Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §4.13-4.24

营养之味与颜色的对应及对触觉还原论的批判

第 7 段,共 15 段 · 希腊语

内容简介

论述味道并非所有干燥之物而是营养之物的属性,阐明味道与颜色种类的对应关系,并批判了德谟克利特等人将所有感觉对象都还原为触觉的观点。

§4.13Ὅτι δ’ οὐ παντὸς ξηροῦ ἀλλὰ τοῦ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις, δεῖ λαβεῖν ἐντεῦθεν, ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ· τροφὴ γὰρ οὐδὲν αὐτῶν τοῖς ζῴοις, ἀλλὰ τὸ μεμιγμένον.
味道并非所有干燥之物的受动或缺失,而是营养之物的受动或缺失,这一点必须从以下事实中把握:即干燥之物不能脱离湿润之物,湿润之物也不能脱离干燥之物;因为它们中的任何一个本身对动物而言都不是营养,而混合物才是。
§4.14Καὶ ἔστι τῆς προσφερομένης τροφῆς τοῖς ζῴοις τὰ μὲν ἁπτὰ τῶν αἰσθητῶν αὔξησιν ποιοῦντα καὶ φθίσιν· τούτων μὲν γὰρ αἴτιον ᾗ θερμὸν καὶ ψυχρὸν τὸ προσφερόμενον· ταῦτα γὰρ ποιεῖ καὶ αὔξησιν καὶ φθίσιν· τρέφει δὲ ᾗ γευστὸν τὸ προσφερόμενον· πάντα γὰρ τρέφεται τῷ γλυκεῖ, ἢ ἁπλῶς ἢ μεμιγμένως.
在供给动物的营养中,在感觉对象中那些可触及的部分会产生增长和衰减;因为这些事物的起因,在于供给物在作为热和冷时的状态(因为这些会产生增长和衰减);但供给物在作为可品尝之物时才起营养作用;因为所有事物都是通过甜来获取营养的,无论是单纯的甜还是混合的甜。
§4.15Δεῖ μὲν οὖν διορίζειν περὶ τούτων ἐν τοῖς περὶ γενέσεως, νῦν δ’ ὅσον ἀναγκαῖον ἅψασθαι αὐτῶν.
因此,我们必须在《论产生》中对这些事物进行界定,但现在只需在必要的限度内探讨它们。
Τὸ γὰρ θερμὸν αὐξάνει καὶ δημιουργεῖ τὴν τροφήν, καὶ τὸ μὲν κοῦφον ἕλκει, τὸ δ’ ἁλμυρὸν καὶ πικρὸν καταλείπει διὰ βάρος.
因为热会使营养增长并进行塑造,它会吸取轻的部分,而由于重力将咸和苦的部分留在后面。
Ὃ δὴ ἐν τοῖς ἔξω σώμασι ποιεῖ τὸ ἔξω θερμόν, τοῦτο ἐν τῇ φύσει τῶν ζῴων καὶ φυτῶν· διὸ τρέφεται τῷ γλυκεῖ.
外部的热在外部身体中所起的作用,动物和植物本性内部的热也同样在起作用;因此,它们通过甜来获取营养。
§4.16Συμμίγνυνται δ’ οἱ ἄλλοι χυμοὶ εἰς τὴν τροφὴν τὸν αὐτὸν τρόπον τῷ ἁλμυρῷ καὶ ὀξεῖ, ἀντὶ ἡδύσματος.
其他的味道,以与咸和酸相同的方式,作为调味品混合到营养中。
Ταῦτα δὲ διὰ τὸ ἀντισπᾶν τῷ λίαν τρόφιμον εἶναι τὸ γλυκὺ καὶ ἐπιπολαστικόν.
这些是为了对抗甜味因过度营养且易浮在胃部的特性。
Ὥσπερ δὲ τὰ χρώματα ἐκ λευκοῦ καὶ μέλανος μίξεώς ἐστιν, οὕτως οἱ χυμοὶ ἐκ γλυκέος καὶ πικροῦ.
正如颜色是由白和黑的混合构成的一样,味道也是由甜和苦构成的。
§4.17Καὶ κατὰ λόγον δὴ τῷ μᾶλλον καὶ ἧττον ἕκαστοί εἰσιν, εἴτε κατ’ ἀριθμούς τινας τῆς μίξεως καὶ κινήσεις, εἴτε καὶ ἀορίστως.
并且,每种味道确实都是根据“较多”和“较少”的比例而存在的,无论是根据混合与运动的某些数值比例,还是无定限地。
Οἱ δὲ τὴν ἡδονὴν ποιοῦντες μιγνύμενοι, οὗτοι ἐν ἀριθμοῖς μόνον.
但是,那些在混合时产生愉悦感的,仅存在于数值比例中。
Ὁ μὲν οὖν λιπαρὸς τοῦ γλυκέος ἐστὶ χυμός, τὸ δ’ ἁλμυρὸν καὶ πικρὸν σχεδὸν τὸ αὐτό, ὁ δὲ αὐστηρὸς καὶ δριμὺς καὶ στρυφνὸς καὶ ὀξὺς ἀνὰ μέσον.
因此,油腻的味道是属于甜味的,咸和苦几乎是相同的,而涩、辛、收敛和酸则介于其中。
§4.18Σχεδὸν γὰρ ἴσα καὶ τὰ τῶν χυμῶν εἴδη καὶ τὰ τῶν χρωμάτων ἐστίν.
因为实际上,味道的种类和颜色的种类几乎是等同的。
Ἑπτὰ γὰρ ἀμφοτέρων εἴδη, ἄν τις τιθῇ, ὥσπερ εὔλογον, τὸ φαιὸν μέλαν τι εἶναι· λείπεται γὰρ τὸ ξανθὸν μὲν τοῦ λευκοῦ εἶναι ὥσπερ τὸ λιπαρὸν τοῦ γλυκέος, τὸ φοινικοῦν δὲ καὶ ἁλουργὸν καὶ πράσινον καὶ κυανοῦν μεταξὺ τοῦ λευκοῦ καὶ μέλανος, τὰ δ’ ἄλλα μικτὰ ἐκ τούτων.
