§5.12Διοριστέον δὲ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν, ὥσπερ εἴπομεν, καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσιν·
必须规定它们如何存在和如何不存在;因为它们之中的一种是如我们所说按照味道排列的,并且它们伴随有偶然的快感和痛感。
διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ πάθη εἶναι, ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί, πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι, οὐδ’ ὅσοις μὴ καὶ ἡ τροφὴ ἡ ἔχουσα τὰς ὀσμὰς ἡδεῖα, οὐδὲ τούτοις.
因为由于它们是营养部分的受动,对于有欲望的人来说,这些食物的气味是令人愉快的,但对于已经饱足且无所需求的人来说,它们并不是令人愉快的;对于那些含有气味的食物本身并不令人愉快的人来说,它们同样是不令人愉快的。
§5.13Ὥστε αὗται μέν, καθάπερ εἴπομεν, κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ λυπηρόν, διὸ καὶ πάντων εἰσὶ κοιναὶ τῶν ζῴων· αἱ δὲ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσίν, οἷον αἱ τῶν ἀνθῶν·
因此,正如我们所说,这些气味是偶然具有快感和痛感的,因此它们为所有动物所共有;而另一些气味则是其自身就令人愉快的,例如花香。
οὐδὲν γὰρ μᾶλλον οὐδ’ ἦττον πρὸς τὴν τροφὴν παρακαλοῦσιν, οὐδὲ συμβάλλεται πρὸς ἐπιθυμίαν οὐδέν, ἀλλὰ τοὐναντίον μᾶλλον·
因为它们完全不引导人去获取食物,对欲望也毫无贡献,反而恰恰相反。
ἀληθὲς γὰρ ὅπερ Εὐριπίδην σκώπτων εἶπε Στράττις,
ὅταν φακῆν ἕψητε, μὴ ἐπιχεῖν μύρον.
因为斯特拉蒂斯嘲讽欧里庇得斯时所说的话是真的:“当你煮扁豆汤时,不要浇上香油。
§5.14Οἱ δὲ νῦν μιγνύντες εἰς τὰ πόματα τὰς τοιαύτας δυνάμεις βιάζονται τῇ συνηθείᾳ τὴν ἡδονήν, ἕως ἂν ἐκ δύ’ αἰσθήσεων γένηται τὸ ἡδὺ ὡς ἓν καὶ ἀπὸ μιᾶς.
” 然而,如今将这些性质混入饮料中的人,是通过习惯强行制造快感,直到由两种感觉产生的愉快变得像是一种感觉产生的一个东西。
§5.15Τοῦτο μὲν οὖν τὸ ὀσφραντὸν ἴδιον ἀνθρώπου ἐστίν, ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζῴων, ὥσπερ εἴρηται πρότερον·
因此,这种嗅觉对象是人类特有的,而按照味道排列的那种也属于其他动物,正如前面所说的。
κἀκείνων μέν, διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ, διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς, ταύτης δ’ οὐκέτι, διὰ τὸ τὴν φύσιν αὐτῆς εἶναι καθ’ αὑτὴν ἡδεῖαν ἢ λυπηράν.
那些由于偶然具有愉快感,其种类是按照味道划分的,但这一种不再如此划分,因为其本性自身就是令人愉快或痛苦的。
Αἴτιον δὲ τοῦ ἴδιον εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν ψύξιν τὴν περὶ τὸν ἐγκέφαλον.
这种气味之所以是人类特有的,其原因在于大脑周围的冷却。
§5.16Ψυχροῦ γὰρ ὄντος τὴν φύσιν τοῦ ἐγκεφάλου, καὶ τοῦ αἵματος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ, εὐψύκτου δέ (διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ νοσηματικὰ ῥεύματα ποιεῖ), τοῖς ἀνθρώποις πρὸς βοήθειαν ὑγιείας γέγονε τὸ τοιοῦτον εἶδος τῆς ὀσμῆς· οὐδὲν γὰρ ἄλλο ἔργον ἐστὶν αὐτῆς ἢ τοῦτο.
因为大脑在自然本性上是冷性的,而且其周围微血管中的血液虽然稀薄且纯净,却极易冷却(因此食物的蒸腾也由于这个部位而冷却,产生致病的黏液流出),所以这种气味在人类身上产生是为了辅助健康;因为除了这个,它没有别的功能。
§5.17Τοῦτο δὲ ποιεῖ φανερῶς· ἡ μὲν γὰρ τροφὴ ἡδεῖα οὖσα, καὶ ἡ ξηρὰ καὶ ἡ ὑγρά, πολλάκις νοσώδης ἐστίν, ἡ δ’ ἀπὸ τῆς ὀσμῆς τῆς καθ’ αὑτὴν εὐώδους ὁπωσοῦν ἔχουσιν ὠφέλιμος ὡς εἰπεῖν ἀεί.
