Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §5.22-5.32

不呼吸动物的嗅觉与气味的非营养性

第 10 段,共 15 段 · 希腊语

内容简介

亚里士多德论证了不呼吸的动物(如鱼和昆虫)也具有嗅觉,并通过与没有眼睑的眼睛进行类比来解释其感官结构。他指出嗅觉是介于触觉和媒介感觉之间的中间感觉,并驳斥了毕达哥拉斯学派认为某些动物可以以气味为营养的观点,强调气味的作用在于增进健康而非提供营养。

§5.22Τὰ δὲ μὴ ἀναπνέοντα ὅτι μὲν ἔχει αἴσθησιν τοῦ ὀσφραντοῦ, φανερόν· καὶ γὰρ ἰχθύες καὶ τὸ τῶν ἐντόμων γένος πᾶν ἀκριβῶς καὶ πόρρωθεν αἰσθάνεται, διὰ τὸ θρεπτικὸν εἶδος τῆς ὀσμῆς, ἀπέχοντα πολὺ τῆς οἰκείας τροφῆς, οἷον αἵ τε μέλιτται ποιοῦσι πρὸς τὸ μέλι καὶ τὸ τῶν μικρῶν μυρμήκων γένος, οὓς καλοῦσί τινες κνίπας, καὶ τῶν θαλαττίων αἱ πορφύραι, καὶ πολλὰ τῶν ἄλλων τῶν τοιούτων ζῴων ὀξέως αἰσθάνεται τῆς τροφῆς διὰ τὴν ὀσμήν.
至于不呼吸的动物,它们拥有对嗅觉对象的感知是显而易见的;因为鱼类和所有昆虫类动物,由于气味的营养类型,即使在远离其固有食物时,也能准确地从远处感知到,就像蜜蜂对蜂蜜所做的那样,以及一些人称之为“科尼普斯”的小蚂蚁类,海生动物中的红螺,以及许多其他此类动物也因气味而敏锐地感知到食物。
§5.23Ὅτῳ δὲ αἰσθάνεται, οὐχ ὁμοίως φανερόν.
但它们用什么器官感知,则同样不那么显而易见。
Διὸ κἂν ἀπορήσειέ τις τίνι αἰσθάνονται τῆς ὀσμῆς, εἴπερ ἀναπνέουσι μὲν γίνεται τὸ ὀσμᾶσθαι μοναχῶς·
因此,有人可能会产生疑问:既然闻到气味只有一种方式,即通过呼吸,那么它们是用什么来感知气味的呢?
τοῦτο γὰρ φαίνεται ἐπὶ τῶν ἀναπνεόντων συμβαῖνον πάντων, ἐκείνων δ’ οὐθὲν ἀναπνεῖ αἰσθάνεται μέντοι, εἰ μή τις παρὰ τὰς πέντε αἰσθήσεις ἑτέρα.
因为呼吸似乎发生在所有呼吸的动物身上,而上述动物中没有任何一个进行呼吸,然而它们却能感知,除非在五种感觉之外还有另一种感觉。
§5.24Τοῦτο δ’ ἀδύνατον·
但这是不可能的;因为嗅觉是针对嗅觉对象的,而它们感知的正是这种对象,尽管可能不以同样的方式。
τοῦ γὰρ ὀσφραντοῦ ὄσφρησις, ἐκεῖνα δὲ τούτου αἰσθάνονται, ἀλλ’ οὐ τὸν αὐτὸν ἴσως τρόπον, ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ ἐπικείμενον ὥσπερ πῶμά τι (διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα), τοῖς δὲ μὴ ἀναπνέουσιν ἀφῄρηται τοῦτο, καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζῴων, ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾶν, τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος, ἀλλ’ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὁρᾶν αὐτῷ εὐθύς.
