Humanitext Reader

亚里士多德 · 辩谬篇 §10

批判针对名称与针对思想之论证的区分

第 10 段,共 29 段 · 希腊语

内容简介

批判了将论证区分为“针对名称”和“针对思想”的两分法是荒谬的,指出这一区别取决于回答者的态度而非论证本身,并论证了在讨论中要求区分混淆了问答与教学的本质区别。

§10Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες, τὸ εἶναι τοὺς μὲν πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν·
有人说,论证之间存在着一种区别,即有些是针对名称的论证,有些则是针对思想的论证,这种说法是不正确的。
ἄτοπον γὰρ τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν, ἀλλ᾿ οὐ τοὺς αὐτούς.
因为认为有些论证是针对名称的,而另一些是针对思想的,并且它们不是相同的论证,这是荒谬的。
Τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ᾿ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι, οἰόμενος ἐρωτᾶσθαι, ἐφ᾿ ᾧ ὁ ἐρωτώμενος ἔδωκεν;
因为所谓“不针对思想”,除了在问者不按照被问者在同意时所理解的意思来使用该名称之外,还能是什么呢?
τὸ δ᾿ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα.
而这本身也就是“针对名称”。
Τὸ δὲ πρὸς τὴν διάνοιαν, ὅταν ἐφ᾿ ᾧ ἔδωκεν διανοηθείς.
至于“针对思想”,则是指(提问者)在被问者所同意的意思上进行思考之时。
Εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο ἓν σημαίνειν καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος, οἷον ἴσως τὸν ὂν ἢ τὸ ἓν πολλὰ σημαίνει, ἀλλὰ καὶ ὁ ἀποκρινόμενος καὶ ὁ ἐρωτῶν Ζήνων ἓν οἰόμενος εἶναι ἠρώτησε, καὶ ἔστιν ὁ λόγος ὅτι ἓν πάντα, οὗτος πρὸς τοὔνομα ἔσται ἢ πρὸς τὴν διάνοιαν τοῦ ἐρωτωμένου διειλεγμένος.
如果一个名称表示多种意思,而提问者和被问者都以为它只表示一种意思——例如“存在”或“一”或许表示很多意思,但回答者和提问者芝诺都以为它是一而进行提问,其论证是“万物是一”——那么这个论证是针对名称,还是针对被问者的思想进行了讨论呢?
Εἰ δέ γέ τις πολλὰ οἴεται σημαίνειν, δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν.
但如果有人认为它表示多种意思,显然这不针对其思想。
Πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ὅσοι πλείω σημαίνουσιν, εἶτα περὶ ὁντινοῦν ἐστίν·
因为首先,关于这类论证,针对名称和针对思想的区别涉及所有表示多种意思的论证,其次,它涉及任何任意的论证。
οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ πρὸς τὴν διάνοιαν εἶναι, ἀλλ᾿ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα.
因为针对思想并不在于论证本身,而是在于回答者对所同意的事物持有某种态度。
Εἶτα πρὸς τοὔνομα πάντας ἐνδέχεται αὐτοὺς εἶναι.
其次,所有的论证都可能成为针对名称的。
Τὸ γὰρ πρὸς τοὔνομα τὸ μὴ πρὸς τὴν διάνοιαν εἶναί ἐστιν ἐνταῦθα.
因为在这里,“针对名称”就是“不针对思想”。
Εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιαν· οἱ δέ φασι πάντας, καὶ διαιροῦνται ἢ πρὸς τοὔνομα ἢ πρὸς τὴν διάνοιαν εἶναι πάντας, ἄλλους δ᾿ οὔ.
因为如果不是全部,那么就会存在一些既不针对名称也不针对思想的其他论证;但他们说所有论证都是如此,并把所有的论证分为针对名称或针对思想这两类,而说没有其他类。
Ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα.
然而,在由于多义而产生的推论中,确实有一些是由于名称产生的。
Ἀτόπως μὲν γὰρ καὶ εἴρηται τὸ παρὰ τοὔνομα φάναι πάντας τοὺς παρὰ τὴν λέξιν· ἀλλ᾿ οὖν εἰσί τινες παραλογισμοὶ οὐ τῷ τὸν ἀποκρινόμενον πρὸς τούτους ἔχειν πως, ἀλλὰ τῷ τοιονδὶ ἐρώτημα τὸν λόγον αὐτὸν ἔχειν, ὃ πλείω σημαίνει.
因为把所有由于语言产生的谬误都称为“由于名称”是不妥当的说法;但无论如何,有一些谬误推论产生,不是因为回答者对它们持有某种态度,而是因为论证本身具有某种表示多种意思的问题。
Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι, ἀλλὰ μὴ πρότερον περὶ συλλογισμοῦ· ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν, ὥστε χρὴ καὶ περὶ συλλογισμοῦ πρότερον ἢ περὶ ψευδοῦς ἐλέγχου· ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως.
总之,在不先讨论推论的情况下讨论反驳是荒谬的;因为反驳是一种推论,所以应该在讨论虚假反驳之前先讨论推论;因为这样的反驳是矛盾的表面的推论。
