Humanitext Reader

亚里士多德 · 辩谬篇 §33#1

谬误的难易度与引发困惑的敏锐论证

第 28 段,共 29 段 · 希腊语

内容简介

亚里士多德探讨了识别谬误的难易程度,列举了基于多义性的滑稽论证例子,定义了最能引起困惑的“敏锐论证”,并分析了解决与提问的不同维度。

§33#1Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι παραλογίζονται τὸν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες.
此外,我们必须认识到,在所有论证中,有些论证容易看出其在何处以及由于何种原因误导了听众,而另一些论证则较难看出,尽管它们往往与那些容易看出的论证是同一个。
Τὸν αὐτὸν γὰρ λόγον δεῖ καλεῖν τὸν παρὰ ταὐτὸ γινόμενον· ὁ αὐτὸς δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς δὲ παρὰ τὸ συμβεβηκὸς τοῖς δὲ παρ᾿ ἕτερον δόξειεν ἂν εἶναι διὰ τὸ μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον.
因为我们应当将由相同原因产生的论证称为“同一论证”;但由于每个要素在转移时并不同样显而易见,同一论证对一些人来说可能显得是由于语言,对另一些人来说显得是由于偶然属性,而对其他人来说则显得是由于其他原因。
Ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον, καὶ ὅπου στέλλεσθε;
因此,正如在依靠同音异义的论证中(这似乎是误导论证中最愚蠢的一种方式),有些论证甚至对普通人也是显而易见的(因为几乎所有笑话式的论证都是由于语言,例如:“有人顺着梯子抬着椅子”,以及“你们要去哪里?
Πρὸς τὴν κεραίαν.
”“去帆桁”,以及“哪一头母牛会在前面生产?
Καὶ ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; Οὐδετέρα, ἀλλ᾿ ὄπισθεν ἄμφω.
”“哪一头都不会,两头都在后面生产”)。
Καὶ καθαρὸς ὁ βορέας;
还有“北风是清白的吗?
Οὐ δῆτα· ἀπεκτόνηκε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον.
”“当然不,因为它杀死了穷人和买东西的人。
Ἆρ᾿ Εὔαρχος;
”“那么是欧阿尔科斯吗?
Οὐ δῆτα, ἀλλ᾿ Ἀπολλωνίδης.
”“当然不,是阿波罗尼德。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστοι.
”其他大多数论证也差不多都是同样的方式。
Τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν· σημεῖον δὲ τούτων ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸν σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερον.
但有些论证似乎连最经验丰富的人也会忽略;这方面的证据是,他们经常为名称争论不休,例如:“存在”和“一”是对所有事物表示相同的意义,还是表示不同的意义。
Τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸν σημαίνειν τὸ ὂν καὶ τὸ ἕν· οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ἓν λέγεσθαι καὶ τὸ ὄν.
因为在一些人看来,“存在”和“一”表示相同的意义,而另一些人则通过说“一”和“存在”有多种含义来破解芝诺和巴门尼德的论证。
Ὁμοίως δὲ καὶ περὶ τοῦ συμβεβηκότος καὶ περὶ τῶν ἄλλων ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων· καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.
同样,关于偶然属性和其余的每一个种类,有些论证会比较容易看出,有些则比较困难;而要掌握它们属于哪一个种类,以及它们是不是论驳,对所有论证来说并不同样容易。
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα.
所谓敏锐的论证,是指最能让人陷入困境的论证;因为这种论证最折磨人。
Ἀπορία δ᾿ ἐστὶ διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμένοις, ὅ τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, ἡ δ᾿ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τὸ προταθέν.
困境有两种:一种是在已推论出的论证中,应当否定哪一个提问;另一种是在争论性的论证中,应当如何应对提出的主张。
Διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποιοῦσιν.
因此,在推论性的论证中,越是敏锐的论证越能促使人进行探究。
Ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος, ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ.
而最敏锐的推论性论证,是当它从最被认可的公理中否定最被认可的结论时。
Εἷς γὰρ ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς· ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον.
因为由于论证是单一的,在矛盾命题转换后,它将具有所有相似的推论;因为它总是从被认可的前提中,同样地否定或确立被认可的结论,因此陷入困境是必然的。
Μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δ᾿ ὁ ἐξ ἁπάντων ὁμοίων· οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον.
所以,最敏锐的是那种使结论与问题具有同等认可度的论证,其次是从完全相似的前提得出的论证;因为这会同样使人困惑于应该否定哪一个问题。
Τοῦτο δὲ χαλεπόν· ἀναιρετέον μὲν γάρ, ὅ τι δ᾿ ἀναιρετέον, ἄδηλον.
而这是困难的;因为虽然必须否定一个,但否定哪一个是不可知的。
Τῶν δ᾿ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται ἢ οὔ, καὶ πότερον παρὰ ψεῦδος ἢ διαίρεσίν ἐστιν ἡ λύσις, δεύτερος δὲ τῶν ἄλλων ὁ δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἢ ἀναίρεσίν ἐστι, μὴ φανερὸς δ᾿ ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν ἢ διαίρεσιν λυτέος ἐστίν, ἀλλὰ πότερον αὕτη παρὰ τὸ συμπέρασμα ἢ παρά τι τῶν ἐρωτημάτων ἐστίν.
在争论性的论证中,最敏锐的是那些首先让人无法立刻看出它是否已进行了推论,以及解决办法是通过揭露虚假还是通过区分的论证;其余论证中占第二位的是那些虽然清楚其解决是通过区分或否定,但不显明通过被问及的问题中哪一个的否定或区分来解决,而是不清楚这解决是针对结论还是针对某一个提问的论证。
Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ᾿ οὐκ ἄξιος καταφρονεῖσθαι.
因此,有时未被推论出来的论证是愚蠢的,如果其前提过于不合常理或虚假;但有时它们也不应被蔑视。
Ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ ὁ λόγος καὶ δι᾿ ὅ, καὶ μὴ προσλαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης ὁ συλλογισμός, ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ᾿ ὁ μὲν λόγος ἐπιεικής, ὁ δ᾿ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.
因为当缺少某些作为论证对象和根据的此类问题,而没有采纳并进行推论时,这种推论是愚蠢的;但当缺少外部的事物时,决不能被轻易藐视,论证本身是得体的,只是提问者没有提好问题。
Ἔστι τε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον, ὅταν ᾖ πλείονος χρόνου δεομένη ἡ λύσις ἢ τοῦ παρόντος καιροῦ τὸ διαλεχθῆναι πρὸς τὴν λύσιν.
正如解决问题有时是针对论证,有时是针对提问者和提问方式,有时则不针对这两者中的任何一个一样,提问和推论同样也可以针对论题、针对答问者、以及针对时间(当解决问题需要比当前时机允许的讨论更长的时间时)。