在呼吸的动物中,呼吸移去了像盖子一样覆盖在其上的东西(因此在不呼吸时它们无法感知),而在不呼吸的动物中,这层覆盖物已被除去,就像眼睛的情况一样,有些动物有眼睑,如果不揭开就无法看见,而硬眼动物则没有眼睑,因此不需要任何东西去揭开,而是直接通过其具有视觉能力的部分进行观看。
§5.25Ὁμοίως δὲ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν οὐδὲν δυσχεραίνει τῶν καθ’ αὑτὰ δυσωδῶν τὴν ὀσμήν, ἂν μή τι τύχῃ φθαρτικὸν ὄν.
同样,其他任何动物都不会对自身难闻的气味感到厌烦,除非该气味恰好具有破坏性。
Ὑπὸ τούτων δ’ ὁμοίως φθείρεται καθάπερ καὶ οἱ ἄνθρωποι ὑπὸ τῆς τῶν ἀνθράκων ἀτμίδος καρηβαροῦσι καὶ φθείρονται πολλάκις· οὕτως ὑπὸ τῆς τοῦ θείου δυνάμεως καὶ τῶν ἀσφαλτωδῶν φθείρεται τἆλλα ζῷα, καὶ φεύγει διὰ τὸ πάθος.
由于这些破坏性的气味,它们同样会被毁灭,就像人类因木炭的蒸汽而感到头痛并常常丧命一样;因此,其他动物也会因硫磺和沥青物质的力量而被毁灭,并由于这种受动而逃跑。
§5.26Αὐτῆς δὲ καθ’ αὑτὴν τῆς δυσωδίας οὐδὲν φροντίζουσιν, καίτοι πολλὰ τῶν φυομένων δυσώδεις ἔχει τὰς ὀσμάς, ἐὰν μή τι συμβάλληται πρὸς τὴν γεῦσιν ἢ τὴν ἐδωδὴν αὐτοῖς.
它们完全不在意恶臭本身,尽管许多生长物具有难闻的气味,除非这些气味对它们的味觉或食物有所贡献。
§5.27Ἔοικε δ’ ἡ αἴσθησις ἡ τοῦ ὀσφραίνεσθαι περιττῶν οὐσῶν τῶν αἰσθήσεων καὶ τοῦ ἀριθμοῦ ἔχοντος μέσον τοῦ περιττοῦ καὶ αὐτὴ μέση εἶναι τῶν τε ἁπτικῶν, οἷον ἁφῆς καὶ γεύσεως καὶ τῶν δι’ ἄλλου αἰσθητικῶν, οἷον ὄψεως καὶ ἀκοῆς.
嗅觉这种感觉,既然感觉的数量是奇数,而奇数又拥有中间值,它自身似乎也就是触觉性感觉(如触觉和味觉)与通过其他介质感知的视觉性感觉(如视觉和听觉)之间的中间。
§5.28Διὸ καὶ τὸ ὀσφραντὸν τῶν θρεπτικῶν ἐστὶ πάθος τι (ταῦτα δ’ ἐν τῷ ἁπτῷ γένει), καὶ τοῦ ἀκουστοῦ δὲ καὶ τοῦ ὁρατοῦ, διὸ καὶ ἐν ἀέρι καὶ ἐν ὕδατι ὀσμῶνται.
因此,嗅觉对象既是营养物的一种受动(这些属于触觉门类),也是听觉对象和视觉对象的受动,因此它们在空气和水中都能闻到气味。
Ὤστ’ ἐστὶ τὸ ὀσφραντὸν κοινόν τι τούτων ἀμφοτέρων, ὃ καὶ τῷ ἁπτῷ ὑπάρχει καὶ τῷ ἀκουστῷ καὶ τῷ διαφανεῖ· διὸ εὐλόγως παρείκασται ξηρότητος ἐν ὑγρῷ καὶ χυτῷ οἷον βαφή τις εἶναι καὶ πλύσις.
所以,嗅觉对象是这两类感知的某种共同物,既存在于可触物中,也存在于可听物和透明物中;因此,它被合理地比作湿润流动物中干燥物质的某种染色和洗涤。
§5.29Πῶς μὲν οὖν εἴδη δεῖ λέγειν καὶ πῶς οὐ δεῖ τοῦ ὀσφραντοῦ, ἐπὶ τοσοῦτον εἰρήσθω.
那么,关于如何应该以及不应该谈论嗅觉对象的种类,就说这么多。
