Humanitext Reader

亚里士多德 · 辩谬篇 §7

各种谬误中欺骗产生的起因

第 8 段,共 29 段 · 希腊语

内容简介

本节梳理了在各种谬误(如同音异义、表达形式、偶性、后件、条件性与无条件性、论点先取等)中欺骗是如何产生的,并解释说这些欺骗皆源于概念“难以区分”或定义与前提中的“细微差别”。

§7Ἡ δ᾿ ἀπάτη γίνεται τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν λόγον τῷ μὴ δύνασθαι διαιρεῖν τὸ πολλαχῶς λεγόμενον (ἔνια γὰρ οὐκ εὔπορον διελεῖν, οἷον τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν), τῶν δὲ παρὰ σύνθεσιν καὶ διαίρεσιν τῷ μηδὲν οἴεσθαι διαφέρειν συντιθέμενον ἢ διαιρούμενον τὸν λόγον, καθάπερ ἐπὶ τῶν πλείστων.
欺骗之产生,在基于同音异义和双重言说(歧义)的谬误中,是由于无法区分多种含义的说法(因为有些东西不易区分,例如“一”、“存在”和“同一”);而在基于合拆的谬误中,则是因为认为言说结合还是拆分没有任何区别,正如在大多数情况下那样。
Ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος, ἐπ᾿ οὐδενὸς ἢ οὐκ ἐπὶ πολλῶν.
同样,在基于重音的谬误中也是如此;因为言说在低音或高音发音时,似乎并不表示任何不同的意思,在任何情况下或在许多情况下都是如此。
Τῶν δὲ παρὰ τὸ σχῆμα διὰ τὴν ὁμοιότητα τῆς λέξεως.
而在基于表达形式的谬误中,则是由于语言的相似性。
Χαλεπὸν γὰρ διελεῖν ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται· σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές, μάλιστα δ᾿ ἐπίσταται συνεπινεύειν, ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι καὶ ὡς ἓν ὑπακούομεν· τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὄν.
因为很难区分哪些事物是以相同方式说出的,哪些是以不同方式说出的;实际上,几乎每个能够做到这一点的人都接近于看清真理,并且他最懂得人们因语言同一性而点头同意谬误的机制,因为我们把凡是陈述某事物的东西都当成“这个(个体)”并将其理解为“一”;因为“这个”和“存在”似乎最容易伴随“一”和“实体”。
Διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, πρῶτον μὲν ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται μετ᾿ ἄλλων σκοπουμένοις ἢ καθ᾿ αὑτούς (ἡ μὲν γὰρ μετ᾿ ἄλλου σκέψις διὰ λόγων, ἡ δὲ καθ᾿ αὑτὸν οὐχ ἧττον δι᾿ αὐτοῦ τοῦ πράγματος), εἶτα καὶ καθ᾿ αὑτὸν ἀπατᾶσθαι συμβαίνει, ὅταν ἐπὶ τοῦ λόγου ποιῆται τὴν σκέψιν· ἔτι ἡ μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δ᾿ ὁμοιότης ἐκ τῆς λέξεως.
因此,这种方式也必须归入基于语言的谬误之中:第一,因为在与他人共同考察时比在独自考察时更容易产生欺骗(因为与他人的考察是通过语言进行的,而独自考察则同样是通过事物本身进行的);第二,即使在独自考察时,当基于言说进行考察时,也会遭遇欺骗;此外,欺骗来自相似性,而相似性来自语言。
Τῶν δὲ παρὰ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά, μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν.
而在基于偶性的谬误中,则是由于无法区分同一与不同、一与多,也无法区分对于何种属性,所有相同的东西也同样附随于事物本身。
Ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ ἑπόμενον· μέρος γάρ τι τοῦ συμβεβηκότος τὸ ἑπόμενον.
同样,在基于后件的谬误中也是如此;因为后件是偶性的一部分。
Ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως, εἰ τόδε ἀπὸ τοῦδε μὴ χωρίζεται, μηδ᾿ ἀπὸ θατέρου χωρίζεσθαι θάτερον.
此外,在许多情况下,它显得并被要求如此:如果这个不能与那个分离,那个也不能与这个分离。
Τῶν δὲ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τὸ πῇ καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρὸν ἡ ἀπάτη· ὡς γὰρ οὐδὲν προσσημαῖνον τὸ τὶ ἢ πῇ ἢ πῶς ἢ τὸ νῦν καθόλου συγχωροῦμεν.
而在基于反驳定义的缺失以及基于“有条件”和“无条件”的谬误中,欺骗在于微小的差别中;因为我们无条件地(普遍地)予以同意,仿佛“在某方面”、“在某处”、“在某种方式”或“现在”这样的限定并没有增加任何特别的含义。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων, καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γὰρ ἡ ἀπάτη διὰ τὸ παρὰ μικρόν· οὐ γὰρ διακριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τὸν ὅρον διὰ τὴν εἰρημένην αἰτίαν.
同样的情况也适用于那些进行论点先取的人、将非原因视为原因的人,以及将多个提问合为一个的人;因为在所有这些情况中,欺骗都是由于微小的差别;由于上述原因,我们既没有精确规定命题的定义,也没有精确规定推论的定义。

词汇与语法注释

  1. ¦1¦τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν λόγον — 属格短语 `τῶν...` 修饰主句的主语 `ἡ ἀπάτη`(欺骗),表示“在基于……的[谬误]中”。上下文省略了表示“谬误”或“反驳”的词,该属格短语本身指代谬误的类别。在后续的语境中,也并列了类似的属格结构。
  2. ¦2¦ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος — 被动分词 `ἀνιέμενος`(低沉的、放宽声调的)和 `ἐπιτεινόμενος`(高亢的、收紧声调的)源于古希腊语声调重音的特征。此处它们作为形容词修饰主语 `ὁ λόγος`(言语、陈述),意为“以低音或高音发音的陈述”。
  3. ¦2¦μάλιστα δ᾿ ἐπίσταται συνεπινεύειν — 意为“知道如何/能够”的动词 `ἐπίσταται` 后接不定式 `συνεπινεύειν`(赞同、点头同意)。其主语是前文提到的“能够进行此区分的人(`ὁ τοῦτο δυνάμενος ποιεῖν`)”,意指唯有这样的人最清楚[人们因语言相似性而]容易随声附和[谬误]的原因。
  4. ¦3¦μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν — 由疑问/关系形容词 `τοῖς ποίοις`(对于何种)引导的从句。直译为:“[由于无法区分] 对于何种谓词,所有相同的东西也同样附随于事物本身”。这解释了偶性谬误的本质,即无法区分属于某一事物的属性并不能自动传递给该事物的所有谓词。
  5. ¦4¦ἐν τῷ παρὰ μικρὸν — 由介词 `ἐν` 与名词化短语 `τῷ παρὰ μικρόν`(微小的差别)构成。意为“欺骗在于微小的差别中”,抓住了谬误的心理机制:尽管限定表达(如“在某方面”、“现在”)的存在与否会带来真伪的决定性差异,但由于字面差别极小而被忽视,从而被当作无条件的肯定予以接受。

引用这一段

亚里士多德, 辩谬篇 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。