§33#1Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι παραλογίζονται τὸν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες.
また、すべての議論のうち、あるものは、それが何に依拠し、何において聞き手を誤らせるのかを見抜くのが容易であり、他のものはより困難であること、そして、それらの議論はしばしば見抜きやすいものとしばしば同一であることを理解しなければならない。
Τὸν αὐτὸν γὰρ λόγον δεῖ καλεῖν τὸν παρὰ ταὐτὸ γινόμενον·
なぜなら、同一の原因によって生じる議論は「同一の議論」と呼ぶべきだからである。
ὁ αὐτὸς δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς δὲ παρὰ τὸ συμβεβηκὸς τοῖς δὲ παρ᾿ ἕτερον δόξειεν ἂν εἶναι διὰ τὸ μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον.
しかし、同一の議論であっても、各要素が他へ移行される際、同様には明らかでなくなるため、ある人には言葉に基づくものに見え、別の人には付随性に基づくものに見え、また別の人には他のものに基づくものに見えるかもしれない。
Ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον, καὶ ὅπου στέλλεσθε;
したがって、誤謬の方式の中で最も他愛のないものと思われる「同音異義」に基づく議論においても、あるものは平凡な人々にも明らかである(実際、滑稽な議論はほぼすべて言葉に基づいている。
Πρὸς τὴν κεραίαν.
例えば、「男が梯子を下りながら椅子を運んでいた」、また「お前たちはどこへ向かっているのか?
Καὶ ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται;
」「帆桁へ」、また「牛のどちらが先に産むか?
Οὐδετέρα, ἀλλ᾿ ὄπισθεν ἄμφω.
」「どちらでもなく、両方とも後ろから産む」など)。
Καὶ καθαρὸς ὁ βορέας;
また「北風は清らかか?
Οὐ δῆτα·
」「いや、とんでもない。
ἀπεκτόνηκε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον.
貧者と買い手を殺したのだから」。
Ἆρ᾿ Εὔαρχος;
また「では、エウアルコスか?
Οὐ δῆτα, ἀλλ᾿ Ἀπολλωνίδης.
」「いや、アポロニデスだ」。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστοι.
他の滑稽な議論のほとんども、これと同一の仕方である。
Τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν·
しかし、別のあるものは、最も熟練した人々さえ見落とすように思われる。
σημεῖον δὲ τούτων ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸν σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερον.
その証拠に、彼らはしばしば言葉について争う。 例えば、「ある」と「一」はすべてのものに対して同一のことを意味するのか、それとも異なることなのか、についてである。
Τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸν σημαίνειν τὸ ὂν καὶ τὸ ἕν· οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ἓν λέγεσθαι καὶ τὸ ὄν.
というのも、ある人々には「ある」と「一」は同一のことを意味するように思われるが、別の人々は、ゼノンやパルメニデスの議論を、「一」や「ある」は多くの意味で言われると主張することによって解決するからである。
Ὁμοίως δὲ καὶ περὶ τοῦ συμβεβηκότος καὶ περὶ τῶν ἄλλων ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων·
同様に、付随性についても他の各種類についても、議論のうちあるものは見やすく、あるものはより困難である。
καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.
そして、それがどの類に属するのか、また論駁であるのかないのかを把握することは、すべてについて同様に容易なわけではない。
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα·
鋭い議論とは、最も行き詰まりを生じさせるものである。
δάκνει γὰρ οὗτος μάλιστα.
なぜなら、それが最も人を苛むからである。
Ἀπορία δ᾿ ἐστὶ διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμένοις, ὅ τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, ἡ δ᾿ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τὸ προταθέν.
行き詰まりには二通りあり、一方は論証された議論において、提示された問いのうちどれを破棄すべきかというものであり、他方は争論的な議論において、提示された前提に対してどのように答えるべきかというものである。
Διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποιοῦσιν.
それゆえ、論証的な議論においては、より鋭い議論が、よりいっそうの探究を促す。
Ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος, ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ.
ところで、最も鋭い論証的な議論とは、最も確からしいと思われる前提から、最も確からしいと思われる結論を否定するものである。
Εἷς γὰρ ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς·
なぜなら、議論が一つであれば、矛盾する命題を置き換えても、すべての推論は同様に成り立つからである。
ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον.
というのも、確からしい前提から、常に同様に確からしい結論を否定するか、あるいは確立するからであり、それゆえに行き詰まりが生じることが不可避となる。
Μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δ᾿ ὁ ἐξ ἁπάντων ὁμοίων·
したがって、結論を提示された問いと同等に確からしくするような議論が最も鋭く、第二には、すべての前提が同様であるような議論である。
οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον.
なぜなら、これは提示された問いのどれを破棄すべきかについて、同様に行き詰まりを生じさせるからである。
Τοῦτο δὲ χαλεπόν·
そしてこれは困難である。
ἀναιρετέον μὲν γάρ, ὅ τι δ᾿ ἀναιρετέον, ἄδηλον.
なぜなら、どれかを破棄しなければならないが、どれを破棄すべきかは明らかでないからである。
Τῶν δ᾿ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται ἢ οὔ, καὶ πότερον παρὰ ψεῦδος ἢ διαίρεσίν ἐστιν ἡ λύσις, δεύτερος δὲ τῶν ἄλλων ὁ δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἢ ἀναίρεσίν ἐστι, μὴ φανερὸς δ᾿ ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν ἢ διαίρεσιν λυτέος ἐστίν, ἀλλὰ πότερον αὕτη παρὰ τὸ συμπέρασμα ἢ παρά τι τῶν ἐρωτημάτων ἐστίν.
他方、争論的な議論のうちで最も鋭いのは、そもそも推論が成り立っているのかいないのか、また、解決が虚偽に基づくのか区分に基づくのかが、一見して明らかでないものである。 その他のもののうちで第二なのは、解決が区分または破棄によることは明らかであるが、問われたことのうちどれの破棄または区分によって解決されるべきかが明白でなく、むしろ、この解決が結論に対するものなのか、それとも問いのどれかに対するものなのかが明らかでないものである。
Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ᾿ οὐκ ἄξιος καταφρονεῖσθαι.
したがって、推論が成り立っていない議論は、その前提があまりに不評であったり虚偽であったりする場合には、他愛のないものであるが、時には軽視するに値しないこともある。
Ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ ὁ λόγος καὶ δι᾿ ὅ, καὶ μὴ προσλαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης ὁ συλλογισμός, ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ᾿ ὁ μὲν λόγος ἐπιεικής, ὁ δ᾿ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.
というのも、議論が向けられている対象や議論の根拠となる、そうした重要な問いのどれかが欠けており、それを付け加えずに推論を行っていない場合には、その推論は他愛のないものであるが、外部の事柄が欠けている場合には、決して軽視すべきではなく、議論そのものは適切であるが、質問者が下手な問い方をしたのである。
Ἔστι τε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον, ὅταν ᾖ πλείονος χρόνου δεομένη ἡ λύσις ἢ τοῦ παρόντος καιροῦ τὸ διαλεχθῆναι πρὸς τὴν λύσιν.
そして、解決することが、あるときには議論に対して、あるときには質問者やその問い方に対して、あるときにはそのどちらに対しても行われないのと同様に、問いを立てることや推論することも、提示された主張に対して、回答者に対して、あるいは時間に対して(すなわち、解決するためには、その解決について議論するのに現在の好機が許す以上の長い時間が必要とされる場合に)行うことができる。