§33#2Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ παραλογισμοί, καὶ πῶς δείξομέν τε ψευδόμενον καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δ᾿ ἐκ τίνων συμβαίνει ὁ συλλογισμός, καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ περὶ ἀποκρίσεως ἁπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα.
因此,关于对论辩者而言,误导是如何以及由于何种原因产生的,以及我们将如何证明对方是在说谎并使其说出悖论,此外推论是从何种前提产生的,以及应当如何提问、提问的顺序如何,还有所有此类论证对什么是有用的,以及关于一切回答本身以及应当如何破解这些论证和推论——关于所有这些,就让我们说到这里吧。
Λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.
剩下要做的,是在唤起对我们最初意图的记忆之后,对其进行简短的说明,并为已说的话画上句号。
Προειλόμεθα μὲν οὖν εὑρεῖν δύναμίν τινα συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον ἐστὶ τῆς διαλεκτικῆς καθ᾿ αὑτὴν καὶ τῆς πειραστικῆς.
那么,我们最初的目的是要针对所提出的问题,在现有最被认可的前提下,寻找到一种推论的能力;因为这正是问答术本身以及检验术的职责所在。
Ἐπεὶ δὲ προσκατασκευάζεται πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες φυλάξομεν τὴν θέσιν ὡς δι᾿ ἐνδοξοτάτων ὁμοτρόπως.
然而,由于它与诡辩术邻近,因而附带构建了一种能力,使其不仅能够以问答术的方式进行检验,而且能像知晓者一样进行检验。 由于这个原因,我们在这项研究所设定的任务中,不仅包含了上述能够引出论证的职责,而且还包含了在维护论证时,我们如何同样通过最被认可的前提来守护自己的论点。
Τὴν δ᾿ αἰτίαν εἰρήκαμεν τούτου, ἐπεὶ καὶ διὰ τοῦτο Σωκράτης ἠρώτα, ἀλλ᾿ οὐκ ἀπεκρίνετο· ὡμολόγει γὰρ οὐκ εἰδέναι.
我们已经说明了这一点的理由,因为正是出于这个原因,苏格拉底只提问而不作答;因为他承认自己一无所知。
Δεδήλωται δ᾿ ἐν τοῖς πρότερον καὶ πρὸς πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται, καὶ ὅθεν εὐπορήσομεν τούτων, ἔτι δὲ πῶς ἐρωτητέον ἢ τακτέον τὴν ἐρώτησιν πᾶσαν, καὶ περί τε ἀποκρίσεων καὶ λύσεων τῶν πρὸς τοὺς συλλογισμούς.
而在先前的著作中,我们已经说明了这一工作将针对多少主题、从多少前提产生,以及我们从何处可以丰富地获得这些前提,还有如何提问或如何安排整个提问,以及关于针对推论的回答和解决办法。
Δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστίν.
关于属于同一论证方法的其他所有事情,也已经阐明了。
Πρὸς δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὥσπερ εἰρήκαμεν ἤδη πρότερον.
此外,正如我们刚才所说,我们已经详细讨论了误谬。
Ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ προειλόμεθα, φανερόν· δεῖ δ᾿ ἡμᾶς μὴ λεληθέναι τὸ συμβεβηκὸς περὶ ταύτην τὴν πραγματείαν.
因此,显而易见,我们所企图的目标已经得到了充分的实现;但我们绝不能忽视在这项研究中发生的事实。
Τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρ᾿ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων ὕστερον· τὰ δ᾿ ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως.
因为在所有被发现的事物中,那些先前从他人那里承接并部分劳作而成的成果,由后来的继承者们使其得到了发展;而那些从头开始被发现的事物,起初通常只能获得微小的发展,但它却远比后来在此基础上获得的扩大更为有用。
Μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ λέγεται· διὸ καὶ χαλεπώτατον·
因为正如人们所说,万物的开端也许是最大的部分;因此,它也是最困难的。
ὅσῳ γὰρ κράτιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χαλεπώτατόν ἐστιν ὀφθῆναι.
因为它的力量越是强大,它的体积就越是微小,从而最难被察觉。
Ταύτης δ᾿ εὑρημένης ῥᾷον τὸ προστιθέναι καὶ συναύξειν τὸ λοιπόν ἐστιν· ὅπερ καὶ περὶ τοὺς ῥητορικοὺς λόγους συμβέβηκε, σχεδὸν δὲ καὶ περὶ τὰς ἄλλας πάσας τέχνας.
而一旦这个开端被发现,再添加并共同扩大其余的部分就比较容易了;这也正是发生在弁论术论证上的情况,实际上几乎发生在所有其他技术上。
Οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐπὶ μικρόν τι προήγαγον· οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων οὕτως ηὐξήκασι, Τισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη· διόπερ οὐδὲν θαυμαστὸν ἔχειν τι πλῆθος τὴν τέχνην.
因为那些发现开端的人,完全只把它们向前推进了微小的一步;而现在享有盛誉的人,从许多像接力一样部分向前推进的人那里承接过来,从而使它们像这样扩大——在最初的创立者之后是提西亚斯,在提西亚斯之后是色拉叙马霍斯,在色拉叙马霍斯之后是狄奥多罗斯,许多人贡献了许多部分;因此,这项技术拥有一定的分量并不奇怪。
Ταύτης δὲ τῆς πραγματείας οὐ τὸ μὲν ἦν τὸ δ᾿ οὐκ ἦν προεξειργασμένον, ἀλλ᾿ οὐδὲν παντελῶς ὑπῆρχεν.
但关于这项研究,并不是一部分已经被预先做好了而另一部分没有符号,而是完全什么都没有。
Καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου πραγματείᾳ.
实际上,那些靠争论性论证获取报酬的人的教育,与高尔吉亚的做法有些类似。
Λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτητικοὺς ἐδίδοσαν ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ἐμπίπτειν ᾠήθησαν ἑκάτεροι τοὺς ἀλλήλων λόγους.
因为有些人给出辩论性的论证,另一些人给出提问性的论证让学生背诵,双方都认为互动的论证最容易落入这些内容之中。
Διόπερ ταχεῖα μὲν ἄτεχνος δ᾿ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ᾿ αὐτῶν·
因此,对于向他们学习的人来说,这种教学虽然迅速,但毫无技术可言。
οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπὸ τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἂν εἴ τις ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τὸ μηδὲν πονεῖν τοὺς πόδας, εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκοι, μηδ᾿ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων·
因为他们认为自己在进行教育时,提供的不是技术,而是由技术产生出的东西,这就像有人声称要传授不让脚受任何痛苦的知识,却不教制鞋术,也不教从哪里可以弄到这些东西,而只是提供许多各种各样做好的鞋子一样。
οὗτος γὰρ βεβοήθηκε μὲν πρὸς τὴν χρείαν, τέχνην δ᾿ οὐ παρέδωκεν.
因为这个人虽然对实际需要有所帮助,但并没有传授技术。
Καὶ περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχομεν πρότερον ἄλλο λέγειν, ἀλλ᾿ ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν.
况且,关于辩论术,古人已经有许多论述,但关于推论,我们以前完全没有其他可说的,而只是通过实践在长期的探求中辛苦工作。
Εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπὸν ἂν εἴη πάντων ὑμῶν ἢ τῶν ἠκροαμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ᾿ εὑρημένοις πολλὴν ἔχειν χάριν.
如果,在你们考察之后,觉得我们的探究方法在从这样的开端出发的情况下,比起其他通过传统继承而扩大了的研究领域,已经足够完善,那么剩下的事情,就是对于你们所有听众而言,对该方法中遗漏的地方予以宽容,而对已发现的地方表示深切的感谢。