Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §3.12-3.23

多种颜色的生成假说与物体的混合

第 5 段,共 15 段 · 希腊语

内容简介

作者探讨了产生黑白之外其他颜色的三种假说(微粒并列、表面重叠和彻底混合),指出其与协和音比例的相似性,并论证了彻底的物理混合是产生多种颜色最主导的原因。

§3.12Ἔστι μὲν οὖν οὕτως ὑπολαβεῖν πλείους εἶναι χρόας παρὰ τὸ λευκὸν καὶ τὸ μέλαν, πολλὰς δὲ τῷ λόγῳ· τρία γὰρ πρὸς δύο, καὶ τρία πρὸς τέτταρα, καὶ κατ’ ἄλλους ἀριθμοὺς ἔστι παρ’ ἄλληλα κεῖσθαι, τὰ δ’ ὅλως κατὰ μὲν λόγον μηδένα, καθ’ ὑπεροχὴν δέ τινα καὶ ἔλλειψιν ἀσύμμετρον, καὶ τὸν αὐτὸν δὴ τρόπον ἔχειν ταῦτα ταῖς συμφωνίαις·
因此,可以这样认为,除了白色和黑色之外,还存在着更多的颜色,并且根据比例会有很多种;因为它们可以按三比二、三比四以及其他的数目比例并列放置,而另一些则完全不根据任何比例,而是根据某种不对称的过度和不足,并且这些颜色与协和音具有同样的关系。
τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα, καθάπερ ἐκεῖ τὰς συμφωνίας, τὰ ἥδιστα τῶν χρωμάτων εἶναι δοκοῦντα, οἷον τὸ ἁλουργὸν καὶ φοινικοῦν καὶ ὀλίγ’ ἄττα τοιαῦτα, δι’ ἥνπερ αἰτίαν καὶ αἱ συμφωνίαι ὀλίγαι, τὰ δὲ μὴ ἐν ἀριθμοῖς τἆλλα χρώματα, ἢ καὶ πάσας τὰς χρόας ἐν ἀριθμοῖς εἶναι, τὰς μὲν τεταγμένας τὰς δὲ ἀτάκτους, καὶ αὐτὰς ταύτας, ὅταν μὴ καθαραὶ ὦσι, διὰ τὸ μὴ ἐν ἀριθμοῖς εἶναι τοιαύτας γίνεσθαι.
因为那些处于易于计算的数目比例之中的颜色,正如那里的协和音一样,似乎是颜色中最令人愉悦的,例如深红色、绯红色和少数其他此类颜色,由于这个原因,协和音也是少数的;而其他颜色则是那些不在数目比例之中的颜色。 或者,所有的颜色都在数目比例之中,一些是有序的,另一些是无序的,而这些无序的颜色本身在不纯粹时,由于不在数目比例之中而变成了这样。
§3.13Εἷς μὲν οὖν τρόπος τῆς γενέσεως τῶν χρωμάτων οὗτος, εἷς δὲ τὸ φαίνεσθαι δι’ ἀλλήλων, οἷον ἐνίοτε οἱ γραφῆς ποιοῦσιν, ἑτέραν χρόαν ἐφ’ ἑτέραν ἐναργεστέραν ἐπαλείφουσιν, ὥσπερ ὅταν ἐν ὕδατί τι ἢ ἐν ἀέρι βούλωνται ποιῆσαι φαινόμενον, καὶ οἷον ὁ ἥλιος καθ’ αὑτὸν μὲν λευκὸς φαίνεται, διὰ δ’ ἀχλύος καὶ καπνοῦ φοινικοῦς.
因此,这是颜色产生的一种方式,而另一种方式则是它们相互透显,正如画家们有时所做的那样,在另一个更鲜艳的颜色之上涂上另一个颜色,例如当他们想要表现某种在水中或空气中显现的东西时,又如太阳本身显现为白色,但透过雾气和烟雾时显现为绯红色。
§3.14Πολλαὶ δὲ καὶ οὕτως ἔσονται χρόαι τὸν αὐτὸν τρόπον τῷ πρότερον εἰρημένῳ· λόγος γὰρ ἂν εἴη τις τῶν ἐπιπολῆς πρὸς τὰ ἐν βάθει, τὰ δὲ καὶ ὅλως οὐκ ἐν λόγῳ.
以此种方式也将以先前所述的同样方式产生许多颜色;因为在表面上的颜色与深处的颜色之间会存在某种比例,而另一些则完全不存在于任何比例之中。
§3.15Τὸ μὲν οὖν, ὥσπερ καὶ οἱ ἀρχαῖοι, λέγειν ἀπορροίας εἶναι τὰς χροίας καὶ ὁρᾶσθαι διὰ τοιαύτην αἰτίαν ἄτοπον· πάντως γὰρ δι’ ἁφῆς ἀναγκαῖον αὐτοῖς ποιεῖν τὴν αἴσθησιν, ὥστ’ εὐθὺς κρεῖττον φάναι τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίνεσθαι τὴν αἴσθησιν, ἁφῇ καὶ μὴ ταῖς ἀπορροίαις.
因此,像古人那样说颜色是流出物并由于这种原因而被看见,是荒谬的;因为对他们来说,无论如何都必须通过接触来产生感觉,所以立刻可以说是由于感官与可感之物之间的介质被可感之物所推动而产生感觉,这是通过接触而不是通过流出物,如此说更为优越。
§3.16Ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων ἀνάγκη ὥσπερ καὶ μέγεθος λαμβάνειν ἀόρατον, οὕτω καὶ χρόνον ἀναίσθητον, ἵνα λάθωσιν αἱ κινήσεις ἀφικνούμεναι καὶ ἓν δοκῇ εἶναι διὰ τὸ ἅμα φαίνεσθαι.
因此,在并列放置的情况下,正如必然要假设一个不可见的量一样,也必须假设一个不可觉察的时间,以便到达的运动不被察觉,并因为同时显现而显得是一个整体。
