Humanitext Reader

亚里士多德 · 论感觉与所感物 §3.1-3.11

颜色的本性与中间色的形成

第 4 段,共 15 段 · 希腊语

内容简介

本章开始探讨各个感官的感知对象,特别是“颜色”的本性。颜色被定义为确定物体中透明物的极限,并解释了黑白的产生以及它们通过微观并置形成中间色的过程。

§3.1Περὶ δὲ τῶν αἰσθητῶν τῶν καθ’ ἕκαστον αἰσθητήριον, οἷον λέγω χρώματος καὶ ψόφου καὶ ὀσμῆς καὶ χυμοῦ καὶ ἁφῆς, καθόλου μὲν εἴρηται ἐν τοῖς περὶ ψυχῆς, τί τὸ ἔργον αὐτῶν καὶ τί τὸ ἐνεργεῖν καθ’ ἕκαστον τῶν αἰσθητηρίων· τί δέ ποτε δεῖ λέγειν ὁτιοῦν αὐτῶν, οἷον τί χρῶμα ἢ τί ψόφον ἢ τί ὀσμὴν ἢ χυμόν, ὁμοίως δὲ καὶ περὶ ἁφῆς, ἐπισκεπτέον, καὶ πρῶτον περὶ χρώματος.
\n关于每个感官对应的可感之物,例如我所说的颜色、声音、气味、味道和触觉,一般性地已在《论灵魂》中讨论过它们的功用是什么,以及在每个感官中的活动是什么;但对于它们之中的每一个应该说是什么,例如颜色是什么,或者声音是什么,或者气味、味道是什么,同样地对于触觉,也必须予以考察,首先则是关于颜色。
§3.2Ἔστι μὲν οὖν ἕκαστον διχῶς λεγόμενον, τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει.
\n\n那么,每一个可感之物都可以在两种意义上来说,一是在现实中,一是在潜在中。
Τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα καὶ ὁ ψόφος πῶς ἐστὶ τὸ αὐτὸ ἢ ἕτερον ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσιν, οἷον ὁράσει καὶ ἀκούσει, εἴρηται ἐν τοῖς περὶ ψυχῆς· τί δὲ ἕκαστον αὐτῶν ὂν ποιήσει τὴν αἴσθησιν καὶ τὴν ἐνέργειαν, νῦν λέγωμεν.
现实中的颜色和声音,与现实中的感觉(例如视觉和听觉)在何种意义上是相同或不同的,已在《论灵魂》中讨论过;但它们各自究竟是什么从而产生了感觉和现实活动,现在让我们来说明。
§3.3Ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις, ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός· ὅταν γὰρ ἐνῇ τι πυρῶδες ἐν διαφανεῖ, ἡ μὲν παρουσία φῶς, ἡ δὲ στέρησίς ἐστι σκότος.
\n\n正如在那些讨论中关于光所说的那样,光偶性地是透明物的颜色;因为每当有某种火状物存在于透明物中时,其存在就是光,而其匮乏就是黑暗。
§3.4Ὃ δὲ λέγομεν διαφανές, οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος οὐδ’ ἄλλου τῶν οὕτω λεγομένων σωμάτων, ἀλλά τίς ἐστι κοινὴ φύσις καὶ δύναμις, ἣ χωριστὴ μὲν οὐκ ἔστιν, ἐν τούτοις δ’ ἐστί, καὶ τοῖς ἄλλοις σώμασιν ἐνυπάρχει, τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον.
\n\n但我们所说的透明物,并不特属于空气或水,或任何其他如此被提及的物体,而是一种共同的本性和力量,它不是可分离的,而是存在于这些之中,并存在于其他物体中,在一些物体中多些,在另一些中少些。
Ὥσπερ οὖν καὶ τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον, καὶ ταύτης.
因此,正如物体必然有某种极限,这一本性也是如此。
§3.5Ἡ μὲν οὖν τοῦ φωτὸς φύσις ἐν ἀορίστῳ τῷ διαφανεῖ ἐστίν· τοῦ δ’ ἐν τοῖς σώμασι διαφανοῦς τὸ ἔσχατον, ὅτι μὲν εἴη ἄν τι, δῆλον, ὅτι δὲ τοῦτ’ ἐστὶ τὸ χρῶμα, ἐκ τῶν συμβαινόντων φανερόν.
\n\n因而,光的本性存在于无限定的透明物之中;而在物体中透明物的极限,它是某种东西是清楚的,而这就是颜色,则从发生的事实中显而易见。
