§8Ἐπεὶ δ᾿ ἔχομεν παρ᾿ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρ᾿ ὁπόσα οἱ σοφιστικοὶ γένοιντ᾿ ἂν συλλογισμοὶ καὶ ἔλεγχοι.
既然我们已经掌握了见卡之推论由多少原因产生,我们也掌握了诡辩式的推论和反驳能由多少原因产生。
Λέγω δὲ σοφιστικὸν ἔλεγχον καὶ συλλογισμὸν οὐ μόνον τὸν φαινόμενον συλλογισμὸν ἢ ἔλεγχον, μὴ ὄντα δέ, ἀλλὰ καὶ τὸν ὄντα μέν, φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος.
而我所谓的诡辩式反驳和推论,不仅是指那些表面上是推论或反驳而实际上不是的,还指那些实际上是推论或反驳,但表面上看起来是针对该事物的特殊性质的。
Εἰσὶ δ᾿ οὗτοι οἱ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχοντες καὶ δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστικῆς.
这些是那些不针对该事物进行反驳,也不揭示人们的无知,而这本是检验术的职责。
Ἔστι δ᾿ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς· αὕτη δὲ δύναται συλλογίζεσθαι ψεῦδος δι᾿ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον.
检验术是问答术的一部分;而它能够由于提供论证者的无知而推论出虚假。
Οἱ δὲ σοφιστικοὶ ἔλεγχοι, ἂν καὶ συλλογίζωνται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις.
另一方面,诡辩式的反驳,即使推论出了矛盾,也无法说明对手是否无知;因为他们甚至可以用这些论证妨碍懂得的人。
Ὅτι δ᾿ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον· παρ᾿ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογίσθαι, παρὰ ταῦτα κἂν τῷ ἀποκρινομένῳ δόξειεν, ὥστ᾿ ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τούτων ἢ πάντων ἢ ἐνίων· ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη.
显而易见,我们是通过同一种方法来掌握它们的;因为在听众看来是根据所提问题推导出的结论,对回答者而言也会显得如此,因此,由于所有这些或其中的某些原因,将会产生虚假的推论;因为一个人在没有被问到的情况下认为自己已经同意的,在被问到时也会予以认可。
Πλὴν ἐπί γέ τινων ἅμα συμβαίνει προσερωτᾶν τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν.
只不过在某些情况下,在进一步追问缺失的部分和揭示虚假是同时发生的,例如在基于语言和文法错误的谬误中。
Εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοὶ παρ᾿ ὅσα καὶ ὁ φαινόμενος ἔλεγχος.
因此,如果矛盾的谬误推论是基于表面上的反驳,那么显而易见,虚假推论产生的原因与表面反驳的原因一样多。
Ὁ δὲ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ· ἑκάστου γὰρ ἐκλείποντος φανείη ἂν ἔλεγχος, οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ὁ εἰς τὸ ἀδύνατον καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, καὶ ἀντὶ τοῦ καθ᾿ αὑτὸ ὁ παρὰ τὸ συμβεβηκός, καὶ τὸ τούτου μόριον, ὁ παρὰ τὸ ἑπόμενον· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ᾿ ἐπὶ τοῦ λόγου συμβαίνειν· εἶτ᾿ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως παρά τε τὸ ἐπί τι ἢ παρ᾿ ἕκαστον τούτων· ἔτι παρὰ τὸ μὴ ἐναριθμουμένου τοῦ ἐν ἀρχῇ τὸ ἐν ἀρχῇ λαμβάνειν.
而表面上的反驳是基于真实反驳的构成部分的;因为如果每个部分缺失,就会出现表面的反驳,例如由于论证而未能得出结论(不归结推论)、导向不可能、由于前提而将两个问题合为一个,以及由于偶性而替代了“自身”,还有它的一部分,即基于后件的反驳;此外,结论并非在事物上而是在语言上发生;然后,不是无条件(端等)的矛盾,而是在同一方面、针对同一事物、以同样方式的矛盾,而是由于在某方面或在其中的每一个方面发生;此外,违反不将争论焦点计入前提的规则而进行论点先取。
Ὥστ᾿ ἔχοιμεν ἂν παρ᾿ ὅσα γίνονται οἱ παραλογισμοί· παρὰ πλείω μὲν γὰρ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
因此,我们应该掌握谬误推论产生的所有原因;因为它们不会来自更多的原因,而所有的谬误推论都将来自上述的原因。
Ἔστι δ᾿ ὁ σοφιστικὸς ἔλεγχος οὐχ ἁπλῶς ἔλεγχος, ἀλλὰ πρός τινα· καὶ ὁ συλλογισμὸς ὡσαύτως.
顺便说一下,诡辩式的反驳不是无条件(绝对)的反驳,而是针对某人的;推论也是如此。
Ἂν μὲν γὰρ μὴ λάβῃ ὅ τε παρὰ τὸ ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην τὸ μόνον τόδε καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτ᾿ ἔλεγχοι οὔτε συλλογισμοὶ ἔσονται, οὔθ᾿ ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον· ἐὰν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται, ἁπλῶς δ᾿ οὐκ ἔσονται· οὐ γὰρ ἓν σημαῖνον εἰλήφασιν, ἀλλὰ φαινόμενον, καὶ παρὰ τοῦδε.
