Humanitext Reader

亚里士多德 · 辩谬篇 §5#2

后件颠倒假原因与复合问题谬误

第 5 段,共 29 段 · 希腊语

内容简介

本段定义并阐述了由于后件、把非原因当作原因、以及将两个问题合二为一而产生的谬误,并提供了具体实例。

§5#2Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν.
由于后件而产生的反驳,是因为人们认为归结关系是可以逆转的。
Ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης τοδὶ ᾖ, καὶ τοῦδε ὄντος οἴονται καὶ θάτερον εἶναι ἐξ ἀνάγκης.
因为当这一个存在时,另一个必然存在,他们就认为当另一个存在时,这一个也必然存在。
Ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνονται.
由此也产生了由感觉引起的关于信念的错觉。
Πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπέλαβον διὰ τὸ ἕπεσθαι τὸ ξανθὸν χρῶμα τῷ μέλιτι· καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν ᾖ διάβροχος, ὑπολαμβάνομεν ὗσαι.
因为人们常常把胆汁当作蜂蜜,因为黄色伴随着蜂蜜;而且由于下雨时地面会变湿,即使地面是湿的,我们也以为下过雨。
Τὸ δ᾿ οὐκ ἀναγκαῖον.
但这并非必然。
Ἔν τε τοῖς ῥητορικοῖς αἱ κατὰ τὸ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσίν.
在修辞学中,基于征标的证明也是由于后件而来的。
Βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχός, τὸ ἑπόμενον ἔλαβον, ὅτι καλλωπιστὴς ἢ ὅτι νύκτωρ ὁρᾶται πλανώμενος.
因为想要表明某人是通奸者,他们就采用其后件,即他是爱打扮的人,或者他被看见在夜间徘徊。
Πολλοῖς δὲ ταῦτα μὲν ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει.
但是,许多人都具有这些特征,而那个被陈述的谓项并不属于他们。
Ὁμοίως δὲ καὶ ἐν τοῖς συλλογιστικοῖς, οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν, λαβὼν τὸ μὲν ἅπαν ἀγένητον (ἐκ γὰρ μὴ ὄντος οὐδὲν ἂν γενέσθαι), τὸ δὲ γενόμενον ἐξ ἀρχῆς γενέσθαι.
在推论性论证中也是如此,例如梅里苏斯关于“宇宙是无限的”论证,他假定了宇宙是无生的(因为从非存在中什么也不能产生),并且产生出来的东西都是从一个起点开始产生的。
Εἰ μὴ οὖν γέγονεν, ἀρχὴν οὐκ ἔχει τὸ πᾶν, ὥστ᾿ ἄπειρον.
因此,如果它没有产生,宇宙就没有起点,所以它是无限的。
Οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν· οὐ γὰρ εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, γέγονεν, ὥσπερ οὐδ᾿ εἰ ὁ πυρέττων θερμός, καὶ τὸν θερμὸν ἀνάγκη πυρέττειν.
但这并非必然得出;因为并不是如果所有产生的东西都有起点,那么有起点的一切就都是产生的,就像并不是如果发烧的人是发热的,发热的人就必然发烧一样。
Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ᾿ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου.
由于把非原因当作原因而产生的谬误,发生在当把非原因作为产生反驳的原因而被加入到前提中时。
Συμβαίνει δὲ τὸ τοιοῦτον ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τούτοις γὰρ ἀναγκαῖον ἀναιρεῖν τι τῶν κειμένων.
这种情况发生在归谬法的推论中;因为在这些推论中,必然要否定所设前提中的某一个。
Ἐὰν οὖν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸς τὸ συμβαῖνον ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος, οἷον ὅτι οὐκ ἔστι ψυχὴ καὶ ζωὴ ταὐτόν· εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον, καὶ τῇ τινὶ φθορᾷ ἔσται τις γένεσις ἐναντίον·
因此,如果把非原因算作导致不可能性所必需的问题之一,反驳就常常显得是因为它而产生的,例如,为了证明“灵魂与生命不是同一的”:“因为如果产生与消灭相反,那么特定的产生也将与特定的消灭相反。
ὁ δὲ θάνατος φθορά τις καὶ ἐναντίον ζωῇ, ὥστε γένεσις ἡ ζωὴ καὶ τὸ ζῆν γίνεσθαι·
而死亡是某种特定的消灭,并且与生命相反;因此,生命是产生,而活着就是被产生。
τοῦτο δ᾿ ἀδύνατον· οὐκ ἄρα ταὐτὸν ἡ ψυχὴ καὶ ἡ ζωή.
但这是不可能的;因此,灵魂与生命不是同一的。
Οὐ δὴ συλλελόγισται·
”然而,这并没有被推论出来。
συμβαίνει γάρ, κἂν μή τις ταὐτὸ φῇ τὴν ζωὴν τῇ ψυχῇ, τὸ ἀδύνατον, ἀλλὰ μόνον ἐναντίον ζωὴν μὲν θανάτῳ ὄντι φθορᾷ, φθορᾷ δὲ γένεσιν.
因为即使人们不主张生命与灵魂是同一的,不可能性也会发生,而只需要主张生命与死亡(即消灭)相反,而消灭与产生相反。
Ἀσυλλόγιστοι μὲν οὖν ἁπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι.
因此,这样的论证虽然无条件地来看并非不是推论,但针对所提出的论点而言,它们是无法推论的。
Καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον.
而这种情况往往对提问者自己也同样被忽视。
Οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον λόγοι τοιοῦτοί εἰσιν· οἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία.
基于后件以及把非原因当作原因的论证就是这样的;而由于把两个问题当作一个问题而产生的谬误,发生在当漏掉看清它们实际上是多个问题,并把一个回答当作是在针对一个问题而给出时。
Ἐπ᾿ ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον ἀπόκρισιν, οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός;
在某些情况下,人们很容易看清它们是多个问题,且不应当给出一个回答,例如:“地球是海还是天?
ἐπ᾿ ἐνίων δ᾿ ἧττον, καὶ ὡς ἑνὸς ὄντος ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον, ἢ ἐλέγχεσθαι φαίνονται, οἷον ἆρ᾿ οὗτος καὶ οὗτός ἐστιν ἄνθρωπος;
”但在某些情况下,这就不那么容易看清,由于把问题当作一个来对待,他们要么通过不针对所问之事来回答而表示同意,要么显得被反驳了,例如:“这个人以及这个人是一个人吗?
ὥστ᾿ ἄν τις τύπτῃ τοῦτον καὶ τοῦτον, ἄνθρωπον ἀλλ᾿ οὐκ ἀνθρώπους τυπτήσει.
”因此,如果有人打这个人以及这个人,他打的是一个人,而不是多个人。
Ἢ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δ᾿ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά;
或者反过来,在有些东西是好的、有些东西不是好的情况下,“所有这些都是好的,还是不是好的?
ὁπότερον γὰρ ἂν φῇ, ἔστι μὲν ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἂν ποιεῖν· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν μὴ ἀγαθὸν ψεῦδος.
”因为无论他怎么回答,他似乎都会产生表面上的反驳或虚假;因为声称非好的东西中有些是好的,或者好的东西中有些不是好的,这是虚假的。
Ὁτὲ δὲ προσληφθέντων τινῶν κἂν ἔλεγχος γίνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλά.
但在有些时候,当加入某些前提时,甚至会产生真正的反驳,例如,如果有人同意,单一的和多个的以同样的方式被称为白的、裸体的和瞎的。
Εἰ γὰρ τυφλὸν τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δ᾿ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δ᾿ ἔχειν.
因为如果瞎的是指没有视力但本性适合拥有视力的东西,那么瞎的东西也就是那些没有视力但本性适合拥有视力的东西。
Ὅταν οὖν τὸ μὲν ἔχῃ τὸ δὲ μὴ ἔχῃ, τὰ ἄμφω ἔσται ἢ ὁρῶντα ἢ τυφλά· ὅπερ ἀδύνατον.
因此,当一个拥有而另一个没有时,两者都将是看得见的或是瞎的;而这是不可能的。

