Humanitext Reader

亚里士多德 · 辩谬篇 §5#1

偶性与论点先取等非语言谬误

第 4 段,共 29 段 · 希腊语

内容简介

本章讨论了独立于言辞的谬误,结合具体的逻辑实例,解释了偶性谬误、无条件表述与特定观点表述的混淆、对反驳定义的缺乏以及论点先取等类型。

§5#1Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμβεβηκότι ὑπάρχειν.
因此,由于偶性而产生的谬误发生在,当人们主张任何属性都同样属于事物本身和属于它的偶性时。
Ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις, καὶ καθ᾿ οὗ κατηγορεῖται, ταῦτα πάντα ὑπάρχειν.
因为既然许多属性都偶然地属于同一事物,那么所有这些属性并非必然既属于所有被陈述的谓项,也属于被陈述的主项。
Οἷον εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς αὑτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος.
例如,如果科里斯克斯与“人”不同,那么他就与他自己不同;因为他是人。
Ἢ εἰ Σωκράτους ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερον ἀνθρώπου φασὶν ὡμολογηκέναι διὰ τὸ συμβεβηκέναι, οὗ ἔφησεν ἕτερον εἶναι, τοῦτον εἶναι ἄνθρωπον.
或者,如果他与苏格拉底不同,而苏格拉底是人,他们就声称他已经同意他与“人”不同,因为他所说与之不同的这个人,正好是人,这属于偶性。
Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυρίως, ὅταν τὸ ἐν μέρει λεγόμενον ὡς ἁπλῶς εἰρημένον ληφθῇ, οἷον εἰ τὸ μὴ ὄν ἐστι δοξαστόν, ὅτι τὸ μὴ ὂν ἔστιν·
而由于无条件地或在特定方面、而非严格地被表述而产生的谬误,发生在当局部所说的话被当作无条件地表述时。
οὐ γὰρ ταὐτὸν εἶναί τέ τι καὶ εἶναι ἁπλῶς.
例如,如果“非存在”是意见的对象,就得出“非存在”存在的结论;因为成为某物和无条件地存在并不是一回事。
Ἢ πάλιν ὅτι τὸ ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μή ἐστιν, οἷον εἰ μὴ ἄνθρωπος.
或者反过来,“存在”不是存在,如果存在物中的某物不存在,例如它不是人。
Οὐ γὰρ ταὐτὸ μὴ εἶναί τι καὶ ἁπλῶς μὴ εἶναι; φαίνεται δὲ διὰ τὸ πάρεγγυς τῆς λέξεως, καὶ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ εἶναι καὶ τὸ μὴ εἶναί τι τοῦ μὴ εἶναι.
因为不成为某物和无条件地不存在并不是一回事;但由于措辞的接近,以及由于成为某物与存在、不成为某物与不存在之间的差别看起来很小,因而显得是那一回事。
Ὁμοίως δὲ καὶ τὸ παρὰ τὸ πῇ καὶ τὸ ἁπλῶς.
由于特定方面和无条件而产生的谬误也是同样的道理。
Οἷον εἰ ὁ Ἰνδὸς ὅλος μέλας ὢν λευκός ἐστι τοὺς ὀδόντας· λευκὸς ἄρα καὶ οὐ λευκός ἐστιν.
例如,如果一个印度人全身是黑的,但牙齿是白的,那么他就是白的又不是白的。
Ἢ εἰ ἄμφω πῇ, ὅτι ἅμα τὰ ἐναντία ὑπάρχει.
或者,如果两者都在特定方面属于他,就会得出相反者同时存在的结论。
Τὸ δὲ τοιοῦτον ἐπ᾿ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴδιον, οἷον εἰ λαβὼν τὸν Αἰθίοπα εἶναι μέλανα τοὺς ὀδόντας ἔροιτ᾿ εἰ λευκός· εἰ οὖν ταύτῃ λευκός, ὅτι μέλας καὶ οὐ μέλας, οἴοιτο διειλέχθαι συλλογιστικῶς τελειώσας τὴν ἐρώτησιν.
在某些情况下,这种事情对任何人来说都很容易看清,例如,在假定埃塞俄比亚人牙齿是白的基础上,如果问他是否是白的;如果他在此方面是白的,提问者在结束提问后,可能会认为自己已经通过三段论证证明了他是黑的又不是白的。
Ἐπ᾿ ἐνίων δὲ λανθάνει πολλάκις, ἐφ᾿ ὅσων, ὅταν πῇ λέγηται, κἂν τὸ ἁπλῶς δόξειεν ἀκολουθεῖν, καὶ ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι πότερον αὐτῶν κυρίως ἀποδοτέον.
但在某些情况下,这往往被忽视,即在所有那些当在特定方面陈述时、无条件的情况似乎也随之而来的地方,以及在不容易看清其中哪一个应该严格地被赋予的地方。
Γίνεται δὲ τὸ τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα· δοκεῖ γὰρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι κατηγορεῖν, οἷον εἰ τὸ μὲν ἥμισυ λευκὸν τὸ δ᾿ ἥμισυ μέλαν, πότερον λευκὸν ἢ μέλαν;
这种情况发生在相反者以相似方式存在的地方;因为似乎必须承认两者都要无条件地作为谓项,或者两者都不要,例如,如果一半是白的而另一半是黑的,它是白的还是黑的?
Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμὸς ἢ τί ἔλεγχος, ἀλλὰ παρὰ τὴν ἔλλειψιν γίνονται τοῦ λόγου·
由于没有定义什么是三段论或什么是反驳而产生的谬误,是由于缺乏定义(逻辑)而发生的。
ἔλεγχος μὲν γὰρ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων, ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ.
因为反驳是对同一个且仅一个对象的矛盾对立的证明,不是针对名称而是针对事物,也不是针对同义词而是针对相同的名称,并且是从给定的前提中,必然地,不把开始的论点计算在内,在同一方面、针对同一事物、以相同方式并在同一时间得出的。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ψεύσασθαι περί τινος.
以同样的方式也存在关于某事的虚假陈述。
Ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οἷον ὅτι ταὐτὸ διπλάσιον καὶ οὐ διπλάσιον· τὰ γὰρ δύο τοῦ μὲν ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια.
但有些人忽略了上述提到的某一点,却显得是在进行反驳,例如,声称同一事物是两倍又不是两倍;因为二是一的两倍,但对三而言不是两倍。
Ἣ εἰ τὸ αὐτὸ τοῦ αὐτοῦ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλ᾿ οὐ κατὰ ταὐτό· κατὰ μὲν γὰρ τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον.
或者,如果同一事物对同一事物是两倍又不是两倍,但不在同一方面;因为在长度上是两倍,但在宽度上不是两倍。
Ἣ εἰ τοῦ αὐτοῦ καὶ κατὰ ταὐτὸ καὶ ὡσαύτως, ἀλλ᾿ οὐχ ἅμα· διόπερ ἐστὶ φαινόμενος ἔλεγχος.
或者,如果针对同一事物、在同一方面、以相同方式,但不是在同一时间;因此,这是表面的反驳。
Ἕλκοι δ᾿ ἄν τις τοῦτον καὶ εἰς τοὺς παρὰ τὴν λέξιν.
人们也可以把这种谬误归入由于言辞而产生的谬误中。
Οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως καὶ τοσαυταχῶς ὁσαχῶς ἐνδέχεται τὸ ἐξ ἀρχῆς αἰτεῖσθαι, φαίνονται δ᾿ ἐλέγχειν διὰ τὸ μὴ δύνασθαι συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον.
由于把起始论点作为前提(论点先取)而产生的谬误,是以这种方式以及在可以要求起始论点的同样多的方式下发生的,但它们之所以显得是在反驳,是因为人们无法同时看清相同者和不同者。