Διὸ ἢ ἐν τῷ συλλογισμῷ ἔσται τὸ αἴτιον ἢ ἐν τῇ ἀντιφάσει (προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντίφασιν), ὁτὲ δ᾿ ἐν ἀμφοῖν, ἂν ᾖ φαινόμενος ἔλεγχος.
因此,原因要么在推论中,要么在矛盾中(因为必须加上矛盾),有时如果它是表面的反驳,原因则在两者之中。
Ἔστι δὲ ὁ μὲν τοῦ σιγῶντα λέγειν ἐν τῇ ἀντιφάσει, οὐκ ἐν τῷ συλλογισμῷ, ὁ δέ, ἃ μὴ ἔχοι τις, δοῦναι, ἐν ἀμφοῖν, ὁ δὲ ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα διὰ τοῦ κύκλου ἐν τῷ συλλογισμῷ.
而“沉默者说话”的论证,其原因在矛盾中,不在推论中;“给一个人没有的东西”的论证,原因在两者之中;“荷马的诗通过圆是一个图形”的论证,原因在推论中。
Ὁ δ᾿ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός.
而两者之中都没有原因的,则是真实的推论。
Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθε, πότερον οἱ ἐν τοῖς μαθήμασι λόγοι πρὸς τὴν διάνοιάν εἰσιν ἢ οὔ;
但回到刚才讨论的起点,数学中的论证是针对思想的还是不是?
καὶ εἴ τινι δοκεῖ πολλὰ σημαίνειν τὸ τρίγωνον, καὶ ἔδωκε μὴ ὡς τοῦτο τὸ σχῆμα ἐφ᾿ οὗ συνεπεράνατο ὅτι δύο ὀρθαί, πότερον πρὸς τὴν διάνοιαν οὗτος διείλεκται τὴν ἐκείνου ἢ οὔ;
如果有人认为 “三角形”表示多种意思,并且他同意了它,但不是作为那个得出“两直角”结论的图形,那么这个讨论是针对他的思想进行的还是不是?
Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ᾿ οἴεται, πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται;
此外,如果名称表示多种意思,而他并没有意识到或想到这一点,这怎么能说不是针对他的思想进行讨论的呢?
ἢ πῶς δεῖ ἐρωτᾶν πλὴν διδόναι διαίρεσιν, εἴτ᾿ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ᾿ ὡς ναί;
或者,除了给出区分之外,应该如何提问呢? 例如,如果有人问是否可能“沉默者说话”,是应该问“在某种意义上不能,但在另一种意义上能”吗?
εἰ δή τις δοίη μηδαμῶς, ὁ δὲ διαλεχθείη, ἆρ᾿ οὐ πρὸς τὴν διάνοιαν διείλεκται;
如果有人完全不同意能,而另一人继续讨论,难道这不是针对他的思想进行讨论吗?
καίτοι ὁ λόγος δοκεῖ τῶν παρὰ τοὔνομα εἶναι.
然而,这个论证被认为是由于名称产生的。
Οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν.
因此,针对思想的论证并不是某一种特定门类的论证。
Ἀλλ᾿ οἱ μὲν πρὸς τοὔνομά εἰσι· καὶ τοιοῦτοι οὐ πάντες, οὐχ ὅτι οἱ ἔλεγχοι, ἀλλ᾿ οὐδ᾿ οἱ φαινόμενοι ἔλεγχοι.
相反,有些是针对名称的;而且这些并非全部如此——不仅不是所有的反驳都是如此,甚至不是所有的表面反驳都是如此。
Εἰσὶ γὰρ καὶ μὴ παρὰ τὴν λέξιν φαινόμενοι ἔλεγχοι, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ ἕτεροι.
因为也存在不由于语言产生的表面反驳,例如由于偶性产生以及其他的表面反驳。
Εἰ δέ τις ἀξιοῖ διαιρεῖν, ὅτι λέγω δὲ σιγῶντα λέγειν τὰ μὲν ὡδὶ τὰ δ᾿ ὡδί· ἀλλὰ τοῦτό γ᾿ ἐστὶ πρῶτον μὲν ἄτοπον, τὸ ἀξιοῦν (ἐνίοτε γὰρ οὐ δοκεῖ τὸ ἐρωτώμενον πολλαχῶς ἔχειν, ἀδύνατον δὲ διαιρεῖν ὃ μὴ οἴεται)· ἔπειτα τὸ διδάσκειν τί ἄλλο ἔσται;
但如果有人主张应该予以区分:“我所谓的‘沉默者说话’是指有些是这样,有些是那样”——首先,这种主张是荒谬的(因为有时被问的问题看起来并没有多种意思,而且要区分一个人不认为有多种意思的东西是不可能的);其次,这除了是“教学”之外还能是什么呢?
φανερὸν γὰρ ποιήσει ὡς ἔχει τῷ μήτ᾿ ἐσκεμμένῳ μήτ᾿ εἰδότι μήθ᾿ ὑπολαμβάνοντι ὅτι ἄλλως λέγεται.
因为这将向那些既未研究过、也不知道、也不怀疑其有其他含义的人表明事情是如何的。
Ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο παθεῖν;
况且,在非双重的事物中,又有什么能阻止这种情况发生呢?
ἆρα ἴσαι αἱ μονάδες ταῖς δυάσιν ἐν τοῖς τέτταρσιν;
例如:“在四中,单位是否等于二?
εἰσὶ δὲ δυάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί.
而二在其中有些是这样包含的,有些是那样包含的。
Καὶ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη ἢ οὔ;
”以及:“对立面的科学是否是单一的?
ἔστι δ᾿ ἐναντία τὰ μὲν γνωστὰ τὰ δ᾿ ἄγνωστα.
而对立面有些是可知的,有些是不可知的。
Ὥστ᾿ ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὅτι δεῖ τὸν μὲν διδάσκοντα μὴ ἐρωτᾶν ἀλλ᾿ αὐτὸν δῆλα ποιεῖν, τὸν δ᾿ ἐρωτᾶν.
”因此,提出这种主张的人似乎不知道教学与问答是不同的,而且教学者不应该提问,而应该自己把事情弄清楚,而问答者则应该提问。

