Humanitext Reader

亚里士多德 · 辩谬篇 §1-3

诡辩式反驳的性质与辩争的目标

第 1 段,共 29 段 · 希腊语

内容简介

作者引入了关于诡辩式反驳的讨论,解释了由于有限的名词与无限的事物之间不匹配而产生谬误的原因。随后,他将论证分为四类,并概括了争辩者所追求的五个目标。

§1ΠΕΡΙ ΣΟΦΙΣΤΙΚΩΝ ΕΛΕΓΧΩΝ. ΠΕΡΙ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων ὄντων δὲ παραλογισμῶν ἀλλ᾿ οὐκ ἐλέγχων λέγωμεν, ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων.
《辩谬篇》关于诡辩式的反驳,以及那些表面上是反驳而实际上是谬误而非反驳的论证,让我们按照自然顺序从最基本的部分开始讨论。
Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ᾿ οὐκ ὄντες δοκοῦσι, φανερόν.
显然,有些是真正的三段论,而有些则不是,只是看起来是。
Ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει.
因为正如在其他事物中由于某种相似性而发生这种情况一样,在论证中也是如此。
Καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται, φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες αὑτούς, καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται, κομμώσαντες αὑτούς.
因为有些人确实身体状况良好,而有些人则只是通过像部落仪式般地使自己膨胀并装饰自己来显得如此;有些人因其真正的美丽而美丽,而有些人则由于化妆而显得美丽。
Ἐπί τε τῶν ἀψύχων ὡσαύτως·
无生物也是如此。
καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δ᾿ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ καττιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ.
其中有些确实是银,有些是金,而另一些则不然,但在感觉上显得如此,例如密陀僧和锡制成的显得像银,用胆汁染色的显得像金。
Τὸν αὐτὸν δὲ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δ᾿ οὐκ ἔστι μέν, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν· οἱ γὰρ ἄπειροι ὥσπερ ἂν ἀπέχοντες πόρρωθεν θεωροῦσιν.
同样,三段论和反驳有些是真实的,而有些则不然,只是由于缺乏经验而显得如此;因为缺乏经验的人就像从远处观察一样。
Ὁ μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστὶ τεθέντων ὥστε λέγειν ἕτερόν τι ἐξ ἀνάγκης τῶν κειμένων διὰ τῶν κειμένων, ἔλεγχος δὲ συλλογισμὸς μετ᾿ ἀντιφάσεως τοῦ συμπεράσματος.
因为三段论是根据某些既定的陈述,必然地得出与这些既定陈述不同的结论,并且是通过这些既定陈述得出的;而反驳则是伴随着结论矛盾的三段论。
Οἱ δὲ τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς τόπος εὐφυέστατός ἐστι καὶ δημοσιώτατος ὁ διὰ τῶν ὀνομάτων.
但有些人实际上并没有做到这一点,只是由于许多原因而显得做到了,其中最自然、最普遍的一个方面是通过名字进行的论证。
Ἐπεὶ γὰρ οὐκ ἔστιν αὐτὰ τὰ πράγματα διαλέγεσθαι φέροντας, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις.
因为在讨论时,不可能把具体的事物本身带进来,而我们用名字代替事物作为符号,所以我们认为在名字上发生的事情也发生在事物上,就像那些用算珠计算的人一样。
Τὸ δ᾿ οὐκ ἔστιν ὅμοιον. Τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, τὰ δὲ πράγματα τὸν ἀριθμὸν ἄπειρά ἐστιν.
但这两者并不相似;因为名字和论证的数量是有限的,而事物的数量在数量上是无限的。
Ἀναγκαῖον οὖν πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν.
因此,同一个论证和同一个名字必然表示多种事物。
Ὥσπερ οὖν κἀκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν ὑπὸ τῶν ἐπιστημόνων παρακρούονται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες.
因此,就像在算珠计算中那些不擅长移动算珠的人会被专业人员欺骗一样,在论证中,那些不了解名字力量的人,无论是在自己讨论时还是在听别人讨论时,都会产生谬误。
Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ.
因此,由于这个原因以及下面将要提到的原因,确实存在着看起来是而实际上不是的三段论和反驳。
Ἐπεὶ δ᾿ ἐστί τισι μᾶλλον πρὸ ἔργου τὸ δοκεῖν εἶναι σοφοῖς ἢ τὸ εἶναι καὶ μὴ δοκεῖν (ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δ᾿ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ᾿ οὐκ οὔσης), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν ποιεῖν μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν.
因为对某些人来说,显得聪明比实际上聪明而不显得聪明更为有利(因为诡辩是一种表面上的智慧而非真正的智慧,而诡辩家则是通过表面上而非真正的智慧来谋利的人),显然,对于这些人来说,显得在履行智者的职责,要比实际上履行了职责却不显得如此更为必要。
Ἔστι δ᾿ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον περὶ ἕκαστον τοῦ εἰδότος ἀψευδεῖν μὲν αὐτὸν περὶ ὧν οἶδε, τὸν δὲ ψευδόμενον ἐμφανίζειν δύνασθαι· Ταῦτα δ᾿ ἐστὶ τὸ μὲν ἐν τῷ δύνασθαι δοῦναι λόγον, τὸ δ᾿ ἐν τῷ λαβεῖν.
简而言之,对于每一个拥有知识的人来说,在各自的领域中的职责,一是自己在所知道的事情上不说谎,二是能够揭露说谎的人;其中,前者在于能够给出论证,后者在于能够接受。
Ἀνάγκη οὖν τοὺς βουλομένους σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν·
因此,那些想要从事诡辩的人必须寻求上述类型的论证;因为这符合他们的目的。
πρὸ ἔργου γάρ ἐστιν· ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι σοφόν, οὗ τυγχάνουσι τὴν προαίρεσιν ἔχοντες.
因为这种能力将使他们显得聪明,而这正是他们所追求的目标。
Ὅτι μὲν οὖν ἔστι τι τοιοῦτον λόγων γένος, καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον.
显然,确实存在这样一类论证,而且我们所说的诡辩家正是追求这样一种能力。
Πόσα δ᾿ ἐστὶν εἴδη τῶν λόγων τῶν σοφιστικῶν, καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε, καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα, καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην ἤδη λέγωμεν.
那么,诡辩论证有多少个种类,这种能力由多少个要素组成,这项研究所包含的部分有多少,以及关于促成这一技术的其他事物,我们现在就来进行讨论。
§2Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέτταρα γένη, διδασκαλικοὶ καὶ διαλεκτικοὶ καὶ πειραστικοὶ καὶ ἐριστικοί, διδασκαλικοὶ μὲν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογιζόμενοι (δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), διαλεκτικοὶ δ᾿ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως, πειραστικοὶ δ᾿ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην (ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις), ἐριστικοὶ δ᾿ οἱ ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συλλογιστικοὶ ἢ φαινόμενοι συλλογιστικοί.
的确,在辩论中使用的论证有四类:教学的、辩证的、检验的和争辩的。 教学的论证是指那些从每个学科特有的原理出发进行推理,而不是从回答者的意见出发的论证(因为学习者必须信任老师);辩证的论证是指那些从普遍接受的意见出发推理出矛盾的论证;检验的论证是指那些基于回答者所认可的、且任何声称拥有该知识的人都必须知道的意见出发的论证(至于具体的方式,已在其他地方做过规定);而争辩的论证是指那些从看起来是通识而实际上不是的意见出发进行推理,或者仅仅显得是在进行推理的论证。
Περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς ἄλλοις.
关于证明的论证,我们已经在《分析篇》中讨论过,关于辩证和检验的论证,已在其他著作中讨论过。
Περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λέγωμεν.
关于竞技和争辩的论证,我们现在来进行讨论。
§3Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες.
首先,我们必须掌握在论证中竞争和争论的人瞄准了多少个目标。
Ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, ἔλεγχος καὶ ψεῦδος καὶ παράδοξον καὶ σολοικισμὸς καὶ πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσδιαλεγόμενον· τοῦτο δ᾿ ἐστὶ τὸ πολλάκις ἀναγκάζεσθαι ταὐτὸ λέγειν· ἢ τὸ μὴ ὄν, ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων.
这些在数量上有五个:反驳、虚假、悖论、语法错误,第五个是使对话者语无伦次(即被迫多次重复同一件事);或者是当这些中的每一个并非真实,而只是显现如此。
Μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον δὲ ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον δὲ σολοικίζειν ποιεῖν· τοῦτο δ᾿ ἐστὶ τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον· τελευταῖον δὲ τὸ πλεονάκις ταὐτὸ λέγειν.
因为他们最优先选择的是显得在进行反驳,其次是展示对手在说谎,第三是引导其进入悖论,第四是使其犯语法错误(即在论证中使回答者在措辞上显得荒谬),最后则是使其多次重复同一件事。