因为两者的种类都是七种,如果人们(正如合乎情理的那样)将灰色视为黑色的一种;因为剩下的是,黄色属于白色(如同油腻属于甜味一样),而深红、紫色、绿色和蓝色介于白和黑之间,其他的颜色则是由这些混合而成的。
§4.19Καὶ ὥσπερ τὸ μέλαν στέρησις ἐν τῷ διαφανεῖ τοῦ λευκοῦ, οὕτω τὸ ἁλμυρὸν καὶ πικρὸν τοῦ γλυκέος ἐν τῷ τροφίμῳ ὑγρῷ.
正如在透明物中黑色是白色的缺失一样,在营养液体中咸和苦也是甜的缺失。
Διὸ καὶ ἡ τέφρα τῶν κατακαομένων πικρὰ πάντων· ἐξίκμασται γὰρ τὸ πότιμον ἐξ αὐτῶν.
因此,被燃尽的一切事物的灰烬都是苦的;因为可饮用的水分已经从它们中蒸发掉了。
Δημόκριτος δὲ καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων, ὅσοι λέγουσι περὶ αἰσθήσεως, ἀτοπώτατόν τι ποιοῦσιν· πάντα γὰρ τὰ αἰσθητὰ ἁπτὰ ποιοῦσιν.
然而,德谟克利特和大多数探讨感觉的自然哲学家,做了一件最荒谬的事情:因为他们把所有的感觉对象都变成了可触及的对象。
§4.20Καίτοι εἰ οὕτω τοῦτ’ ἔχει, δῆλον ὡς καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη ἁφή τις ἐστίν· τοῦτο δ’ ὅτι ἀδύνατον, οὐ χαλεπὸν συνιδεῖν.
然而,如果是这样的话,显然其他每种感官也都是一种触觉;而要看出这是不可能的,并不困难。
Ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις· μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον, ἔτι δὲ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν τοῖς ὄγκοις κοινὰ τῶν αἰσθήσεών ἐστιν, εἰ δὲ μὴ πασῶν, ἀλλ’ ὄψεώς γε καὶ ἁφῆς.
此外,他们将所有感官所共有的感觉当作特有的来使用;因为大小、形状、粗糙与光滑,以及体积中的尖锐与迟钝,都是感官所共有的,即使不是所有感官共有,也至少是视觉和触觉共有的。
§4.21Διὸ καὶ περὶ μὲν τούτων ἀπατῶνται, περὶ δὲ τῶν ἰδίων οὐκ ἀπατῶνται, οἷον ὄψις περὶ χρώματος καὶ ἀκοὴ περὶ ψόφων.
因此,他们对于这些共有对象会产生错觉,但对于特有对象则不会产生错觉,正如视觉对于颜色、听觉对于声音不会产生错觉一样。
Οἱ δὲ τὰ ἴδια εἰς ταῦτα ἀνάγουσιν, ὥσπερ Δημόκριτος· τὸ γὰρ λευκὸν καὶ τὸ μέλαν τὸ μὲν τραχύ φησιν εἶναι τὸ δὲ λεῖον, εἰς δὲ τὰ σχήματα ἀνάγει τοὺς χυμούς.
但是他们把特有对象还原为这些共有对象,就像德谟克利特所做的那样;因为他说白色是光滑的,黑色是粗糙的,并把味道还原为形状。
Καίτοι ἢ οὐδεμιᾶς ἢ μᾶλλον τῆς ὄψεως τὰ κοινὰ γνωρίζειν.
然而,认识共有对象即使不是任何感官的任务,也更应当是视觉的任务。
§4.22Εἰ δ’ ἄρα τῆς γεύσεως μᾶλλον, τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης ἐστὶν αἰσθήσεως διακρίνειν περὶ ἕκαστον γένος, ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι μάλιστα καὶ τῶν σχημάτων εἶναι κριτικωτάτην.
但如果这反而是味觉的任务,那么区分各类别中的极小事物至少是属于最精确感官的事,因此味觉应该最能感知其他共有对象,并且对形状具有最强的判断力。
§4.23Ἔτι τὰ μὲν αἰσθητὰ πάντα ἔχει ἐναντίωσιν, οἷον ἐν χρώματι τῷ μέλανι τὸ λευκὸν καὶ ἐν χυμοῖς τῷ γλυκεῖ τὸ πικρόν· σχῆμα δὲ σχήματι οὐ δοκεῖ εἶναι ἐναντίον· τίνι γὰρ τῶν πολυγώνων περιφερὲς ἐναντίον;
此外,所有的感觉对象都存在相反性,例如在颜色中黑与白相反,在味道中苦与甜相反;但形状与形状之间似乎并不存在相反;因为对于多边形中的哪一个,圆形是相反的呢?
§4.24Ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ τοὺς χυμοὺς εἶναι ἀπείρους· διὰ τί γὰρ ὁ μὲν ἂν ποιήσειεν αἴσθησιν, ὁ δ’ οὐκ ἂν ποιήσειεν;
再者,既然形状是无限的,味道也必然是无限的;因为为什么某一种形状会产生感觉,而另一种却不会呢?
Καὶ περὶ μὲν τοῦ γευστοῦ καὶ χυμοῦ εἴρηται· τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν οἰκείαν ἔχει τὴν σκέψιν ἐν τῇ φυσιολογίᾳ τῇ περὶ τῶν φυτῶν.
关于可品尝之物和味道,已经说明过了;因为关于味道的其他受动,在关于植物的自然学中会有其专门的研究。

