Humanitext Reader

亚里士多德 · 辩谬篇 §31-32

无谓重复与语法错误诡辩的破解

第 27 段,共 29 段 · 希腊语

内容简介

在第31章中,亚里士多德探讨了如何应对利用关系词导致“无谓重复(同义反复)”的论证;在第32章中,他分析了利用希腊语语法中词性与格变化的不一致制造“语法错误(不合语法的表述)”的假象及其破解方法。

§31Περὶ δὲ τῶν ἀπαγόντων εἰς ταὐτὸ πολλάκις εἰπεῖν, φανερὸν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθ᾿ αὑτὰς τὰς κατηγορίας, οἷον διπλάσιον ἄνευ τοῦ διπλάσιον ἡμίσεος, ὅτι ἐμφαίνεται.
至于那些引导人反复说同一事物(导致重复)的论证,显而易见,对于相对词(在相互关系中被言说者),绝不能承认其范畴在自身独立分离时能表示某种意义——例如没有“半的双倍”而单说“双倍”,因为这已蕴含在其中。
Καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι, καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ᾿ ὅμως οὐκ εἴ τις λέγοι τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτὸ λευκὸν εἶναι.
因为“十”蕴含在“缺一的十(即九)”中,“做”蕴含在“不做”中,通常肯定也蕴含在否定中;然而,如果有人说“这不是白的”,他并不是在说它是白的。
Τὸ δὲ διπλάσιον οὐδὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐδὲ τὸ ἐν τῷ ἡμίσει· εἰ δ᾿ ἄρα καὶ σημαίνει, ἀλλ᾿ οὐ ταὐτὸ καὶ συνῃρημένον.
而且,“双倍”本身也许根本不表示任何意义,正如在“半的双倍”中它不表示什么一样;或者即使它确实表示某种意义,也与结合时的意义不同。
Οὐδ᾿ ἡ ἐπιστήμη ἐν τῷ εἴδει, οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη, ὅπερ τὸ κοινόν· ἐκεῖνο δ᾿ ἦν ἐπιστήμη ἐπιστητοῦ.
知识也与它属于某一特定属类时不同——例如,医药是“知识”,这是共同词,但后者是“关于可知物的知识”。
Ἐν δὲ τοῖς δι᾿ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τὸ αὐτὸ χωρὶς καὶ ἐν τῷ λόγῳ τὸ δηλούμενον.
在那些通过它们来表明被断定者属性的情况下,应当说明:分离时所表明的与在定义中所表明的并非同一事物。
Τὸ γὰρ κοῖλον κοινῇ μὲν τὸ αὐτὸ δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοικοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει, ἀλλὰ τὸ μὲν τῇ ῥινὶ τὸ δὲ τῷ σκέλει συμβαίνει· ἔνθα μὲν γὰρ τὸ σιμόν, ἔνθα δὲ τὸ ῥαιβὸν σημαίνει· καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ἢ ῥὶς κοίλη.
因为“凹”在“塌鼻”和“弯脚”的情况下通常表示相同的意思,但在附加时并无妨碍,因为一者伴随鼻子,另一者伴随腿;在前一种情况下它表示“塌”,在后一种情况下表示“弯”;而说“塌鼻”或“凹鼻”并无区别。
Ἔτι οὐ δοτέον τὴν λέξιν κατ᾿ εὐθύ· ψεῦδος γάρ ἐστιν.
此外,绝不能照直格(主格)承认这一表述,因为它是虚假的。
Οὐ γάρ ἐστι τὸ σιμὸν ῥὶς κοίλη ἀλλὰ ῥινὸς τοδί, οἷον πάθος, ὥστ᾿ οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός.
因为“塌”不是“凹鼻”,而可以说是鼻子的某种状态(属性);因此,如果“塌鼻”是“具有鼻子凹陷度的鼻子”,并无任何不合理之处。
§32Περὶ δὲ τῶν σολοικισμῶν παρ᾿ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον, ὡς δὲ λυτέον, ἐπ᾿ αὐτῶν τῶν λόγων ἔσται φανερόν.
关于语法错误(不合语法的表述),我们先前已说明了它们看似发生的原因;但如何解决它们,将从论证本身中显现。
Ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. Ἆρ᾿ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς;
因为所有此类论证都企图确立这一点:“你真所说的事物,它也真就是这个吗?
Φῇς δ᾿ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον.
你说某物是石(对格);因此,某物是石(对格)。
Ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ᾿ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον·
”但说“石”(对格)并不是说“什么”(中性代词),而是说“谁”(阳性代词),且不是“这个”(中性)而是“这个”(阳性对格)。
εἰ οὖν ἔροιτό τις, ἆρ᾿ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ᾿ εἰ ἔροιτο, ἆρ᾿ ἣν λέγεις εἶναι, ἔστιν οὗτος;
那么,如果有人问:“你真所说的是谁,就是这个(对格)吗? ”这看起来就不是正确的希腊语,正如如果有人问:“你所说是的她(女性对格),就是这个(阳性主格)吗?
Ξύλον δ᾿ εἶπεν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ᾿ ἄρρεν σημαίνει, οὐδὲν διαφέρει.
”但对于“木”(中性)以及任何不表示阴性或阳性的词,并无任何区别。
Διὸ καὶ οὐ γίνεται σολοικισμός, εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο;
因此,如果你问“你所说是的那个,就是这个吗?
ξύλον δὲ λέγεις εἶναι· ἔστιν ἄρα ξύλον.
你说它是木;因此它是木”,就不会发生语法错误。
Ὁ δὲ λίθος καὶ τὸ οὗτος ἄρρενος ἔχει κλῆσιν.
但“石”和“这个”(阳性主格)具有阳性的格变化形式。
Εἰ δή τις ἔροιτο, ἆρ᾿ οὗτός ἐστιν αὕτη;
如果有人问:“这个(阳性)是这个(阴性)吗?
εἶτα πάλιν, τί δ᾿;
”然后又问:“那又怎样?
οὐχ οὗτός ἐστι Κορίσκος;
这个不是科里斯科斯吗?
εἶτ᾿ εἴπειεν, ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τὸν σολοικισμόν, οὐδ᾿ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι.
”接着又说:“因此这个(阳性)是这个(阴性)”,他并没有推论出一个语法错误,即使“科里斯科斯”与“这个”(阴性)表示相同的事物,除非答问者承认;但这必须作为追加提问。
Εἰ δὲ μήτ᾿ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον.
如果他既不是,也不承认,他就没有推论出语法错误,无论是在事实上还是针对被问者。
Ὁμοίως οὖν δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν οὗτος.
同样,在那个情况下,“石”也必须表示“这个”(阳性)。
Εἰ δὲ μήτε ἔστι μήτε δίδοται, οὐ λεκτέον τὸ συμπέρασμα· φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι.
但如果它既不是,也不被承认,就不应得出结论;但这显得如此,是因为名词的不同格尾看起来相似。
Ἆρ᾿ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν;
“说‘这个(阴性主格)是你所说的她(阴性对格)’是真实的吗?
εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα.
你说她是盾(阴性对格);因此这个(主格)是盾(对格)。
Ἢ οὐκ ἀνάγκη, εἰ μὴ τὸ αὕτη ἀσπίδα σημαίνει ἀλλ᾿ ἀσπίς, τὸ δ᾿ ἀσπίδα ταύτην.
”这并非必要,除非“这个”(主格)不表示“盾”(对格)而表示“盾”(主格),而“盾”(对格)表示“这个”(对格)。
Οὐδ᾿ εἰ ὃ φῂς εἶναι τοῦτον, ἐστὶν οὗτος, φῂς δ᾿ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα· οὐ γὰρ ἔστιν οὗτος Κλέωνα· εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον· οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν.
同样,“如果你所说这个(阳性对格)是的,就是这个(阳性主格)”,而你说他是克莱翁(对格),得出“因此这个(主格)是克莱翁(对格)”也不是必然的;因为“这个”(主格)不是“克莱翁”(对格);因为已经说明过,“我所说是这个(对格)的,就是这个(主格)”,而不是“这个(对格)”;如果问题被这样提出,甚至就不符合希腊语语法。
Ἆρ᾿ ἐπίστασαι τοῦτο;
“你知道这个(中性对格)吗?
τοῦτο δ᾿ ἐστὶ λίθος· ἐπίστασαι ἄρα λίθος.
而这个(中性主格)是石(阳性主格);因此你知道石(阳性主格)。
Ἢ οὐ ταὐτὸ σημαίνει τὸ τοῦτο ἐν τῷ ἆρ᾿ ἐπίστασαι τοῦτο καὶ ἐν τῷ τοῦτο δὲ λίθος, ἀλλ᾿ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος.
” 或者,“你知道这个吗”中的“这个”与“这个是石”中的“这个”表示不同的意义,在前一个句子中它表示“这个”(阳性对格),而在后一个句子中表示“这个”(阳性主格)。
Ἆρ᾿ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο;
“你知道你拥有其知识的事物吗?
ἐπιστήμην δ᾿ ἔχεις λίθου· ἐπίστασαι ἄρα λίθου.
你拥有石(属格)的知识;因此你知道石(属格)。
Ἢ τὸ μὲν τούτου λίθου λέγεις, τὸ δὲ τοῦτον λίθον·
”或者,你在前一种情况下说的是“关于这个(属格)石(属格)”,而在后一种情况下说的是“这个(对格)石(对格)”?
ἐδόθη δ᾿, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι, οὐ τούτου, ἀλλὰ τοῦτο, ὥστ᾿ οὐ λίθου ἀλλὰ τὸν λίθον.
而被承认的是你知晓你拥有其知识的事物,不是“关于这个”(属格)而是“这个”(对格);因此你知晓的不是“石的”(属格),而是“石”(对格)。
Οτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων.
因此,此类论证并未推论出语法错误,而只是显得如此,它们为何显得如此以及应当如何应对它们,从已说的话中已很清楚。