Ὃ δὲ λέγουσί τινες τῶν Πυθαγορείων, οὐκ ἔστιν εὔλογον· τρέφεσθαι γάρ φασιν ἔνια ζῷα ταῖς ὀσμαῖς.
然而,某些毕达哥拉斯学派的人所说的话是不合理的;因为他们声称有些动物是以气味为营养的。
§5.30Πρῶτον μὲν γὰρ ὁρῶμεν ὅτι τὴν τροφὴν δεῖ εἶναι σύνθετον· καὶ γὰρ τὰ τρεφόμενα οὐχ ἁπλᾶ ἐστίν, διὸ καὶ περιττώματα γίνεται τῆς τροφῆς, ἢ ἐν αὐτοῖς ἢ ἔξω, ὥσπερ τοῖς φυτοῖς.
因为首先,我们看到食物必须是复合的;因为被滋养者本身也不是简单的,因此食物会产生排泄物,无论是在它们内部还是在外部,就像植物那样。
Ἔτι δ’ οὐδὲ τὸ ὕδωρ ἐθέλει αὐτὸ μόνον ἄμικτον ὂν τρέφειν· σωματῶδες γάρ τι δεῖ εἶναι τὸ συστησόμενον.
此外,即使是水,在其自身不加混合时,也不足以提供营养;因为要构成身体,必须是某种具身体性的东西。
Ἔτι πολὺ ἧττον εὔλογον τὸν ἀέρα σωματοῦσθαι.
至于空气变得具身体性,则更是显然不合理。
§5.31Πρὸς δὲ τούτοις, ὅτι πᾶσίν ἐστι τοῖς ζῴοις τόπος δεκτικὸς τῆς τροφῆς, ἐξ οὗ ἕλκον λαμβάνει τὸ σῶμα· τοῦ δ’ ὀσφραντοῦ ἐν τῇ κεφαλῇ τὸ αἰσθητήριον, καὶ μετὰ πνευματώδους εἰσέρχεται ἀναθυμιάσεως, ὥστ’ εἰς τὸν ἀναπνευστικὸν βαδίζοι ἂν τόπον.
此外,所有动物都有接收食物的部位,身体从中汲取并获取营养;而嗅觉对象的器官在头部,并且伴随气体状的蒸腾而进入,因此它会走向呼吸的部位。
§5.32Ὅτι μὲν οὖν οὐ συμβάλλεται εἰς τροφὴν τὸ ὀσφραντόν, ᾗ ὀσφραντόν, δῆλον· ὅτι μέντοι εἰς ὑγίειαν, καὶ ἐκ τῆς αἰσθήσεως καὶ ἐκ τῶν εἰρημένων φανερόν, ὥστε ὅπερ ὁ χυμὸς ἐν τῷ θρεπτικῷ καὶ πρὸς τὰ τρεφόμενα, τοῦτ’ ἐστὶ πρὸς ὑγίειαν τὸ ὀσφραντόν.
显而易见,就其作为嗅觉对象而言,嗅觉对象并不对食物做出贡献;然而,从感觉以及已说的内容来看,它对健康有贡献是显而易见的,因此,正如味觉在营养部分中对被滋养者的关系一样,嗅觉对象对健康也是如此。
Καθ’ ἕκαστον μὲν οὖν αἰσθητήριον διωρίσθω τὸν τρόπον τοῦτον.
那么,关于每一个感觉器官,就以此种方式进行规定。

词汇与语法注释

  1. 5.22ἀπέχοντα — 中性复数主格分词 ἀπέχοντα 在语法上是以“顺应语义的一致”(schema pros to semainomenon)来指代前面两个不同性数的主语:阳性复数的 ἰχθύες(鱼类)和中性单数的 τὸ τῶν ἐντόμων γένος πᾶν(整个昆虫类)。
  2. 5.24μὴ ἀνακαλυφθέντων — 属格独立结构(genitive absolute),表条件(“如果不被揭开”)。其省略的主语为中性复数名词 βλέφαρα(眼睑)。
  3. 5.28ξηρότητος — 属格 ξηρότητος(干燥的)在语法上作为比喻性名词 βαφή τις... καὶ πλύσις 的修饰语,意为“在湿润流动物中对干燥物质的某种染色和洗涤”。

引用这一段

亚里士多德, 论感觉与所感物 §5.22-5.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:5.22-5.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。