词汇与语法注释

  1. §4.14ᾗ θερμὸν καὶ ψυχρὸν τὸ προσφερόμενον — 关系代词阴性单数与格 ᾗ 作副词使用,意为“在……的范围内”或“作为……(insofar as)”,限定了所供给食物的特定侧面(此处为冷和热)。
  2. §4.16διὰ τὸ ἀντισπᾶν τῷ λίαν τρόφιμον εἶναι τὸ γλυκὺ καὶ ἐπιπολαστικόν — 前置词 διὰ 后接带冠词不定式 τὸ ἀντισπᾶν(对抗)表示原因,其后接另一个与格的带冠词不定式短语 τῷ ... εἶναι ...(甜味因过度营养且易浮在胃部),作为其支配的与格补语。
  3. §4.21ἢ οὐδεμιᾶς ἢ μᾶλλον τῆς ὄψεως τὰ κοινὰ γνωρίζειν — 不定式 γνωρίζειν(认识)以复数中性主格/宾格 τὰ κοινά(共通感觉对象)作为其逻辑主语。在句法上,省略了表示“属于……的特征/任务”的系动词(如 ἐστίν),用以支配属格 οὐδεμιᾶς(不属于任何感官)和 τῆς ὄψεως(更属于视觉)。

引用这一段

亚里士多德, 论感觉与所感物 §4.13-4.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:4.13-4.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。