词汇与语法注释

  1. ¦1¦διπλάσιον ἄνευ τοῦ διπλάσιον ἡμίσεος — 亚里士多德警告说,如果承认像“双倍”这样的相对词在孤立时具有独立的意义,而不是本质上与其关联词(如“一半”)相联系,就会导致无限循环的冗余重复(例如“一半的双倍的双倍……”)。
  2. ¦3¦κατ᾿ εὐθύ — 意为“以主格(直格)”或“直接地”。属性“塌鼻”本身并不是表示“凹鼻”的名词,而是鼻子的一种“状态/属性(πάθος)”。如果将它们在主格上等同对待,会导致虚假的冗余和矛盾。
  3. ¦1¦λίθον — 名词“石”(λίθος)在希腊语中是阳性名词。诡辩家利用中性代词“ὅ”或“τοῦτο”(它、这个)与阳性对格“λίθον”之间的不匹配,制造出答问者犯下希腊语语法错误(“不合语法的表述”)的假象。
  4. ¦3¦τὴν ἀνόμοιον πτῶσιν — 指“不同的格”。由于某些名词的不同格(如主格和对格)在形式上相同或极其相似,诡辩家利用这一点来掩盖语法格的错配(语法错误),使他们的谬误推理看起来有效。

引用这一段

亚里士多德, 辩谬篇 §31-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:31-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。