§2.11Ἀλλὰ καθόλου περὶ τῶν ἐμφαινομένων καὶ ἀνακλάσεως οὐδέν πω δῆλον ἦν, ὡς ἔοικεν.
可是,一般而言,对于显像和反射,当时似乎还完全不清楚。
Ἄτοπον δὲ καὶ τὸ μὴ ἐπελθεῖν αὐτῷ ἀπορῆσαι διὰ τί ὁ ὀφθαλμὸς ὁρᾷ μόνον, τῶν δ’ ἄλλων οὐδὲν ἐν οἷς ἐμφαίνεται τὰ εἴδωλα.
奇怪的是,他竟然没有想到去追问,为什么只有眼睛能看见,而其他出现显像的物体却无一能看见。
Τὸ μὲν οὖν τὴν ὄψιν εἶναι ὕδατος ἀληθὲς μέν, οὐ μέντοι συμβαίνει τὸ ὁρᾶν ᾗ ὕδωρ ἀλλ’ ᾗ διαφανές· ὃ καὶ ἐπὶ τοῦ ἀέρος κοινόν ἐστιν.
因此,虽然视觉属于水是真的,但看见的发生并不是因为它是水,而是因为它是透明的;而这一性质对于空气也是共同的。
§2.12Ἀλλ’ εὐφυλακτότερον καὶ εὐπιλητότερον τὸ ὕδωρ τοῦ ἀέρος· διόπερ ἡ κόρη καὶ τὸ ὄμμα ὕδατός ἐστιν.
但是,水比空气更容易保存和凝聚;因此,瞳孔和眼睛是由水构成。
Τοῦτο δὲ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων δῆλον· φαίνεται γὰρ ὕδωρ τὸ ἐκρέον διαφθειρομένων, καὶ ἔν γε τοῖς πάμπαν ἐμβρύοις τῇ ψυχρότητι ὑπερβάλλον καὶ τῇ λαμπρότητι.
这一点从实际的事实中也是显而易见的:因为当它们被破坏时,流出来的液体看起来是水,而且在极早期的胚胎中,它在寒冷和光亮方面尤为突出。
§2.13Καὶ τὸ λευκὸν τοῦ ὄμματος ἐν τοῖς ἔχουσιν αἷμα πῖον καὶ λιπαρόν· ὅπερ διὰ τοῦτ’ ἐστί, πρὸς τὸ διαμένειν τὸ ὑγρὸν ἄπηκτον.
此外,有血动物眼球的白色部分是肥厚而多脂的;这正是为了让液体保持不冻结。
Καὶ διὰ τοῦτο τοῦ σώματος ἀρριγότατον ὁ ὀφθαλμός ἐστιν· οὐδεὶς γάρ πω τὸ ἐντὸς τῶν βλεφάρων ἐρρίγωσεν.
由于这个原因,眼睛是身体中最不怕冷的部分;因为从未有人觉得眼睑内侧寒冷。
Τῶν δ’ ἀναίμων σκληρόδερμοι οἱ ὀφθαλμοί εἰσι, καὶ τοῦτο ποιεῖ τὴν σκέπην.
而无血动物的眼睛皮肤坚硬,这起到了保护作用。
§2.14Ἄλογον δὲ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν, καὶ ἀποτείνεσθαι μέχρι τῶν ἄστρων, ἢ μέχρι τινὸς ἐξιοῦσαν συμφύεσθαι, καθάπερ λέγουσί τινες.
至于认为视觉是通过某种向外发出的东西来观看,并且一直延伸到星体,或者像某些人所说,向外发出并在某处结合,这完全是不合理的。
Τούτου μὲν γὰρ βέλτιον τὸ ἐν ἀρχῇ συμφύεσθαι τοῦ ὄμματος.
因为与其这样,不如认为结合发生在眼睛的起点。
Ἀλλὰ καὶ τοῦτο εὔηθες· τό τε γὰρ συμφύεσθαι τί ἐστι φωτὶ πρὸς φῶς;
然而,这同样是愚蠢的:因为光与光的结合是什么意思?
Ἣ πῶς οἷόν θ’ ὑπάρχειν;
或者这怎么可能存在?
Οὐ γὰρ τῷ τυχόντι συμφύεται τὸ τυχόν.
因为并不是任何偶然的事物都能与另一事物结合。
§2.15Τό τ’ ἐντὸς τῷ ἐκτὸς πῶς;
内部的东西又如何与外部的东西结合呢?
Ἡ γὰρ μῆνιγξ μεταξύ ἐστιν.
因为膜介于其间。
Περὶ μὲν οὖν τοῦ ἄνευ φωτὸς μὴ ὁρᾶν εἴρηται ἐν ἄλλοις· ἀλλ’ εἴτε φῶς εἴτ’ ἀήρ ἐστι τὸ μεταξὺ τοῦ ὁρωμένου καὶ τοῦ ὄμματος, ἡ διὰ τούτου κίνησίς ἐστιν ἡ ποιοῦσα τὸ ὁρᾶν.
关于没有光就无法看见,已在别处说过;但无论被看见的事物与眼睛之间是光还是空气,通过这介质的运动才是产生看见的原因。
Καὶ εὐλόγως τὸ ἐντός ἐστιν ὕδατος· διαφανὲς γὰρ τὸ ὕδωρ.
