6.1-6.11

可感觉性质的无限可分性与潜在感知

第 11 段,共 15 段 · 希腊语

内容简介

本节探讨了如果身体无限可分,那么可感觉的性质是否也无限可分的问题,并通过引入感觉中潜能与现实的区分,解释了极小的性质如何在其单独存在时不被察觉、但在作为整体一部分时被感知的机制。

§6.1Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται, ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά, οἷον χρῶμα καὶ χυμὸς καὶ ὀσμὴ καὶ βάρος καὶ ψόφος καὶ ψυχρὸν καὶ θερμὸν καὶ κοῦφον καὶ σκληρὸν καὶ μαλακόν;
有人可能会产生疑问:如果每一个身体都是无限可分的,那么感觉到的性质——例如颜色、味道、气味、重量、声音、冷、热、轻、硬和软——是否也是[无限可分的],还是这是不可能的?
ἢ ἀδύνατον; ποιητικὸν γάρ ἐστιν ἕκαστον αὐτῶν τῆς αἰσθήσεως· τῷ δύνασθαι γὰρ κινεῖν αὐτὴν λέγεται πάντα.
因为它们中的每一个都具有产生感觉的作用;因为一切都是由于能够推动感觉而被说的。
§6.2Ὤστ’ ἀνάγκη τήν τε αἴσθησιν εἰς ἄπειρα διαιρεῖσθαι καὶ πᾶν εἶναι μέγεθος αἰσθητόν· ἀδύνατον γὰρ λευκὸν μὲν ὁρᾶν, μὴ ποσὸν δέ.
因此,感觉也必然是无限可分的,并且每一个大小都是可感觉的;因为看见一个不是量的白色事物是不空间上可能的。
Εἰ γὰρ μὴ οὕτως, ἐνδέχοιτ’ ἂν εἶναί τι σῶμα μηδὲν ἔχον χρῶμα μηδὲ βάρος μηδ’ ἄλλο τι τοιοῦτον πάθος.
因为如果不这样,就可能会有某种身体,它没有任何颜色,也没有重量,或任何其他此类性质。
Ὤστ’ οὐδ’ αἰσθητὸν ὅλως· ταῦτα γὰρ τὰ αἰσθητά.
从而,它根本就不是可感觉的;因为这些正是可感觉的对象。
§6.3Τὸ ἄρ’ αἰσθητὸν ἔσται συγκείμενον οὐκ ἐξ αἰσθητῶν.
那么,可感觉的对象将由不可感觉的要素构成。
Ἀλλ’ ἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν.
但[根据这种推论]这是必然的;因为这绝不是由数学对象构成的。
Ἔτι τίνι κρινοῦμεν ταῦτα ἢ γνωσόμεθα;
此外,我们将通过什么来判定或认识这些呢?
ἢ τῷ νῷ;
是通过理性吗?
Ἀλλ’ οὐ νοητά, οὐδὲ νοεῖ ὁ νοῦς τὰ ἐκτὸς μὴ μετ’ αἰσθήσεως ὄντα.
但它们不是理性的对象,理性也不思考不伴随感觉的外部事物。
Ἅμα δ’ εἰ ταῦτ’ ἔχει οὕτως, ἔοικε μαρτυρεῖν τοῖς τὰ ἄτομα ποιοῦσι μεγέθη· οὕτω γὰρ ἂν λύοιτο ὁ λόγος.
同时,如果情况是这样,似乎就在为那些设定不可分大小的人提供证据;因为这样一来,论证就能得到解决。
§6.4Ἀλλ’ ἀδύνατα· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς λόγοις τοῖς περὶ κινήσεως.
但这些是不可能的;关于它们,在关于运动的论著中已有探讨。
Περὶ δὲ τῆς λύσεως αὐτῶν ἅμα δῆλον ἔσται, καὶ διὰ τί πεπέρανται τὰ εἴδη καὶ χρώματος καὶ χυμοῦ καὶ φθόγγων καὶ τῶν ἄλλων αἰσθητῶν.
但伴随着这些问题的解决,为什么颜色、味道、声音及其他可感觉对象的种类是有限的,也将变得明朗。
Ὧν μὲν γάρ ἐστιν ἔσχατα, ἀνάγκη πεπεράνθαι τὰ ἐντός· τὰ δ’ ἐναντία ἔσχατα.
因为在具有端点的事物中,其内部的部分也必然是有限的;而相反者就是端点。
§6.5Πᾶν δὲ τὸ αἰσθητὸν ἔχει ἐναντίωσιν, οἷον ἐν χρώματι τὸ λευκὸν καὶ τὸ μέλαν, ἐν χυμῷ γλυκὺ καὶ πικρόν· καὶ ἐν τοῖς ἄλλοις δὴ πᾶσίν ἐστιν ἔσχατα τὰ ἐναντία.
每一个可感觉的对象都具有对立,例如在颜色中是白色和黑色,在味道中是甜和苦;而在所有其他事物中,相反者确实是端点。
Τὸ μὲν οὖν συνεχὲς εἰς ἄπειρα τέμνεται ἄνισα, εἰς δ’ ἴσα πεπερασμένα· τὸ δὲ μὴ καθ’ αὑτὸ συνεχὲς εἰς πεπερασμένα εἴδη.
因此,连续的东西虽然可以被无限地不等分割,但若进行等分则是有限的;而其自身不连续的东西,则被分割为有限的种类。
