Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §4.1-4.12

水的无味性与诸种味道的生成机制

第 6 段,共 15 段 · 希腊语

内容简介

在探求感觉对象的过程中,转入味道与气味的主题,阐明水本无味的特性,并解释了地之干燥物质在热的作用下通过过滤和运动产生各种味道的机制。

§4.1Τί μὲν οὖν ἐστὶ χρῶμα καὶ διὰ τίν’ αἰτίαν πολλαὶ χροιαί εἰσιν, εἴρηται· περὶ δὲ ψόφου καὶ φωνῆς εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς· περὶ δὲ ὀσμῆς καὶ χυμοῦ νῦν λεκτέον.
因此,关于什么是颜色以及由于什么原因存在许多颜色,已经说明过了;但是关于声音和声音(嗓音),先前在《论灵魂》中已经说明过了;而关于气味和味道,现在必须进行说明。
Σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δ’ ἐστὶν ἑκάτερον αὐτῶν.
因为它们几乎是相同的受动,但它们各自并不存在于相同的事物中。
§4.2Ἐναργέστερον δ’ ἐστὶν ἡμῖν τὸ τῶν χυμῶν γένος ἢ τὸ τῆς ὀσμῆς.
对于我们来说,味道的类别比气味的类别更清晰。
Τούτου δ’ αἴτιον ὅτι χειρίστην ἔχομεν τῶν ἄλλων ζῴων τὴν ὄσφρησιν καὶ τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεως, τὴν δ’ ἁφὴν ἀκριβεστάτην τῶν ἄλλων ζῴων.
其原因在于,在所有其他动物中,以及在我们自身的感官中,我们的嗅觉是最差的,而在所有其他动物中,我们的触觉是最精确的。
Ἢ δὲ γεῦσις ἁφή τις ἐστίν.
而味觉是一种触觉。
§4.3Ἢ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι· ἀνάγκη δ’ ἢ ἐν αὑτῷ τὸ ὕδωρ ἔχειν τὰ γένη τῶν χυμῶν ἀναίσθητα διὰ μικρότητα, καθάπερ Ἐμπεδοκλῆς φησίν, ἢ ὕλην τοιαύτην ἐνεῖναι οἷον πανσπερμίαν χυμῶν, καὶ ἅπαντα μὲν ἐξ ὕδατος γίγνεσθαι, ἄλλα δ’ ἐξ ἄλλου μέρους, ἢ μηδεμίαν ἔχοντος διαφορὰν τοῦ ὕδατος τὸ ποιοῦν αἴτιον εἶναι, οἷον εἰ τὸ θερμὸν καὶ τὸν ἥλιον φαίη τις.
因此,水的本性倾向于是无味的;但必然是,要么水自身中含有由于微小而无法察觉的各种味道,正如恩培多克勒所说,要么其中含有诸如味道的“万种”之类的质料,所有味道都产生于水,但不同味道产生于不同的部分,要么水本身没有任何差异,而起作用的原因是其原因,例如如果有人说热和太阳。
§4.4Τούτων δ’, ὡς μὲν Ἐμπεδοκλῆς λέγει, λίαν εὐσύνοπτον τὸ ψεῦδος· ὁρῶμεν γὰρ μεταβάλλοντας ὑπὸ τοῦ θερμοῦ τοὺς χυμοὺς ἀφαιρουμένων τῶν περικαρπίων εἰς τὸν ἥλιον καὶ πυρουμένων, ὡς οὐ τῷ ἐκ τοῦ ὕδατος ἕλκειν τοιούτους γινομένους, ἀλλ’ ἐν αὐτῷ τῷ περικαρπίῳ μεταβάλλοντας, καὶ ἐξικμαζομένους δὲ καὶ κειμένους, διὰ τὸν χρόνον, αὐστηροὺς ἐκ γλυκέων καὶ πικροὺς καὶ παντοδαποὺς γινομένους, καὶ ἑψομένους, εἰς πάντα τὰ γένη τῶν χυμῶν ὡς εἰπεῖν μεταβάλλοντας.