词汇与语法注释

  1. 5#2ἀντιστρέφειν — 不定式 ἀντιστρέφειν 在这里作为不及物动词使用,意为“可逆”或“换位”。
  2. 5#2τοῦδε ὄντος ... θάτερον εἶναι — 前半中的属格绝对结构 τοῦδε ὄντος 指的是前件,而第二句中相同的短语 τοῦδε ὄντος 则指前句中的后件 τοδὶ,指示对象发生了转换。
  3. 10ὥσπερ οὐδ᾿ εἰ ... καὶ ... ἀνάγκη — 此结构引入了一个类比,由 ὥσπερ οὐδὲ... 引导,连接了条件从句 εἰ 与带有 καὶ 和 ἀνάγκη 的主句,表示“正如并非如果……就必然……一样”。
  4. 11ὡς παρ᾿ ἐκεῖνο γινομένου — 连词 ὡς 结合属格绝对结构 γινομένου τοῦ ἐλέγχου 表达主观的或表面的原因(“仿佛反驳是因其产生似的”)。
  5. 12ἀσυλλόγιστοι μὲν οὖν ἁπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι — 此处区分了一般意义上的形式逻辑有效性(ἁπλῶς)与针对具体辩论论点的有效性(πρὸς τὸ προκείμενον)。介词 πρός 在此表示“针对”或“关于”。
  6. 13τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον — 与格冠词不定式 τῷ μὴ ἀποκρίνεσθαι 表示手段(“通过不回答”)。定语 τὸ ἐρωτώμενον(所问之事)作为该不定式的宾格宾语。

引用这一段

亚里士多德, 辩谬篇 §5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。