Τὸ γὰρ χρῶμα ἢ ἐν τῷ πέρατί ἐστιν ἢ πέρας· διὸ καὶ οἱ Πυθαγόρειοι τὴν ἐπιφάνειαν χροιὰν ἐκάλουν.
因为颜色要么在极限处,要么就是极限;因此毕达哥拉斯学派也把表面称为颜色。
§3.6Ἔστι μὲν γὰρ ἐν τῷ τοῦ σώματος πέρατι, ἀλλ’ οὔ τι τὸ τοῦ σώματος πέρας, ἀλλὰ τὴν αὐτὴν φύσιν δεῖ νομίζειν, ἥπερ καὶ ἔξω χρωματίζεται, ταύτην καὶ ἐντός.
\n\n因为颜色确实存在于物体的极限处,但并非仅仅是物体的极限,相反,应当认为在外部着色的同一本性,在内部也是如此。
Φαίνεται δὲ καὶ ἀὴρ καὶ ὕδωρ χρωματιζόμενα· καὶ γὰρ ἡ αὐγὴ τοιοῦτόν ἐστιν.
空气和水都显出颜色;因为光芒也就是这样的东西。
§3.7Ἀλλ’ ἐκεῖ μὲν διὰ τὸ ἐν ἀορίστῳ οὐ τὴν αὐτὴν ἐγγύθεν καὶ προσιοῦσι καὶ πόρρωθεν ἔχει χροιὰν οὔθ’ ὁ ἀὴρ οὔθ’ ἡ θάλαττα· ἐν δὲ τοῖς σώμασιν ἐὰν μὴ τὸ περιέχον ποιῇ τὸ μεταβάλλειν, ὥρισται καὶ ἡ φαντασία τῆς χρόας.
\n\n但在那些情况下,因为其存在于无限定物中,无论是空气还是大海,在近处、对于走近的人和在远处,都不具有相同的颜色;然而在物体中,除非周围的环境引起了变化,否则颜色的显现也是确定的。
Δῆλον ἄρα ὅτι τὸ αὐτὸ κἀκεῖ κἀνθάδε δεκτικὸν τῆς χρόας ἐστίν.
显而易见,在这两处接受颜色的都是同一个东西。
§3.8Τὸ ἄρα διαφανὲς καθ’ ὅσον ὑπάρχει ἐν τοῖς σώμασιν (ὑπάρχει δὲ μᾶλλον καὶ ἧττον ἐν πᾶσι) χρώματος ποιεῖ μετέχειν.
\n\n因此,透明物在物体中存在的程度(它或多或少存在于所有物体中),使得物体分有了颜色。
Ἐπεὶ δ’ ἐν πέρατι ἡ χρόα, τούτου ἂν ἐν πέρατι εἴη.
既然颜色在极限处,它也就应该在这透明物的极限处。
Ὥστε χρῶμα ἂν εἴη τὸ τοῦ διαφανοῦς ἐν σώματι ὡρισμένῳ πέρας.
因此,颜色应当是确定物体中透明物的极限。
§3.9Καὶ αὐτῶν δὲ τῶν διαφανῶν, οἷον ὕδατος καὶ εἴ τι ἄλλο τοιοῦτον, καὶ ὅσοις φαίνεται χρῶμα ἴδιον ὑπάρχειν κατὰ τὸ ἔσχατον, ὁμοίως πᾶσιν ὑπάρχει.
\n\n对于透明物本身,如水以及其他此类事物,以及那些在极限处显出其特有颜色的一切事物,也同样是如此。
Ἔστι μὲν οὖν ἐνεῖναι ἐν τῷ διαφανεῖ τοῦθ’ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς, ἔστι δὲ μή, ἀλλ’ ἐστερῆσθαι.
在透明物中,可能存在那在空气中产生光的东西,也可能不存在而是被剥夺。
Ὥσπερ οὖν ἐκεῖ τὸ μὲν φῶς τὸ δὲ σκότος. οὕτως ἐν τοῖς σώμασιν ἐγγίνεται τὸ λευκὸν καὶ τὸ μέλαν.
正如在那里一者是光而另一者是黑暗,在物体中就产生了白色和黑色。
§3.10Περὶ δὲ τῶν ἄλλων χρωμάτων ἤδη διελομένους ποσαχῶς ἐνδέχεται γίγνεσθαι λεκτέον.
\n\n关于其他的颜色,我们必须在区分了它们可能以多少种方式产生之后再做说明。
Ἐνδέχεται μὲν γὰρ παρ’ ἄλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν, ὥσθ’ ἑκάτερον μὲν εἶναι ἀόρατον διὰ σμικρότητα, τὸ δ’ ἐξ ἀμφοῖν ὁρατὸν οὕτω γίνεσθαι.
因为,当白色和黑色并列放置时,每一个都可能因为微小而看不见,而由两者构成的事物却以此种方式变得可见。
§3.11Τοῦτο γὰρ οὔτε λευκὸν οἷόν τε φαίνεσθαι οὔτε μέλαν· ἐπεὶ δ’ ἀνάγκη μέν τι ἔχειν χρῶμα, τούτων δ’ οὐδέτερον δυνατόν, ἀνάγκη μικτόν τι εἶναι καὶ εἶδός τι χρόας ἕτερον.
\n\n因为这一事物既不可能显现为白色,也不可能显现为黑色;但既然它必然具有某种颜色,而这两者又都不可能,那么它必然是某种混合物,且是另一种颜色的形式。