词汇与语法注释

  1. ¦1¦διὰ τὸ συμβεβηκέναι, οὗ ἔφησεν ἕτερον εἶναι, τοῦτον εἶναι ἄνθρωπον — 受前置词短语 'διὰ τό' 支配的不定式 'συμβεβηκέναι' 的逻辑主语是整个不定式从句 'τοῦτον εἶναι ἄνθρωπον'(此人是人)。关系代词 'οὗ' 因比较级形容词 'ἕτερον' 而使用属格,并且受到了先行词格的吸引。整句结构意为“因为他所说与之不同的那个人,其本身是人这一事实属于偶然”。
  2. ¦2¦οὐ γὰρ ταὐτὸν εἶναί τέ τι καὶ εἶναι ἁπλῶς — 此处对比了 'εἶναί τι'(作为某物存在/在特定限定下存在)与 'εἶναι ἁπλῶς'(无条件地、绝对地存在)。不定代词 'τι' 用作 'εἶναι' 的限制性补语。作者指出,在特定意义下的“存在”不等于绝对的“存在”,这也是关于“非存在”之谬误的根源。
  3. ¦5¦μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ — 带否定词 'μὴ' 的属格独立结构,意为“在不把起始论点计算在内(即作为前提)的情况下”,说明真正的反驳必须排除论点先取(乞题谬误)。

引用这一段

亚里士多德, 辩谬篇 §5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。