Humanitext Reader

亚里士多德 · 辩谬篇 §6#2

论点先取与非原因等谬误对反驳定义的归结

第 7 段,共 29 段 · 希腊语

内容简介

亚里士多德分析了论点先取、非原因、后件以及多问合一等谬误,并表明它们都归结于对反驳定义的无知。

§6#2Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον ὡς αἴτιον τιθέναι δῆλοι διὰ τοῦ ὁρισμοῦ.
此外,基于论点先取(假设开端之物)以及将非原因视为原因的谬误,通过定义也是显而易见的。
Δεῖ γὰρ τὸ συμπέρασμα τῷ ταῦτ᾿ εἶναι αἴτια τοῦ συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις· καὶ πάλιν μὴ ἀριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.
因为结论必须由于这些是导致其产生的原因而产生,而在非原因的情况下并非如此;此外,结论应当是在开端之物(论项)未被算入前提的情况下得出的,而基于要求开端之物(论点先取)的人却不具备这一点。
Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος· τὸ γὰρ ἑπόμενον συμβέβηκε, διαφέρει δὲ τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν συμβεβηκὸς ἔστιν ἐφ᾿ ἑνὸς μόνου λαβεῖν, οἷον ταὐτὸ εἶναι τὸ ξανθὸν καὶ μέλι καὶ τὸ λευκὸν καὶ κύκνον, τὸ δὲ παρεπόμενον ἀεὶ ἐν πλείοσιν·
而基于后件的谬误则是偶性的一部分;因为后件是随伴的偶性,但它与偶性不同,在于偶性只能针对单一事物来取,例如黄色与蜂蜜、白色与天鹅是同一的;而随伴的后件则总是存在于多个事物中。
τὰ γὰρ ἑνὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά· διὸ γίνεται παρὰ τὸ ἑπόμενον ἔλεγχος.
因为我们认为,与同一个事物相同的事物彼此之间也相同;因此产生了基于后件的反驳。
Ἔστι δ᾿ οὐ πάντως ἀληθές, οἷον ἂν ᾖ λευκὸν κατὰ συμβεβηκός· καὶ γὰρ ἡ χιὼν καὶ ὁ κύκνος τῷ λευκῷ ταὐτόν.
但这并非在所有情况下都为真,例如由于偶性而为白色的情况;因为雪和天鹅都与白色相同。
Ἢ πάλιν, ὡς ἐν τῷ Μελίσσου λόγῳ, τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν, ἢ τὸ ἴσοις γίνεσθαι καὶ ταὐτὸ μέγεθος λαμβάνειν.
或者,就像在梅里索斯的论证中,他认为“生成之物”与“具有开端”是同一的,或者“变得相等”与“具有相同的大小”是同一的。
Ὅτι γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, καὶ τὸ ἔχον ἀρχὴν γεγονέναι ἀξιοῖ, ὡς ἄμφω ταὐτὰ ὄντα τῷ ἀρχὴν ἔχειν, τό τε γεγονὸς καὶ τὸ πεπερασμένον.
因为生成之物具有开端,所以他就要求具有开端之物也就是生成的,仿佛由于具有开端,生成之物与有限之物这两者就是同一的一样。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἴσων γινομένων εἰ τὰ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει.
对于变得相等的事物也是如此,如果取得相同且单一大小的事物变得相等,那么变得相等的事物也会取得单一的大小。
Ὥστε τὸ ἑπόμενον λαμβάνει.
因此,他假设了后件。
Ἐπεὶ οὖν ὁ παρὰ τὸ συμβεβηκὸς ἔλεγχος ἐν τῇ ἀγνοίᾳ τοῦ ἐλέγχου, φανερὸν ὅτι καὶ ὁ παρὰ τὸ ἑπόμενον.
所以,既然基于偶性的反驳在于对反驳的无知,那么显而易见,基于后件的反驳也是如此。
Ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως.
但这件事情也必须以其他方式加以考察。
Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς ἢ μὴ διαιρεῖν τὸν τῆς προτάσεως λόγον.
将多个问题合为一个的谬误,在于我们没有清晰界定或划分命题的陈述。
Ἡ γὰρ πρότασίς ἐστιν ἓν καθ᾿ ἑνός.
因为一个命题是关于一个事物陈述一个事物。
Ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἁπλῶς τοῦ πράγματος, οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
因为同一个定义只属于一个事物,且绝对属于该事物,例如“人”只属于一个单个人;对于其他事物也是如此。
Εἰ οὖν μία πρότασις ἡ ἓν καθ᾿ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις.
因此,如果一个命题是关于一个事物要求一个事物,那么这样的提问无条件地也就是一个命题。
Ἐπεὶ δ᾿ ὁ συλλογισμὸς ἐκ προτάσεων, ὁ δ᾿ ἔλεγχος συλλογισμός, καὶ ὁ ἔλεγχος ἔσται ἐκ προτάσεων.
既然推论由命题构成,而反驳是一种推论,那么反驳也必然由命题构成。
Εἰ οὖν ἡ πρότασις ἓν καθ᾿ ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ· φαίνεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις.
因此,如果命题是关于一个事物陈述一个事物,显而易见,这[一谬误]也处于对反驳的无知之中;因为不属于命题的东西看起来却像是命题。
Εἰ μὲν οὖν δέδωκεν ἀπόκρισιν ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος, εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, φαινόμενος ἔλεγχος.
如果回答者确实像针对单一提问一样给出了回答,那么就会是反驳,但如果他没有给出回答,而只是显得如此,那就是表面的反驳。
Ὥστε πάντες οἱ τόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὅτι φαινομένη ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ δ᾿ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον.
因此,所有这些论点都落入对反驳的无知之中,其中基于语言的谬误是因为表面的矛盾(这原本是反驳的特有特征),而其他的谬误则是由于推论的定义。

词汇与语法注释

  1. §6#2τῷ ταῦτ᾿ εἶναι αἴτια — 这是一个与格不定式短语,表示原因(“因为这些是原因”)。后文 `συμβαίνειν` 的逻辑主语是 `τὸ συμπέρασμα`。
  2. ¦10¦τὰ γὰρ ἑνὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά — 构成后件谬误心理基础的公理命题:“我们认为,与同一个事物相同的事物彼此之间也相同”。`ἑνὶ ταὐτῷ` 是取决于第一个 `ταὐτά` 的与格,而 `ἀλλήλοις` 是取决于 `εἶναι ταὐτά` 的与格。
  3. ¦11¦ὡς ἄμφω ταὐτὰ ὄντα τῷ ἀρχὴν ἔχειν — 语气词 `ὡς` 与宾格分词 `ὄντα` 连用,表示主观假定或原因(“仿佛两者由于具有开端而相同”)。这解释了梅里索斯将“生成之物”与“有限之物”混淆的逻辑结构。
  4. ¦13¦ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς ἢ μὴ διαιρεῖν τὸν τῆς προτάσεως λόγον — 介词 `ἐν` 带有冠词的不定式(`τῷ μὴ διαρθροῦν...`),表示行为的原因或领域。`ἡμᾶς` 是各不定式的逻辑主语(宾格)。

引用这一段

亚里士多德, 辩谬篇 §6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。