§6.6Ἐπεὶ οὖν τὰ μὲν πάθη ὡς εἴδη λεκτέον, ὑπάρχει δὲ συνέχεια ἀεὶ ἐν τούτοις, ληπτέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον· καὶ διὰ τοῦτο τὸ μυριοστημόριον λανθάνει τῆς κέγχρου ὁρωμένης, καίτοι ἡ ὄψις ἐπελήλυθεν, καὶ ὁ ἐν τῇ διέσει φθόγγος λανθάνει, καίτοι συνεχοῦς ὄντος ἀκούει τοῦ μέλους παντός.
既然这些性质必须被看作种类,并且连续性总是属于它们,我们必须把握,潜能和现实是不同的;因此,被看见的一粒小米的一万分之一虽然被视线所触及,却不被察觉,而半音中的声音虽然不被察觉,但由于整个旋律是连续的,人们听到了整个旋律。
§6.7Τὸ δὲ διάστημα τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους λανθάνει.
而介于端点之间的中间部分的空间[微小变化]也是不被察觉的。
Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αἰσθητοῖς τὰ μικρὰ πάμπαν· δυνάμει γὰρ ὁρατά, ἐνεργείᾳ δ’ οὔ, ὅταν χωρισθῇ· καὶ γὰρ ἐνυπάρχει δυνάμει ἡ ποδιαία τῇ δίποδι, ἐνεργείᾳ δ’ ἤδη διαιρεθεῖσα.
同样,在其他可感觉对象中,极小的性质[也是不被察觉的];因为它们在潜能上是可见的,但在分离时则在现实上不可见;因为一英尺的长度在潜能上存在于两英尺中,而在现实中只有在已经被分割时才存在。
§6.8Χωριζόμεναι δ’ αἱ τηλικαῦται ὑπεροχαὶ εὐλόγως μὲν ἂν καὶ διαλύοιντο εἰς τὰ περιέχοντα, ὥσπερ καὶ ἀκαριαῖος χυμὸς εἰς τὴν θάλατταν ἐκχυθείς.
而当如此微小的超出部分被分离时,合理地讲它们也会溶解到周围的环境中,就像一滴极微小的味道被倒入大海中一样。
§6.9Οὐ μὴν ἀλλ’ ἐπειδὴ οὐδ’ ἡ τῆς αἰσθήσεως ὑπεροχὴ καθ’ αὑτὴν αἰσθητὴ οὐδὲ χωριστή (δυνάμει γὰρ ἐνυπάρχει ἐν τῇ ἀκριβεστέρᾳ ἡ ὑπεροχή), οὐδὲ τὸ τηλικοῦτον αἰσθητὸν χωριστὸν ἔσται ἐνεργείᾳ αἰσθέσθαι, ἀλλ’ ὅμως ἔσται αἰσθητόν· δυνάμει τε γάρ ἐστιν ἤδη, καὶ ἐνεργείᾳ ἔσται προσγενόμενον.
然而,既然感觉的超出部分其自身既不可感觉也无法分离(因为超出部分在更准确的感觉中是以潜能存在的),那么如此大小的可感觉对象也不会在现实中分离而被感知,但它仍然是可感觉的;因为它在潜能上已经如此,且当被累加时在现实中也将如此。
§6.10Ὅτι μὲν οὖν ἔνια μεγέθη καὶ πάθη λανθάνει, καὶ διὰ τίν’ αἰτίαν, καὶ πῶς αἰσθητὰ καὶ πῶς οὔ, εἴρηται.
因此,为什么有些大小和性质不被察觉,以及由于什么原因,并且它们在何种意义上是可感觉的,在何种意义上不是,都已经说明了。
Ὅταν δὲ δὴ ἐνυπάρχοντα οὕτω πως ἄττα ᾖ ὥστε καὶ ἐνεργείᾳ αἰσθητὰ εἶναι, καὶ μὴ μόνον ἐν τῷ ὅλῳ ἀλλὰ καὶ χωρὶς ᾖ πεπερασμένα, ἀνάγκη εἶναι τὸν ἀριθμὸν καὶ χρώματα καὶ χυμοὺς καὶ φθόγγους.
但当某些此类事物以这样一种方式存在,以至于在现实中也是可感觉的,并且不仅在整体中,而且在分离时也是有限的时,颜色、味道和声音的数量必然是有限的。
§6.11Ἀπορήσειε δ’ ἄν τις, ἆρ’ ἀφικνοῦνται ἢ τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν, ὁποτέρως ποτὲ γίνεται ἡ αἴσθησις, ὅταν ἐνεργῶσιν, εἰς τὸ μέσον πρῶτον, οἷον ἥ τε ὀσμὴ φαίνεται ποιοῦσα καὶ ὁ ψόφος· πρότερον γὰρ ὁ ἐγγὺς αἰσθάνεται τῆς ὀσμῆς, καὶ ὁ ψόφος ὕστερον ἀφικνεῖται τῆς πληγῆς.
此外,有人可能会提出疑问:无论感觉是以何种方式产生,在它们起作用时,是可感觉对象本身,还是来自可感觉对象的运动,首先到达媒介物,就像气味和声音似乎所做的那样;因为靠近的人会较早地察觉到气味,而声音则比撞击到达得更晚。