词汇与语法注释

  1. ¦1¦πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες — 分词 ὄντες 在此作让步状语(“虽然它们是”),在语法上与主语 οἱ μέν... οἱ δέ 保持主格复数一致。代词 ἐκείνοις(与格复数)指代前文“易于看出的论证”(ῥᾴους κατιδεῖν),意指那些难以看出的论证在实质上往往与容易看出的论证完全相同。
  2. ¦1¦τοῖς μὲν... τοῖς δὲ... τοῖς δὲ... — 这些是取决于 δόξειεν ἂν εἶναι(“在一些人看来显得……”)的判断者与格(“对一些人、对另一些人……”)。鉴于随后的介词短语(παρὰ τὴν λέξιν, παρὰ τὸ συμβεβηκὸς 等)已经表示了谬误的原因,将这些与格理解为做出判断的不同主体(而非谬误本身的分类)在语法上最为自然。
  3. ¦2¦ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον — 该笑话依赖于语法的歧义:既可以理解为“一个人顺着梯子抬着椅子”(将 ἐφέρετο 视作中动语态),也可以理解为“一个人从梯子上被摔到椅子上”(将 ἐφέρετο 视作被动语态)。动词 ἐφέρετο(未完成时中/被动语态)和名词 δίφρον(δίφρος 的对格,意为椅子或双轮战车)的这种多义性构成了希腊语语态和词汇的双重双关。
  4. ¦5¦ὅ τι ἀνέλῃ τις... πῶς εἴπῃ τις — 虚拟语气动词 ἀνέλῃ 和 εἴπῃ 是间接疑问句中不带 ἄν 的“商榷性虚拟语气”(deliberative subjunctive),表示义务或应当:“应当否定什么”以及“应当如何回答”。

引用这一段

亚里士多德, 辩谬篇 §33#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:33%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。