Ἐνταῦθα δὲ οὐδεμία ἀνάγκη, ἀλλὰ τὸ ἐπιπολῆς χρῶμα ἀκίνητον ὂν καὶ κινούμενον ὑπὸ τοῦ ὑποκειμένου οὐχ ὁμοίαν ποιήσει τὴν κίνησιν.
但在这里完全没有这种必要,表面的颜色由于是静止的,而在被底层之物推动时,不会产生相同的运动。
Διὸ καὶ ἕτερον φαίνεται καὶ οὔτε λευκὸν οὔτε μέλαν.
因此,它显现为其他东西,既非白色也非黑色。
§3.17Ὥστ’ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον, ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν, καὶ αὕτη τις ἂν εἴη χρωμάτων μίξις.
因此,如果不可能存在任何不可见的量,而是所有东西都在一定距离外是可见的,那么这也将是某种颜色的混合。
Κἀκείνως δ’ οὐδὲν κωλύει φαίνεσθαί τινα χρόαν κοινὴν τοῖς πόρρωθεν· ὅτι γὰρ οὐκ ἔστιν οὐδὲν μέγεθος ἀόρατον, ἐν τοῖς ὕστερον ἐπισκεπτέον.
而且以另一种方式,也并不妨碍在远处的人显现出某种共同的颜色;因为并不存在任何不可见的量这一点,必须在以后予以考察。
§3.18Εἰ δ’ ἐστὶ μίξις τῶν σωμάτων μὴ μόνον τὸν τρόπον τοῦτον ὅνπερ οἴονταί τινες, παρ’ ἄλληλα τῶν ἐλαχίστων τιθεμένων, ἀδήλων δ’ ἡμῖν διὰ τὴν αἴσθησιν, ἀλλ’ ὅλως πάντῃ πάντως, ὥσπερ ἐν τοῖς περὶ μίξεως εἴρηται καθόλου περὶ πάντων.
但是,如果物体的混合不仅像某些人所认为的那样,通过将那些因我们的感觉而无法察觉的最小微粒并列放置,而是彻底地在每一处,正如在《论混合》中关于所有事物一般性地所说的那样。
§3.19Ἐκείνως μὲν γὰρ μίγνυται ταῦτα μόνον ὅσα ἐνδέχεται διελεῖν εἰς τὰ ἐλάχιστα, καθάπερ ἀνθρώπους ἵππους ἢ τὰ σπέρματα· τῶν μὲν γὰρ ἀνθρώπων ἄνθρωπος ἐλάχιστος, τῶν δ’ ἵππων ἵππος·
因为以那种方式,只有那些可以分割成最小微粒的事物才能混合,正如人、马或种子;因为在人之中,一个人是最小的,在马之中,一匹马是最小的。
ὥστε τῇ τούτων παρ’ ἄλληλα θέσει τὸ πλῆθος μέμικται τῶν συναμφοτέρων· ἄνθρωπον δὲ ἕνα ἑνὶ ἵππῳ οὐ λέγομεν μεμῖχθαι.
因此,通过将这些并列放置,两者结合在一起的多数就被混合了;但我们不说一个人与一匹马相混合。
§3.20Ὅσα δὲ μὴ διαιρεῖται εἰς τὸ ἐλάχιστον, τούτων οὐκ ἐνδέχεται μίξιν γενέσθαι τὸν τρόπον τοῦτον ἀλλὰ τῷ πάντῃ μεμῖχθαι, ἅπερ καὶ μάλιστα μίγνυσθαι πέφυκεν.
而对于那些不能分割成最小微粒的事物,不能以此种方式产生混合,而是通过彻底的每一处混合,而这些事物在本性上也是最倾向于混合的。
Πῶς δὲ τοῦτο γίγνεσθαι δυνατόν, ἐν τοῖς περὶ μίξεως εἴρηται πρότερον.
至于这如何可能,先前已在《论混合》中说明过。
§3.21Ἀλλ’ ὅτι ἀνάγκη μιγνυμένων καὶ τὰς χρόας μίγνυσθαι, δῆλον, καὶ ταύτην τὴν αἰτίαν εἶναι κυρίαν τοῦ πολλὰς εἶναι χροίας, ἀλλὰ μὴ τὴν ἐπιπόλασιν μηδὲ τὴν παρ’ ἄλληλα θέσιν· οὐ γὰρ πόρρωθεν μὲν ἐγγύθεν δ’ οὒ φαίνεται μία χρόα τῶν μεμιγμένων, ἀλλὰ πάντοθεν.
但是,当事物混合时,颜色也必然混合,这是显而易见的,并且这一原因才是产生许多颜色的主导原因,而不是表面涂层或并列放置;因为混合物的颜色并不是从远处看是一个而在近处看不是,而是从每一个角度看都是单一的。
§3.22Πολλαὶ δ’ ἔσονται χρόαι διὰ τὸ κατὰ πολλοὺς λόγους ἐνδέχεσθαι μίγνυσθαι ἀλλήλοις τὰ μιγνύμενα, καὶ τὰ μὲν ἐν ἀριθμοῖς τὰ δὲ καθ’ ὑπεροχὴν μόνον.
并且将产生许多颜色,因为混合物可以以许多种比例相互混合,有些是按数目比例,另一些则仅按过度程度。
§3.23Καὶ τἆλλα δὴ τὸν αὐτὸν τρόπον ὅν περ ἐπὶ τῶν παρ’ ἄλληλα τιθεμένων χρωμάτων ἢ ἐπιπολῆς, ἐνδέχεται λέγειν καὶ περὶ τῶν μιγνυμένων· διὰ τίνα δ’ αἰτίαν εἴδη τῶν χρωμάτων ἐστὶν ὡρισμένα καὶ οὐκ ἄπειρα, καὶ χυμῶν καὶ ψόφων, ὕστερον ἐροῦμεν.
的确,以并列放置的颜色或表面颜色的同样方式,我们也可以关于混合的颜色进行说明;但由于什么原因颜色、味道和声音的形式是确定的而不是无限的,我们稍后再说。