因为如果基于同音异义的论证不假定它表示一个事物,而基于表达相似性的论证不假定它仅表示一个“这个”,其他谬误也同样不假定,那么无论是无条件地还是针对被问者,都不会有反驳或推论;但如果他们做出了假定,那么针对被问者是成立的,而无条件地则不成立;因为他们得到的并不是真正表示一个事物的东西,而只是表面上的,且是来自这个特定的对手。
§9Παρὰ πόσα δ᾿ ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐ δεῖ πειρᾶσθαι λαμβάνειν ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων.
至于被反驳的人是由多少原因被反驳的,如果不掌握关于所有存在事物的科学,就不应该企图去把握。
Τοῦτο δ᾿ οὐδεμιᾶς ἐστὶ τέχνης· ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι, ὥστε δῆλον ὅτι καὶ αἱ ἀποδείξεις.
但这并不是任何单一技术的职责;因为科学也许是无限的,所以显然证明也是无限的。
Ἔλεγχοι δ᾿ εἰσὶ καὶ ἀληθεῖς· ὅσα γὰρ ἔστιν ἀποδεῖξαι, ἔστι καὶ ἐλέγξαι τὸν θέμενον τὴν ἀντίφασιν τοῦ ἀληθοῦς, οἷον εἰ σύμμετρον τὴν διάμετρον ἔθηκεν, ἐλέγξειεν ἄν τις τῇ ἀποδείξει ὅτι ἀσύμμετρος.
而且也有真实的反驳;因为凡是能够被证明的,也可以被对立于真理的矛盾主张者所反驳,例如如果有人主张对角线是通约的,就可以通过它是不通约的的证明来反驳他。
Ὥστε πάντων δεήσει ἐπιστήμονας εἶναι· οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχὰς καὶ τὰ τούτων συμπεράσματα, οἱ δὲ παρὰ τὰς ἐν ἰατρικῇ, οἱ δὲ παρὰ τὰς τῶν ἄλλων ἐπιστημῶν.
因而需要成为所有事物方面的科学者;因为有些反驳将基于几何学中的原理及其结论,另一些基于医学中的原理,还有一些基于其他科学的原理。
Ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἐν ἀπείροις· καθ᾿ ἑκάστην γὰρ τέχνην ἐστὶ ψευδὴς συλλογισμός, οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς καὶ κατὰ ἰατρικὴν ὁ ἰατρικός.
然而,虚假的反驳同样存在于无限的事物中;因为在每种技术中都有虚假的推论,例如在几何学中有几何学的虚假推论,在医学中有医学的虚假推论。
Λέγω δὲ τὸ κατὰ τὴν τέχνην τὸ κατὰ τὰς ἐκείνης ἀρχάς.
而我所谓的“根据技术”,是指根据该技术的原理。
Δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν ληπτέον τοὺς τόπους· οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν.
显然,我们不应该掌握所有反驳的托波斯(论点),而只需掌握基于问答术的反驳的托波斯;因为这些对所有技术和能力都是共同的。
Καὶ τὸν μὲν καθ᾿ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ ἐπιστήμονός ἐστι θεωρεῖν, εἴτε μὴ ὢν φαίνεται εἴ τ᾿ ἔστι, διὰ τί ἔστι· τὸν δ᾿ ἐκ τῶν κοινῶν καὶ ὑπὸ μηδεμίαν τέχνην τῶν διαλεκτικῶν.
而观照各门科学中的反驳——无论是实际上不是而显得是,还是如果是的话其原因何在——是该科学专家的职责;而观照基于共同事物且不属于任何特定技术的反驳,则是问答学者的职责。
Εἰ γὰρ ἔχομεν ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν ἐξ ὧν οἱ ἔλεγχοι· ὁ γὰρ ἔλεγχός ἐστιν ἀντιφάσεως συλλογισμός, ὥστ᾿ ἢ εἷς ἢ δύο συλλογισμοὶ ἀντιφάσεως ἔλεγχός ἐστιν.
因为如果我们掌握了关于任何事物的名望推论是由什么组成的,我们就掌握了反驳是由什么组成的;因为反驳是矛盾的推论,所以一个或两个矛盾的推论就是反驳。
Ἔχομεν ἄρα παρ᾿ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι.
因此,我们掌握了所有这类反驳产生的全部原因。
Εἰ δὲ τοῦτ᾿ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν· αἱ γὰρ τούτων ἐνστάσεις λύσεις εἰσίν.
如果我们掌握了这一点,我们也掌握了解决方案;因为对这些反驳的异议就是解决方案。
Ἔχομεν δέ, παρ᾿ ὁπόσα γίνονται, καὶ τοὺς φαινομένους, φαινομένους δὲ οὐχ ὁτῳοῦν ἀλλὰ τοῖς τοιοῖσδε· ἀόριστα γάρ ἐστιν, ἐάν τις σκοπῇ παρ᾿ ὁπόσα φαίνονται τοῖς τυχοῦσιν.
我们也掌握了与它们产生的原因相同数量的表面反驳——然而,这并不是对任何人都是表面反驳,而是对这样一类特定的人;因为如果考察在普通人看来显得如何,那将是无限定的。
Ὥστε φανερὸν ὅτι τοῦ διαλεκτικοῦ ἐστὶ τὸ δύνασθαι λαβεῖν παρ᾿ ὅσα γίνεται διὰ τῶν κοινῶν ἢ ὢν ἔλεγχος ἢ φαινόμενος ἔλεγχος, καὶ ἢ διαλεκτικὸς ἢ φαινόμενος διαλεκτικὸς ἢ πειραστικός.
因此,显然问答家的职责在于,能够通过共同原理把握,由于多少原因产生真实的或表面的反驳,以及无论是问答的、表面问答的还是检验的反驳。