而且,眼睛内部由水构成是合乎情理的;因为水是透明的。
§2.16Ὁρᾶται δὲ ὥσπερ καὶ ἔξω οὐκ ἄνευ φωτός, οὕτω καὶ ἐντός· διαφανὲς ἄρα δεῖ εἶναι.
正如在外部没有光就无法看见,在内部也是如此;因此内部必须是透明的。
Καὶ ἀνάγκη ὕδωρ εἶναι, ἐπειδὴ οὐκ ἀήρ.
而既然它不是空气,就必然是水。
Οὐ γὰρ ἐπὶ τοῦ ἐσχάτου ὄμματος ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ αἰσθητήριόν ἐστιν, ἀλλὰ δῆλον ὅτι ἐντός· διόπερ ἀνάγκη διαφανὲς εἶναι καὶ δεκτικὸν φωτὸς τὸ ἐντὸς τοῦ ὄμματος.
因为灵魂,或者灵魂的感官,并不在眼睛的最表面,而显然是在内部;因此眼睛的内部必须是透明的,并且能够接受光。
§2.17Καὶ τοῦτο καὶ ἐπὶ τῶν συμβαινόντων δῆλον· ἤδη γάρ τισι πληγεῖσιν ἐν πολέμῳ παρὰ τὸν κρόταφον οὕτως ὥστ’ ἐκτμηθῆναι τοὺς πόρους τοῦ ὄμματος, ἔδοξε γενέσθαι σκότος ὥσπερ λύχνου ἀποσβεσθέντος, διὰ τὸ οἷον λαμπτῆρά τινα ἀποτμηθῆναι τὸ διαφανές, τὴν καλουμένην κόρην.
这一点从所发生的事情中也是显而易见的:因为曾经有人在战争中太阳穴附近受到撞击,以至于眼睛的通道被切断,这时他们觉得产生了解体般的黑暗,就像灯火被熄灭了一样,这是因为那作为透明部分的、被称为瞳孔的结构,像灯笼一样被切断了。
§2.18Ὤστ’ εἴπερ τούτων τι συμβαίνει, καθάπερ λέγομεν, φανερὸν ὡς δεῖ τοῦτον τὸν τρόπον ἀποδιδόναι καὶ προσάπτειν ἕκαστον τῶν αἰσθητηρίων ἑνὶ τῶν στοιχείων.
因此,如果这些事情确实如我们所说的那样发生,显而易见,我们必须以这种方式将每个感官归属并联系到其中一个元素。
Τοῦ μὲν ὄμματος τὸ ὁρατικὸν ὕδατος ὑποληπτέον, ἀέρος δὲ τὸ τῶν ψόφων αἰσθητικόν, πυρὸς δὲ τὴν ὄσφρησιν.
应当认为,眼睛中具有视觉能力的部分属于水,感知声音的属于空气,而嗅觉属于火。
§2.19Ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις, τοῦτο δυνάμει τὸ ὀσφραντικόν· τὸ γὰρ αἰσθητὸν ἐνεργεῖν ποιεῖ τὴν αἴσθησιν, ὥσθ’ ὑπάρχειν ἀνάγκη αὐτὴν δυνάμει πρότερον.
因为现实中的嗅觉活动,就是潜在中的嗅觉器官;因为可感之物使感觉活动起来,因此感觉器官必须预先潜在地存在。
Ἡ δ’ ὀσμὴ καπνώδης τίς ἐστιν ἀναθυμίασις, ἡ δ’ ἀναθυμίασις ἡ καπνώδης ἐκ πυρός.
而气味是一种烟雾状的蒸腾物,烟雾状的蒸腾物来自火。
§2.20Διὸ καὶ τῷ περὶ τὸν ἐγκέφαλον τόπῳ τὸ τῆς ὀσφρήσεως αἰσθητήριόν ἐστιν ἴδιον· δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὕλη ἐστίν.
因此,嗅觉感官特异地位于大脑周围的区域;因为寒冷事物的质料在潜在中是热的。
Καὶ ἡ τοῦ ὄμματος γένεσις τὸν αὐτὸν ἔχει τρόπον· ἀπὸ τοῦ ἐγκεφάλου γὰρ συνέστηκεν· οὗτος γὰρ ὑγρότατος καὶ ψυχρότατος τῶν ἐν τῷ σώματι μορίων ἐστίν.
眼睛的生成也是同样的方式:因为它是从大脑中形成的;因为在大脑是身体中最大、最湿且最冷的部分。
§2.21Τὸ δ’ ἁπτικὸν γῆς.
触觉器官属于土。
Τὸ δὲ γευστικὸν εἶδός τι ἁφῆς ἐστίν.
味觉是触觉的一种。
Καὶ διὰ τοῦτο πρὸς τῇ καρδίᾳ τὸ αἰσθητήριον αὐτῶν, τῆς τε γεύσεως καὶ τῆς ἁφῆς· ἀντίκειται γὰρ τῷ ἐγκεφάλῳ αὕτη, καὶ ἔστι θερμότατον τῶν μορίων.
因此它们的感官,即味觉和触觉的感官,位于心脏附近;因为心脏与大脑对立,是身体中最为温热的部分。
Καὶ περὶ μὲν τῶν αἰσθητικῶν τοῦ σώματος μορίων ἔστω τοῦτον τὸν τρόπον διωρισμένα.
关于身体的感官部分,就以此种方式来规定吧。