§5.1Τὸν αὐτὸν δὲ τρόπον δεῖ νοῆσαι καὶ περὶ τὰς ὀσμάς· ὅπερ γὰρ ποιεῖ ἐν τῷ ὑγρῷ τὸ ξηρόν, τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν, ἐν ἀέρι καὶ ὕδατι ὁμοίως.
必须以相同的方法来理解气味;因为正如干燥之物在湿润之物中所产生的作用,带滋味的液体在另一类别中,即在空气和水中同样产生这种作用。
Κοινὸν δὲ κατὰ τούτων νῦν μὲν λέγομεν τὸ διαφανές, ἔστι δ’ ὀσφραντὸν οὐχ ᾗ διαφανές, ἀλλ’ ᾗ πλυντικὸν ἢ ῥυπτικὸν ἐγχύμου ξηρότητος· οὐ γὰρ μόνον ἐν ἀέρι ἀλλὰ καὶ ἐν ὕδατι τὸ τῆς ὀσφρήσεώς ἐστιν.
现在,我们把这二者共有的性质称为“透明之物”,但嗅觉对象并非作为透明之物而存在,而是作为能够洗涤或清洁带滋味的干燥之物而存在;因为不仅在空气中,在水中也有嗅觉的作用。
§5.2Δῆλον δ’ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὀστρακοδέρμων· φαίνονται γὰρ ὀσφραινόμενα οὔτε ἀέρος ὄντος ἐν τῷ ὕδατι (ἐπιπολάζει γὰρ ὁ ἀήρ, ὅταν ἐγγένηται) οὔτ’ αὐτὰ ἀναπνέοντα.
这在鱼类和甲壳类身上是显而易见的;因为即使水中没有空气(因为空气一旦产生就会浮到水面),而且它们自身也没有呼吸,它们显然也能闻到气味。
Εἰ οὖν τις θείη καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά, εἴη ἂν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις ὀσμή, καὶ ὀσφραντὸν τὸ τοιοῦτον.
因此,如果有人将空气和水都假定为“湿润之物”,那么在流体中带滋味的干燥之物的性质就是气味,而这样的东西就是嗅觉对象。
§5.3Ὅτι δ’ ἅπαν χυμοῦ ἐστὶ τὸ πάθος, δῆλον ἐκ τῶν ἐχόντων καὶ μὴ ἐχόντων ὀσμήν· τά τε γὰρ στοιχεῖα ἄοσμα, οἷον πῦρ ἀὴρ ὕδωρ γῆ, διὰ τὸ τά τε ξηρὰ αὐτῶν καὶ τὰ ὑγρὰ ἄχυμα εἶναι, ἐὰν μή τι μιγνύμενον ποιῇ.
气味完全是味道的一种受动,这从拥有气味和没有气味的事物中可以明显看出来;因为元素是无气味的,如火、空气、水、土,因为它们的干燥部分和湿润部分都是无味的,除非有某种混合物产生了味道。
§5.4Διὸ καὶ ἡ θάλαττα ἔχει ὀσμήν· ἔχει γὰρ χυμὸν καὶ ξηρότητα.
因此,海洋也具有气味;因为它具有味道和干燥性。
Καὶ ἅλες μᾶλλον λίτρου ὀσμώδεις· δηλοῖ δὲ τὸ ἐξικμαζόμενον ἐξ αὐτῶν ἔλαιον· τὸ δὲ λίτρον γῆς ἐστὶ μᾶλλον.
而且盐比天然碱更有气味,这由从它们中提取出来的油显明;而天然碱则更属于土。
Ἔτι λίθος μὲν ἄοσμον, ἄχυμον γάρ, τὰ δὲ ξύλα ὀσμώδη, ἔγχυμα γάρ· καὶ τοῦτων τὰ ὑδατώδη ἧττον.
此外,石头是无气味的,因为它是无味的,而木头是有气味的,因为它带有滋味;而在这些木头中,水分较多的木头气味较弱。
§5.5Ἔτι τῶν μεταλλευομένων χρυσὸς ἄοσμον, ἄχυμον γάρ, ὁ δὲ χαλκὸς καὶ ὁ σίδηρος ὀσμώδη.
此外,在矿物中,黄金是无气味的,因为它是无味的,而铜和铁是有气味的。
Ὅταν δ’ ἐκκαυθῇ τὸ ὑγρόν, ἀοσμότεραι αἱ σκωρίαι γίγνονται πάντων.
但是当水分被烧尽时,所有金属的矿渣都变得更无气味。
Ἄργυρος δὲ καὶ καττίτερος τῶν μὲν μᾶλλον ὀσμώδη τῶν δ’ ἧττον· ὑδατώδη γάρ.
银和锡比某些金属更有气味,但比另一些金属气味较弱;因为它们富含水分。
§5.6Δοκεῖ δ’ ἐνίοις ἡ καπνώδης ἀναθυμίασις εἶναι ὀσμή, οὖσα κοινὴ γῆς τε καὶ ἀέρος.
但是,在一些人看来,烟雾状的蒸腾就是气味,这是土地和空气所共有的。
Καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς· διὸ καὶ Ἡράκλειτος οὕτως εἴρηκεν, ὡς εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.