词汇与语法注释

  1. §6.1εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται, ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά — 此处结合了条件从句(“如果每一个身体都无限可分”)和直接疑问句(“可感觉的性质是否也……”)。主句由带有 ἄν 的可能祈愿神气(ἀπορήσειε δ’ ἄν τις)引导,疑问部分省略了谓语动词(如“被分割”),需要从前文的条件句中予以补充。
  2. §6.3Ἀλλ’ ἀναγκαῖον — “但是[如此结论]是必然的。” 这一表达强调了在给定前提下,前一句得出的荒谬结论(即可感觉的对象由不可感觉的要素构成)在逻辑上的不可避免性。此处具有省略性质,需补入如 εἶναι 等不定式,或将前述的荒谬结论作为主语。
  3. §6.6τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον — 指亚里士多德哲学中“潜在(δυνάμει)”与“现实(ἐνεργείᾳ)”的基本区分。这构成了本章解决难题的核心逻辑:极小尺度的事物作为整体的一部分在潜在上是被感知的,但在被分离时则无法在现实中被感知。
  4. §6.9ἐνεργείᾳ ἔσται προσγενόμενον — 由主动词 ἔσται 与表示伴随或手段的分词 προσγενόμενον(被添加)构成的将来时迂回句式。它描述了微小、未被感知的性质在与其他部分“相累加”之后,最终在现实中变得可感知的过程。
  5. §6.11ὁποτέρως ποτὲ γίνεται ἡ αἴσθησις — 由关系副词 ὁποτέρως 与语气词 ποšč 引导的插入从句(“无论感觉是以这两种方式中的哪一种产生”)。它在当时关于感觉产生的两种理论之间保持中立:是可感觉对象本身通过媒介移动,还是源自它们的运动被传递。

引用这一段

亚里士多德, 论感觉与所感物 §6.1-6.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:6.1-6.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。