词汇与语法注释

  1. §3.4καὶ ταύτης — 属格 `ταύτης` 指代前文的阴性单数名词 `φύσις` 或 `δύναμις`(即“透明物”的共同本性或能力)。在省略句 `καὶ ταύτης` 中,承接前句的结构 `ἀνάγκη τι εἶναι ἔσχατον`,应理解为“这一本性也必然有某种极限”。
  2. §3.6τὴν αὐτὴν φύσιν δεῖ νομίζειν, ἥπερ καὶ ἔξω χρωματίζεται, ταύτην καὶ ἐντός — 倒装与省略结构。宾格短语 `τὴν αὐτὴν φύσιν` 被关系从句 `ἥπερ καὶ ἔξω χρωματίζεται` 修饰后,通过指示代名词 `ταύτην` 再次提及。在动词 `νομίζειν` 支配的结构中,后半句省略了不定式 `χρωματίζεσθαι`(着色),应理解为“应当认为,那在外部着色的同一本性,在内部也[被着色]”。
  3. §3.10ὥσθ’ ἑκάτερον μὲν εἶναι ἀόρατον διὰ σμικρότητα, τὸ δ’ ἐξ ἀμφοῖν ὁρατὸν οὕτω γίνεσθαι — 引导结果的 `ὥστε` 不定式结构。`εἶναι` 的逻辑主语是 `ἑκάτερον`(每一个),而 `γίνεσθαι` 的逻辑主语是 `τὸ ἐξ ἀμφοῖν`(由两者构成的事物)。

引用这一段

亚里士多德, 论感觉与所感物 §3.1-3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg041.humanitext-grc1:3.1-3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。