词汇与语法注释

  1. §3.12λόγῳ — 此处并非指普通的“言语”或“说明”,而是指类似于毕达哥拉斯学派音阶理论中的“数比”或“比例”。紧随其后的具体比例(如3:2, 3:4等)证实了这一解构。
  2. §3.12τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα — 此句在语法上缺乏主动词,构成一种不完全结构(无主句或破格)。通常被理解为承接前文的动词不定式结构,或者省略了系动词,意为“处于易于计算的数目比例之中的颜色[是]那些似乎最令人愉悦的颜色”。
  3. §3.15τῷ κινεῖσθαι τὸ μεταξύ — 带冠词的不定式与格(τῷ κινεῖσθαι)在此处表示手段或原因,意为“由于介质(τὸ μεταξύ)被推动”。这在语法上支持了亚里士多德用“介质运动说”来反驳恩培多克勒“流出说”的论证。
  4. §3.18Εἰ δ’ ἐστὶ μίξις — 在语法上,这是一个仅给出条件从句(前件)而没有明确主句(后件)的悬垂结构。在语义上,随后对比两种混合模式的长篇解释实质上充当了这一条件句的解答与结论。
  5. §3.21κυρίαν — 这是“对格+不定式”结构(ταύτην τὴν αἰτίαν εἶναι...)中的宾语补足形容词,意为“这一原因是起支配作用的/主要的”。它强调,与简单的并列或重叠相比,彻底的物质混合才是产生多种颜色的主导原因。

引用这一段

亚里士多德, 论感觉与所感物 §3.12-3.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:3.12-3.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。