在这些说法中,恩培多克勒所说的荒谬之处是非常容易看出来的;因为我们看到,当果实暴晒在阳光下并被加热时,味道在热的作用下发生变化,它们变成这样并不是因为从水中汲取了这些味道,而是在果实自身中发生了变化;并且当它们被榨干水分并放置时,随着时间的推移,它们会从甜变涩、变苦以及变成各种各样的味道;而在被煮熟时,可以说是变成了所有类别的味道。
§4.5Ὁμοίως δὲ καὶ τὸ πανσπερμίας εἶναι τὸ ὕδωρ ὕλην ἀδύνατον· ἐκ τοῦ αὐτοῦ γὰρ ὁρῶμεν ὡς ἐκ τῆς αὐτῆς τροφῆς γινομένους ἑτέρους χυμούς.
同样,水作为万种的质料也是不可能的;因为我们看到,从同一事物中产生出不同的味道,就如同从同一种营养中产生出来一样。
Λείπεται δὴ τῷ πάσχειν τι τὸ ὕδωρ μεταβάλλειν.
因此,剩下的就是水通过受到某种影响而发生变化。
§4.6Ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῆς τοῦ θερμοῦ δυνάμεως λαμβάνει ταύτην τὴν δύναμιν ἣν καλοῦμεν χυμόν, φανερόν· λεπτότατον γὰρ τῶν πάντων ὑγρῶν τὸ ὕδωρ ἐστί, καὶ αὐτοῦ τοῦ ἐλαίου.
因此,显然水并不是通过热的力量来获得我们称之为味道的这种力量;因为水是所有液体中最稀薄的,甚至比油本身还要稀薄。
Ἀλλ’ ἐπεκτείνεται ἐπὶ πλεῖον τοῦ ὕδατος τὸ ἔλαιον διὰ τὴν γλισχρότητα.
但油由于其粘性,比水能延伸得更广。
Τὸ δ’ ὕδωρ ψαθυρόν ἐστι· διὸ καὶ χαλεπώτερον φυλάξαι ἐν τῇ χειρὶ ὕδωρ ἢ ἔλαιον.
而水是易散的;因此,将水保存在手中比保存油更困难。
§4.7Ἐπεὶ δὲ θερμαινόμενον οὐδὲν φαίνεται παχυνόμενον τὸ ὕδωρ αὐτὸ μόνον, δῆλον ὅτι ἑτέρα τις ἂν εἴη αἰτία· οἱ γὰρ χυμοὶ πάντες πάχος ἔχουσι μᾶλλον· τὸ δὲ θερμὸν συναίτιον.
既然仅靠加热水本身并没有显现出变稠的迹象,显然会有其他的原因;因为所有的味道都具有更大的稠度;而热是共同原因。
Φαίνονται δ’ οἱ χυμοὶ ὅσοιπερ καὶ ἐν τοῖς περικαρπίοις, οὗτοι ὑπάρχοντες καὶ ἐν τῇ γῇ.
事实上,凡是在果实中显现的味道,也都存在于泥土中。
§4.8Διὸ καὶ πολλοί φασι τῶν ἀρχαίων φυσιολόγων τοιοῦτον εἶναι τὸ ὕδωρ δι’ οἵας ἂν γῆς πορεύηται.
因此,许多古代自然哲学家说,水具有它流经的泥土那样的性质。
Καὶ τοῦτο δῆλόν ἐστιν ἐπὶ τῶν ἁλμυρῶν ὑδάτων μάλιστα· οἱ γὰρ ἅλες γῆς τι εἶδός εἰσιν.
这在咸水中最为明显;因为盐是泥土的一种形式。
Καὶ τὰ διὰ τῆς τέφρας διηθούμενα πικρᾶς οὔσης πικρὸν ποιεῖ τὸν χυμόν.
而被过滤过苦灰的水也会产生苦的味道。
§4.9Εἰσί τε κρῆναι πολλαὶ αἱ μὲν πικραί, αἱ δ’ ὀξεῖαι, αἱ δὲ παντοδαποὺς ἔχουσαι χυμοὺς ἄλλους.
而且有许多泉水,有些是苦的,有些是酸的,有些则具有所有其他各种味道。
Εὐλόγως δ’ ἐν τοῖς φυομένοις τὸ τῶν χυμῶν γίνεται γένος μάλιστα.
味道的类别最容易在生长的事物(植物)中产生,这是合乎情理的。
Πάσχειν γὰρ πέφυκε τὸ ὑγρόν, ὥσπερ καὶ τἆλλα, ὑπὸ τοῦ ἐναντίου· ἐναντίον δὲ τὸ ξηρόν.
因为湿润之物在本性上和其它事物一样,容易受到其相反者的影响;而相反者是干燥之物。
