§4#2Ἡ μὲν οὖν ἀμφιβολία καὶ ὁμωνυμία παρὰ τούτους τοὺς τρόπους ἐστίν, παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν.
因此,双关两义和同名异义取决于这些方法,而结合则取决于以下这类情况,例如“坐着的人能够行走”以及“不写字的人能够写字”。
Οὐ γὰρ ταὐτὰ σημαίνει, ἂν διελών τις εἴπῃ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν· καὶ τοῦθ᾿ ὡσαύτως ἄν τις συνθῇ, τὸν μὴ γράφοντα γράφειν· σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφοντα γράφειν.
因为,如果一个人分开来说和结合起来说,表示“坐着的人能够行走”和“不写字的人能够写字”并不是指相同的意思;如果将“不写字的人写字”结合起来,也是同样的情况;因为这表示他拥有“在不写字的状态下写字”的能力。
Ἐὰν δὲ μὴ συνθῇ, ὅτι ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν.
但如果不结合起来,则表示他在不写字的时候,拥有写字的能力。
Καὶ μανθάνει νῦν γράμματα, εἴπερ ἐμάνθανεν ἃ ἐπίσταται.
以及“如果他过去正在学习他现在所知道的东西,那么他现在正在学习文字”。
Ἔτι τὸ ἓν μόνον δυνάμενον φέρειν πολλὰ δύνασθαι φέρειν.
此外,“仅能携带一件东西的人,能够携带多件东西”。
Παρὰ δὲ τὴν διαίρεσιν, ὅτι τὰ πέντ᾿ ἐστὶ δύο καὶ τρία, καὶ περιττὰ καὶ ἄρτια, καὶ τὸ μεῖζον ἴσον· τοσοῦτον γὰρ καὶ ἔτι πρός.
由于分割而产生的则是,“五是二和三,因此既是偶数又是奇数”;以及“较大者是相等的,因为它包含相等的部分并且还有多余的部分。
Ὁ γὰρ αὐτὸς λόγος διῃρημένος καὶ συγκείμενος οὐκ ἀεὶ ταὐτὸ σημαίνειν ἂν δόξειεν, οἷον
"Ἐγώ σ᾿ ἔθηκα δοῦλον ὄντ᾿ ελεύθερον
"
καὶ τὸ
"Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.
”因为同一句说话在被分割和被结合时,似乎并不总是表示相同的意思,例如: “我使你,本是奴隶,成为了自由人” 以及: “在五十个人中,高贵的小阿基琉斯留下一百人。
"
Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα
"Τὸ μὲν Ροὗ καταπύθεται ὄμβρῳ.
” 由于重音而产生的论证,在不用文字书写的辩论中不易构造,但在书面作品和诗歌中较容易,例如,有些人针对那些指责荷马措辞怪异的人,替他辩护并纠正道: “它的一部分因雨水而腐烂。
"
Λύουσι γὰρ αὐτὸ τῇ προσῳδίᾳ, λέγοντες τὸ οὔ ὀξύτερον.
” 因为他们通过重音来解决这一难题,将“ou”读得更平。
Καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς εἶπεν
"Δίδομεν δέ οἱ εὖχος ἀρέσθαι,
"
ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι.
还有关于阿伽门农之梦的部分,因为并不是宙斯自己说: “我们允许他获得荣耀,” 而是命令梦去允许。
Τὰ μὲν οὖν τοιαῦτα παρὰ τὴν προσῳδίαν ἐστίν.
因此,这类情况是由于重音而产生的。
Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύηται, οἷον τὸ ἄρρεν θῆλυ ἢ τὸ θῆλυ ἄρρεν, ἢ τὸ μεταξὺ θάτερον τούτων, ἢ πάλιν τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιεῖν, καὶ τἆλλα δ᾿, ὡς διῄρηται πρότερον.
由于言辞的结构而产生的误谬,发生在不相同的事物以相同的方式被表达时,例如阳性被表达为阴性,或阴性被表达为阳性,或中性被表达为这两者之一,或者再如,性质被表达为数量,数量被表达为性质,主动被表达为被动,或状态被表达为主动,以及其他按照先前区分的范畴。
Ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν.
因为,有可能把不属于主动类的事物,在言辞上表示为仿佛属于主动类的某种事物。
Οἷον τὸ ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως λέγεται τῷ τέμνειν ἢ οἰκοδομεῖν· καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πως δηλοῖ, τὸ δὲ ποιεῖν τι.
例如,“保持健康”在言辞的结构上与“切割”或“建造”的说法相似;然而,前者表示某种性质和某种状态,而后者则表示某种主动行为。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也是同样的道理。
Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν τόπων εἰσίν.
因此,取决于言辞的反驳来自于这些论点。
τῶν δ᾿ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτά, ἓν μὲν παρὰ τὸ συμβεβηκός, δεύτερον δὲ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῇ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι, τρίτον δὲ τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον δὲ τὸ παρὰ τὸ ἑπόμενον, πέμπτον δὲ τὸ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, ἕκτον δὲ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον δὲ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.
而独立于言辞的谬误推论则有七种:第一种取决于偶性;第二种取决于无条件地、或非无条件地而是从特定方面、在特定地点、在特定时间、或针对特定关系来表述;第三种取决于对反驳定义的忽视;第四种取决于后件;第五种取决于将起始论点作为前提;第六种取决于将非原因当作原因;第七种取决于将多个问题合而为一个。