§4#1Τρόποι δ᾿ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι παρὰ τὴν λέξιν, οἱ δ᾿ ἔξω τῆς λέξεως.
进行反驳的方式有两种:有些取决于言辞,有些则在言辞之外。
Ἔστι δὲ τὰ μὲν παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τὸν ἀριθμόν· ταῦτα δ᾿ ἐστὶν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως.
取决于言辞并产生错觉的方法在数量上有六种:它们是同名异义、双关两义、结合、分割、重音、言辞的结构。
Τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος, καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸ δηλώσαιμεν.
对此的证明既有通过归纳得出的,也有通过推论得出的(即便假定有其他的证明方法),而且因为我们用相同的名字和论证,能以这几种方式表示不相同的事物。
Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων, οἷον ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι· τὰ γὰρ ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί.
由于同名异义而产生的论证如下,例如:“知晓的人在学习”;因为识字的人学习那些被口授的内容。
Τὸ γὰρ μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην.
因为“学习”这个词是同名异义的,既指运用知识去“理解”,也指“获得”知识。
Καὶ πάλιν ὅτι τὰ κακὰ ἀγαθά· τὰ γὰρ δέοντα ἀγαθά, τὰ δὲ κακὰ δέοντα.
再如,“坏事是好事;因为应该做的事情是好事,而坏事是应该做的。
Διττὸν γὰρ τὸ δέον, τό τ᾿ ἀναγκαῖον, ὃ συμβαίνει πολλάκις καὶ ἐπὶ τῶν κακῶν (ἔστι γὰρ κακόν τι ἀναγκαῖον), καὶ τἀγαθὰ δὲ δέοντά φαμεν εἶναι.
”因为“应该”具有双重含义,一是指必然的,这往往也发生在坏事上(因为某种坏事是必然的),另一方我们说好事也是应该的。
Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι, καὶ κάμνειν καὶ ὑγιαίνειν.
此外,还有“同一个人既坐着又站着,既病着又康复着”。
Ὅσπερ γὰρ ἀνίστατο, ἕστηκεν, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει· ἀνίστατο δ᾿ ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων.
因为那个正在站起来的人正站着,那个正在康复的人正健康;而正在站起来的是坐着的人,正在康复的是病着的人。
Τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει, ἀλλ᾿ ὁτὲ μὲν ὅτι ὁ νῦν κάμνων ἢ καθήμενος, ὁτὲ δ᾿ ὃς ἔκαμνε πρότερον.
因为“病人做某事或遭受某事”并不表示单一的意思,而是有时指“现在正病着或坐着的人”,有时指“先前生病的人”。
Πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων· ὑγιαίνει δ᾿ οὐ κάμνων, ἀλλ᾿ ὁ κάμνων, οὐ νῦν, ἀλλ᾿ ὁ πρότερον.
不过,正在康复的确实是病着的以及生病的人;但现在康复的人并不是在生病的状态下,而是那个生了病的人,且不是现在生病,而是先前生病的人。
Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε, τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους.
由于双关两义而产生的论证如下,如:“希望我抓住敌人”。
Καὶ ἆρ᾿ ὅ τις γινώσκει, τοῦτο γινώσκει;
还有,“某人所知道的对象,这个对象知道吗?
καὶ γὰρ τὸν γινώσκοντα καὶ τὸ γινωσκόμενον ἐνδέχεται ὡς γινώσκοντα σημῆναι τούτῳ τῷ λόγῳ.
”因为在这句话中,既可以把知道的人,也可以把被知道的事物作为“知道者”来表示。
Καὶ ἆρα ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ;
还有,“某人看见的对象,这个对象看见吗?
ὁρᾷ δὲ τὸν κίονα, ὥστε ὁρᾷ ὁ κίων.
他看见柱子,所以柱子看见。
Καὶ ἆρα ὃ σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι;
”还有,“你说是的东西,就是你说是的东西吗?
φῂς δὲ λίθον εἶναι, σὺ ἄρα φῂς λίθος εἶναι.
你说石头是,所以你说是石头。
Καὶ ἆρ᾿ ἔστι σιγῶντα λέγειν;
”还有,“可能说话时保持沉默吗?
διττὸν γὰρ καὶ τὸ σιγῶντα λέγειν, τό τε τὸν λέγοντα σιγᾶν καὶ τὸ τὰ λεγόμενα.
”因为“说沉默的”也具有双重含义,既指说话者保持沉默,也指被说的事物是沉默的。
Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν, εἷς μὲν ὅταν ἢ ὁ λόγος ἢ τοὔνομα κυρίως σημαίνῃ πλείω, οἷον ἀετὸς καὶ κύων· εἷς δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλῶς, οἷον τὸ ἐπίσταται γράμματα.
由于同名异义和双关两义而产生的方法有三种:第一种是,当论证或名字在原本的意义上表示多种事物时,例如“雕”和“狗”;第二种是,当我们习惯于这样说时;第三种是,当结合起来的词语表示多种意思,而分开时只表示单纯的一个意思时,例如 “懂文字”。
Ἑκάτερον μὲν γάρ, εἰ ἔτυχεν, ἕν τι σημαίνει, τὸ ἐπίσταται καὶ τὰ γράμματα· ἄμφω δὲ πλείω, ἢ τὸ τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον.
因为“懂”和“文字”如果各自单独存在,恰好各表示一件事物;但两者合在一起就表示多种意思:或是文字本身具有知识,或是其他人拥有关于文字的知识。