Διὸ καὶ ὑπὸ τοῦ πυρὸς πάσχει τι· ξηρὰ γὰρ ἡ τοῦ πυρὸς φύσις.
因此,它也会受到火的某种影响;因为火的本性是干燥的。
§4.10Ἀλλ’ ἴδιον τοῦ πυρὸς τὸ θερμόν ἐστι, γῆς δὲ τὸ ξηρόν, ὥσπερ εἴρηται ἐν τοῖς περὶ στοιχείων.
但是,热是火所特有的,干燥是土所特有的,正如在《论元素》中所说的那样。
Ἧι μὲν οὖν πῦρ καὶ ᾗ γῆ, οὐδὲν πέφυκε ποιεῖν ἢ πάσχειν, οὐδ’ ἄλλο οὐδέν· ᾗ δ’ ὑπάρχει ἐναντιότης ἐν ἐκάστῳ, ταύτῃ πάντα καὶ ποιοῦσι καὶ πάσχουσιν.
因此,就它们是火和土而言,它们在本性上并不倾向于作用或受动,其他事物也是如此;但就每一事物中存在相反性而言,它们在这一方面进行作用和受动。
§4.11Ὥσπερ οὖν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ἔχειν ποιοῦσι τὸ ὕδωρ, οὕτω καὶ ἡ φύσις τὸ ξηρὸν καὶ τὸ γεῶδες, καὶ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ κινοῦσα τῷ θερμῷ ποιόν τι τὸ ὑγρὸν παρασκευάζει.
因此,正如那些在液体中洗涤(浸泡)出颜色和味道的人使水具有此类性质一样,自然也通过过滤干燥和土质的东西,并用热来推动,使液体准备好具有某种特定的性质。
§4.12Καὶ ἔστι τοῦτο χυμὸς τὸ γιγνόμενον ὑπὸ τοῦ εἰρημένου ξηροῦ πάθος ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν· ἄγει γὰρ τὸ αἰσθητικὸν εἰς τοῦτο δυνάμει προϋπάρχον· οὐ γὰρ κατὰ τὸ μανθάνειν ἀλλὰ κατὰ τὸ θεωρεῖν ἐστὶ τὸ αἰσθάνεσθαι.
而这就是味道:上述干燥之物在液体中所产生的受动,它能够将潜在的味觉改变为现实态;因为它将潜在地预先存在的感官能力引导到这一状态;因为感觉不像是学习,而是像观照。

词汇与语法注释

  1. 4.1Σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δ’ ἐστὶν ἑκάτερον αὐτῶν. — 阐明气味(ὀσμή)与味道(χυμός)之间的关系。两者的性质虽然由于热对水分的改变而属于“几乎相同的受动”,但它们各自并不存在于相同的介质或感官中(一者通过介质,一者通过直接接触)。
  2. 4.2καὶ τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεως — 此短语取决于最高级/比较级 χειρίστην 的限定。应当理解为等同于 τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεων(这也是一些抄本的读法),意为“在我们自身的诸感官中(嗅觉最差)”。
  3. 4.6ψαθυρόν — 该词描绘了水的物理性质。与油的粘性(γλισχρότητα)相对,水被描述为“易散的”或“缺乏凝聚力的”,因此更难用手留存。
  4. 4.12τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν — 具有“有能力改变”之意的形容词 ἀλλοιωτικόν 支配宾格性属格 τῆς γεύσεως τῆς κατὰ δύναμιν(潜在状态下的味觉)。这构成了亚里士多德感觉理论的核心定义,即将潜在的感官能力带入现实活动之中。

引用这一段

亚里士多德, 论感觉与所感物 §4.1-4.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:4.1-4.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。