词汇与语法注释

  1. ¦2¦Καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται, φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες αὑτούς — 宾格名词 `τὴν ἕξιν`(身体状况)充当动词短语 `ἔχουσιν εὖ` 的直接宾语。在接下来的 `οἱ δὲ φαίνονται` 之后,省略了 `ἔχοντες εὖ`(或不定式 `ἔχειν εὖ`)。主格分词 `φυσήσαντες καὶ ἐπισκευάσαντες` 修饰主语 `οἱ δέ`,表示他们伪装外表的手段或伴随状况。
  2. ¦4¦οὐκ ἔστιν αὐτὰ τὰ πράγματα διαλέγεσθαι φέροντας — 不定式 `διαλέγεσθαι` 作为无人称动词 `οὐκ ἔστιν`(不可能)的主语。宾格复数分词 `φέροντας` 与不定式省略的宾格主语(指代一般的讨论者 `ἡμᾶς`)相一致。该分词表示伴随状况或条件手段:“通过带入事物本身”。
  3. ¦7¦ὡς ἓν πρὸς ἓν εἰπεῖν — 包含限制性绝对不定式 `εἰπεῖν` 的惯用插入语。配合 `ὡς` 使用,表示“一对一简单对比而言”或“简而言之”,修饰主句的整体叙述。

引用这一段

亚里士多德, 辩谬篇 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。