词汇与语法注释

  1. 10.1Τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ᾿ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι, οἰόμενος ἐρωτᾶσθαι, ἐφ᾿ ᾧ ὁ ἐρωτώμενος ἔδωκεν; — 该句解释了“不针对思想”的实质,即提问者与回答者对“名称”理解上的偏差。`ἀλλ᾿ ἢ` 意为“除了……之外”,与否定疑问句 `Τί... ἐστι` 呼应,表示强烈的限定。现在分词主格 `οἰόμενος` 描述了回答者的心理状态,即“(回答者)以为自己是在某种特定意义上被问及,并在该意义上表示同意”。
  2. 10.3οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ πρὸς τὴν διάνοιαν εἶναι, ἀλλ᾿ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα. — 此句具有介词 `ἐν` 连同冠词性不定式(`τῷ ... εἶναι` 和 `τῷ ... ἔχειν`)的并列结构。它为以下主张提供了语法依据:即论证是否针对思想,并不在于“论证本身(`ἐν τῷ λόγῳ`)”,而在于“回答者对于所同意的事物持有某种特定的态度或关系(`ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως`)”。其中 `τὸν ἀποκρινόμενον` 是不定式 `ἔχειν` 的逻辑主语(对格)。
  3. 10.4οὐ τῷ τὸν ἀποκρινόμενον πρὸς τούτους ἔχειν πως, ἀλλ᾿ τῷ τοιονδὶ ἐρώτημα τὸν λόγον αὐτὸν ἔχειν, ὃ πλείω σημαίνει. — 此处使用与格的冠词性不定式(`τῷ ... ἔχειν`)表示原因或理由,修饰前文的 `εἰσί τινες παραλογισμοί`。它明确对比了主观因素和客观因素:某些谬误推论的产生“并非因为回答者对它们持有某种态度”,而是“因为论证本身具有某种表示多种意思的问题”。
  4. 10.10φανερὸν γὰρ ποιήσει ὡς ἔχει τῷ μήτ᾿ ἐσκεμμένῳ μήτ᾿ εἰδότι μήθ᾿ ὑπολαμβάνοντι ὅτι ἄλλως λέγεται. — `φανερὸν ποιήσει`(将表明)的主语是前文“予以区分(教学)”这一行为。其接受者由一系列与格分词(`τῷ μήτ᾿ ἐσκεμμένῳ μήτ᾿ εἰδότι μήθ᾿ ὑπολαμβάνοντι`)表示,通过重复否定小词 `μήτε`,并列描述了未意识到多义性的回答者的三种状态(未研究过、不知道、不认为有其他含义)。

引用这一段

亚里士多德, 辩谬篇 §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。