而这显然在起作用;因为虽然令人愉快的食物,无论是干燥的还是湿润的,往往是不健康的,但由其自身芳香的气味所产生的愉快,无论人们处于何种状态,可以说几乎总是大有裨益的。
§5.18Καὶ διὰ τοῦτο γίνεται διὰ τῆς ἀναπνοῆς, οὐ πᾶσιν ἀλλὰ τοῖς ἀνθρώποις καὶ τῶν ἐναίμων οἷον τοῖς τετράποσι καὶ ὅσα μετέχει μᾶλλον τῆς τοῦ ἀέρος φύσεως·
也正因为此,这种感知是通过呼吸进行的,并非在所有动物中,而是在人类中,以及有血动物中的四足类和那些更多参与空气本性的动物中。
ἀναφερομένων γὰρ τῶν ὀσμῶν πρὸς τὸν ἐγκέφαλον διὰ τὴν ἐν αὐταῖς τῆς θερμότητος κουφότητα, ὑγιεινοτέρως ἔχει τὰ περὶ τὸν τόπον τοῦτον· ἡ γὰρ τῆς ὀσμῆς δύναμις θερμὴ τὴν φύσιν ἐστίν.
因为当气味由于其内部热力的轻盈而上升到大脑时,该部位周围就会变得更加健康;因为气味的力量在自然本性上是热性的。
§5.19Κατακέχρηται δ’ ἡ φύσις τῇ ἀναπνοῇ ἐπὶ δύο, ὡς ἔργῳ μὲν ἐπὶ τὴν εἰς τὸν θώρακα βοήθειαν, ὡς παρέργῳ δ’ ἐπὶ τὴν ὀσμήν· ἀναπνέοντος γὰρ ὥσπερ ἐκ παρόδου ποιεῖται διὰ τῶν μυκτήρων τὴν κίνησιν.
自然为了两个目的而利用呼吸:作为首要功能是为了辅助胸腔,作为次要功能是为了气味;因为在呼吸时,它好像顺便通过鼻腔产生运动。
§5.20Ἴδιον δὲ τῆς τοῦ ἀνθρώπου φύσεώς ἐστι τὸ τῆς ὀσμῆς τῆς τοιαύτης γένος διὰ τὸ πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον ἔχειν τῶν ζῴων ὡς κατὰ μέγεθος·
而这种气味是人类自然本性所特有的,因为人类在动物中拥有按身体比例而言最大且最湿润的大脑。
διὰ γὰρ τοῦτο καὶ μόνον ὡς εἰπεῖν αἰσθάνεται τῶν ζῴων ἄνθρωπος καὶ χαίρει ταῖς τῶν ἀνθῶν καὶ ταῖς τῶν τοιούτων ὀσμαῖς· σύμμετρος γὰρ αὐτῶν ἡ θερμότης καὶ ἡ κίνησις πρὸς τὴν ὑπερβολὴν τῆς ἐν τῷ τόπῳ ὑγρότητος καὶ ψυχρότητός ἐστιν.
因为正是由于这个原因,在动物中可以说是只有人类能感知并喜爱花香及此类气味;因为它们的温热和运动恰好与该部位过度的湿润和寒冷相平衡。
§5.21Τοῖς δ’ ἄλλοις ὅσα πλεύμονα ἔχει διὰ τὸ ἀναπνεῖν τοῦ ἑτέρου γένους τῆς ὀσμῆς τὴν αἴσθησιν ἀποδέδωκεν ἡ φύσις, ὅπως μὴ δύο αἰσθητήρια ποιῇ· ἀπόχρη γάρ, ἐπείπερ καὶ ὣς ἀναπνέουσιν, ὥσπερ τοῖς ἀνθρώποις ἀμφοτέρων τῶν ὀσφραντῶν, τούτοις τῶν ἑτέρων μόνων ὑπάρχουσα ἡ αἴσθησις.
另一方面,对于拥有肺部并呼吸的其他动物,自然赋予了它们对另一类气味的感知,以免制造出两个感觉器官;因为既然它们反正都要呼吸,正如人类拥有对这两种嗅觉对象的感知一样,对这些动物来说,仅拥有对其中一类的感知就足够了。