Humanitext Reader

亚里士多德 · 辩谬篇 §6#1

所有谬误向对反驳定义之无知的归结

第 6 段,共 29 段 · 希腊语

内容简介

亚里士多德论证了所有表面的反驳都可以归结为对反驳定义的无知,并分析了偶性、某一方面以及定义缺失所导致的谬误。

§6#1Ἢ δὴ οὕτως διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους· ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας τρόπους εἰς τὸν τοῦ ἐλέγχου διορισμόν.
或者确实应该这样划分表面的推论和反驳,或者在以这一点为原则的同时,将所有的谬误都归结于“对反驳的无知”;因为可以将上述所有方式都分解为对反驳的定义。
Πρῶτον μὲν εἰ ἀσυλλόγιστοι· δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι.
首先,如果它们是不成推论的;因为结论必须从所设前提中必然产生,而不仅是显得如此。
Ἔπειτα καὶ κατὰ τὰ μέρη τοῦ διορισμοῦ.
其次,也要根据定义的各个部分。
Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν, οἷον ἥ τε ὁμωνυμία καὶ ὁ λόγος καὶ ἡ ὁμοιοσχημοσύνη (σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν), ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ προσῳδία τῷ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον ἢ τοὔνομα διαφέρον.
因为在基于语言的谬误中,有些是由于双重含义,例如同音异义、词组以及相似的形态(因为人们习惯于将一切都表示为“这个特定之物”);而合成、分割和重音则是由于词组或名称不同、并不相同。
Ἔδει δὲ καὶ τοῦτο, καθάπερ καὶ τὸ πρᾶγμα ταὐτόν, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμὸς ἔσεσθαι, οἷον εἰ λώπιον, μὴ ἱμάτιον συλλογίσασθαι ἀλλὰ λώπιον.
而且,如果要成为反驳或推论,正如事物必须是同一的,这个[语言表达式]也必须是同一的;例如,如果是披风(lopion),就不能推论出大衣(himation),而必须推论出披风(lopion)。
Ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλ᾿ οὐ συλλελόγισται, ἀλλ᾿ ἔτι ἐρωτήματος δεῖ, ὅτι ταὐτὸν σημαίνει, πρὸς τὸν ζητοῦντα τὸ διὰ τί.
因为那个结论固然也是真的,但并没有被推论出来,对于询问“为什么”的人来说,仍然需要进一步提问以表明它具有相同的含义。
Οἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται.
偶性谬误在推论被定义之后就会变得明显。
Τὸν αὐτὸν γὰρ ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου γίνεσθαι, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ὁ γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως.
因为对于反驳也必须适用同样的定义,只是要加上矛盾;因为反驳是关于矛盾的推论。
Εἰ οὖν μή ἐστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐ γίνεται ἔλεγχος.
因此,如果没有关于偶性的推论,反驳就不会发生。
Οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδ᾿ εἶναι, τοῦτο δ᾿ ἐστὶ λευκόν, ἀνάγκη λευκὸν εἶναι διὰ τὸν συλλογισμόν.
因为并不是如果这些东西存在时,这个必然存在,而这个是白的,它就必须由于该推论而是白的。
Οὐδ᾿ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δ᾿ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτο.
同样,如果三角形具有等同于两个直角的角,而它碰巧是一个图形、或者是第一个东西、或者是原则,也不是因为它是图形、原则或第一个东西,这些东西就具有这一属性。
Οὐ γὰρ ᾗ σχῆμα οὐδ᾿ ᾗ πρῶτον, ἀλλ᾿ ᾗ τρίγωνον, ἡ ἀπόδειξις.
因为证明并不是作为图形或第一个东西,而是作为三角形进行的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他情况下也是如此。
Ὥστ᾿ εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἂν εἴη ὁ κατὰ συμβεβηκὸς ἔλεγχος.
因此,如果反驳是某种推论,那么基于偶性的反驳就不是反驳。
Ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας.
但正是由于这一谬误,甚至专业人士以及通常有知识的人也会被无知识的人所反驳;因为无知识的人针对知情者进行基于偶性的推论。
Οἱ δ᾿ οὐ δυνάμενοι διαιρεῖν ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ δόντες οἴονται δεδωκέναι.
而那些无法进行区分的人,要么在被提问时予以承认,要么即使没有承认也以为自己承认了。
Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις.
而关于在某一方面和无条件的谬误,是因为肯定和否定不是针对同一个事物。
Τοῦ γὰρ πῇ λευκοῦ τὸ πῇ οὐ λευκόν, τοῦ δ᾿ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις.
因为对“在某一方面是白的”的否定是“在某一方面不是白的”,而对“无条件是白的”的否定是“无条件不是白的”。
Εἰ οὖν δόντος πῇ εἶναι λευκὸν ὡς ἁπλῶς εἰρημένου λαμβάνει, οὐ ποιεῖ ἔλεγχον, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος.
因此,如果回答者承认在某一方面是白的,而提问者却把它当作无条件说出的东西来采纳,他并没有进行反驳,但由于对什么是反驳的无知,而显得在进行反驳。
Φανερώτατοι δὲ πάντων οἱ πρότερον λεχθέντες παρὰ τὸν τοῦ ἐλέγχου διορισμόν· διὸ καὶ προσηγορεύθησαν οὕτως·
在所有谬误中最明显的是先前被称为“基于反驳定义的缺失”的那些谬误;这也是为什么它们被这样命名的原因。
παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται, καὶ διαιρουμένοις οὕτως κοινὸν ἐπὶ πᾶσι τούτοις θετέον τὴν τοῦ λόγου ἔλλειψιν.
因为表面上的反驳是因为定义的缺失而产生的,对于这样进行划分的人来说,必须把“定义的缺失”作为所有这些谬误的共同点。

词汇与语法注释

  1. ¦1¦εἰ ἀσυλλόγιστοι — 虽然“εἰ”可以被解释为引导一个条件从句(“如果它们不成推论”),但根据前文中的动词意向“ἀνακτέον”(应当归结)或“ἀναλῦσαι”(分解),将其理解为引导一个间接疑问句(“是否它们不成推论”)更为自然。
  2. ¦5¦ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτο — 这是一个高度省略的结构,需要从前一句中补出谓语“ἀνάγκη εἶναι”(必然是)。“τοῦτο”指代“三角形内角和等于两个直角”这一属性。整句话意思是“并非由于它是图形、原理或第一个东西,这些东西就[必然]具有这一属性”。
  3. ¦8¦τοῦ λόγου τὴν ἔλλειψιν — 这里的“λόγος”不仅是指一般的“论证”,也是指自第6章开头以来一直在讨论的“反驳的定义(ὁρισμός / διορισμός)”。因此,它被解释为“定义的缺失”(未能满足反驳的定义要求)。

引用这一段

亚里士多德, 辩谬篇 §6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。