每个人在气味问题上都倾向于这一观点;因此,赫拉克利特也曾这样说过:如果所有存在的事物都变成烟,鼻子就会辨别出它们。
§5.7Ἐπὶ δὲ τὴν ὀσμὴν πάντες ἐπιφέρονται οἱ μὲν ὡς ἀτμίδα, οἱ δ’ ὡς ἀναθυμίασιν, οἱ δ’ ὡς ἄμφω ταῦτα.
关于气味,所有人都倾向于这些,有人将其视为水汽,有人视为蒸腾,还有人将其视为这两者。
Ἔστι δ’ ἡ μὲν ἀτμὶς ὑγρότης τις, ἡ δὲ καπνώδης ἀναθυμίασις, ὥσπερ εἴρηται, κοινὸν ἀέρος καὶ γῆς· καὶ συνίσταται ἐκ μὲν ἐκείνης ὕδωρ, ἐκ δὲ ταύτης γῆς τι εἶδος.
现在,水汽是某种水分,而烟雾状的蒸腾如前所述是空气和土所共有的;水由前者凝结而成,而某种土则由后者形成。
§5.8Ἀλλ’ οὐδέτερον τούτων ἔοικεν· ἡ μὲν γὰρ ἀτμίς ἐστιν ὕδατος, ἡ δὲ καπνώδης ἀναθυμίασις ἀδύνατος ἐν ὕδατι γενέσθαι.
但这两者似乎都不是气味;因为水汽属于水,而烟雾状的蒸腾不可能在水中产生。
Ὀσμᾶται δὲ καὶ τὰ ἐν τῷ ὕδατι, ὥσπερ εἴρηται πρότερον.
然而,正如前面所说的,水中的动物也能闻到气味。
Ἔτι ἡ ἀναθυμίασις ὁμοίως λέγεται ταῖς ἀπορροίαις.
再者,关于蒸腾的说法与流出说类似。
Εἰ οὖν μηδ’ ἐκείνη καλῶς, οὐδ’ αὕτη καλῶς.
因此,如果那个流出说不正确,那么这个蒸腾说也不正确。
§5.9Ὅτι μὲν οὖν ἐνδέχεται ἀπολαύειν τὸ ὑγρὸν καὶ τὸ ἐν τῷ πνεύματι καὶ τὸ ἐν τῷ ὕδατι καὶ πάσχειν τι ὑπὸ τῆς ἐγχύμου ξηρότητος, οὐκ ἄδηλον· καὶ γὰρ ὁ ἀὴρ ὑγρὸν τὴν φύσιν ἐστίν.
因此,这并非不明显:流体——无论是呼吸中的流体还是水中的流体——可以从带滋味的干燥之物中吸取影响并发生受动;因为空气在自然本性上也是流体。
Ὅτι δ’ ὁμοίως ἐν τοῖς ὑγροῖς ποιεῖ καὶ ἐν τῷ ἀέρι οἷον ἀποπλυνόμενον τὸ ξηρόν, φανερόν.
而且显而易见,干燥之物在流体中和在空气中以同样的方式起作用,就像被洗刷出来一样。
Ἔτι δεῖ ἀνάλογον εἶναι τὰς ὀσμὰς τοῖς χυμοῖς.
此外,气味必须与味道相对应。
§5.10Ἀλλὰ μὴν τοῦτό γε ἐπ’ ἐνίων συμβέβηκεν· καὶ γὰρ δριμεῖαι καὶ γλυκεῖαί εἰσιν ὀσμαὶ καὶ αὐστηραὶ καὶ στρυφναὶ καὶ λιπαραί, καὶ τοῖς πικροῖς τὰς σαπρὰς ἄν τις ἀνάλογον εἴποι.
而且确实,这在某些事物上已经发生;因为有辛辣和甜的气味,也有涩、收敛和油腻的气味,人们可以说腐败的气味与苦的味道相对应。
Διὸ ὥσπερ ἐκεῖνα δυσκατάποτα, τὰ σαπρὰ δυσανάπνευστά ἐστιν.
因此,正如那些难以吞咽一样,腐败的气味也难以呼吸。
Δῆλον ἄρα ὅτι ὅπερ ἐν τῷ ὕδατι ὁ χυμός, τοῦτ’ ἐν τῷ ἀέρι καὶ ὕδατι ἡ ὀσμή.
显然,正如味道在水中一样,气味在空气和水中也是同样的。
§5.11Καὶ διὰ τοῦτο τὸ ψυχρὸν καὶ ἡ πῆξις καὶ τοὺς χυμοὺς ἀμβλύνει καὶ τὰς ὀσμὰς ἀφανίζει· τὸ γὰρ θερμὸν τὸ κινοῦν καὶ δημιουργοῦν ἀφανίζουσιν ἡ ψύξις καὶ ἡ πῆξις.
也正是因为这个原因,寒冷和凝固既钝化了味道,又使气味消失;因为冷却和凝固消除了起推动和塑造作用的热。
Εἴδη δὲ τοῦ ὀσφραντοῦ δύο ἐστίν· οὐ γὰρ ὥσπερ τινές φασιν, οὐκ ἔστιν εἴδη τοῦ ὀσφραντοῦ, ἀλλ’ ἔστιν.
此外,嗅觉对象有两种;并非如某些人所说,嗅觉对象没有种类,而是存在的。