§26Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ.
对于那些由于忽视反驳的定义而产生的论证,正如先前所简述的,应当通过考察结论与矛盾陈述的关系来应对,看看它是如何关于同一事物、在同一方面、相对于同一事物、以同一方式、且在同一时间的。
Ἐὰν δ᾿ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ φατέον, μὴ μέντοι ὡδί, ὥς ποτ᾿ ἦν τὸ ἐλέγχεσθαι διωμολογημένον.
如果在最初被追问,不应当承认同一事物不可能既是两倍又不是两倍,而应当说“确实可能,但并非以这种方式”,正如先前所共同承认的构成反驳的条件那样。
Εἰσὶ δὲ πάντες οἵδ᾿ οἱ λόγοι παρὰ τὸ τοιοῦτο.
所有以下这些论证都取决于这类事情。
Ἆρ᾿ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον, οἶδε τὸ πρᾶγμα;
知道每个事物是每个事物的人,知道这个事物吗?
Καὶ ὁ ἀγνοῶν ὡσαύτως;
不知道的人也是同样吗?
Εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος, ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτὸ ἐπίσταται καὶ ἀγνοεῖ.
但是,某人知道科里斯科斯是科里斯科斯,却可能不知道他是懂音乐的;因此他对于同一事物既知道又不知道。
Ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον;
四肘长的是否比三肘长的更大?
Γένοιτο δ᾿ ἂν ἐκ τριπήχους τετράπηχυ κατὰ τὸ μῆκος· τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον· αὐτὸ ἄρα αὑτοῦ μεῖζον καὶ ἔλαττον.
但是,三肘长的东西可以成长为四肘长;而更大的是比更小的更大;因此它比自身更大且更小。
§27Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ᾿ ἂν ἔνδοξον ᾖ, λέγοντα τἀληθές.
对于那些由于窃取和采纳论点(最初被要求的前提)而产生的论证,如果对提问者来说这是显而易见的,即使它是普遍接受的意见,也不应当予以认可,而应当说出真话。
Ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς.
但如果未被察觉而认可了,就应当由于这类论证的恶劣性,将无知的责任转嫁给提问者,指出他没有进行正确的辩论;因为反驳应当不依赖于最初的前提。
Εἶθ᾿ ὅτι ἐδόθη οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον, ἢ ἐπὶ τῶν παρεξελέγχων.
其次,应当指出之所以给予它,并不是为了让他使用它,而是为了以此来推论相反的结论,或者是在虚假反驳的情况下。
§28Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ᾿ αὐτοῦ τοῦ λόγου δεικτέον.
而对于那些利用伴随关系得出结论的人,必须在论证本身中予以指出。
Ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις.
伴随事物的推论关系有两种。
Ἢ γὰρ ὡς τῷ ἐν μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῷον· ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ᾿ εἶναι μετὰ τοῦδε.
因为要么是普遍者伴随特殊者,例如“动物”伴随“人”;因为人们假定如果这个伴随那个,那个也伴随这个。
Ἢ κατὰ τὰς ἀντιθέσεις· εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον.
要么是根据对立关系;因为如果这个伴随那个,那么对立的也伴随对立的。
Παρ᾿ ὃ καὶ ὁ τοῦ Μελίσσου λόγος· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, τὸ ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστ᾿ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος.
梅里苏斯的论证也就是基于这一点;因为如果“产生出来的东西”有起点,他便假定“未产生出来的东西”没有起点,因此,如果天是未产生出来的,它也就是无限的(没有起点的)。
Τὸ δ᾿ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις.
但事实并非如此;因为推论关系恰好相反。
§29Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, σκοπεῖν εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον.
至于那些通过添加某物进行推论的人,必须考察在将其去掉后,不合理的结果是否依然会产生。
Κἄπειτα τοῦτο ἐμφανιστέον, καὶ λεκτέον ὡς ἔδωκεν οὐχ ὡς δοκοῦν ἀλλ᾿ ὡς πρὸς τὸν λόγον, ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον.
然后必须揭示这一点,并且应当说明答问者之所以给予它,并非因为同意它,而是为了论证的需要,而提问者却把它用于与论证毫无关系的事情上。
§30Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον.
针对那些将多个提问合而为一的人,必须在最初就立即予以区分。
Ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρισίς ἐστιν, ὥστ᾿ οὔτε πλείω καθ᾿ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν, ἀλλ᾿ ἓν καθ᾿ ἑνὸς φατέον ἢ ἀποφατέον.
因为单一的提问是指对此只需作单一回答的问题,所以,既不应当对一个事物肯定或否定多个属性,也不应当对多个事物肯定或否定一个属性,而应当对一个事物肯定或否定一个属性。
Ὥσπερ δὲ ἐπὶ τῶν ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ᾿ οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων.
正如在同音异义(多义词)的情况下,某种属性有时同时属于两者,有时又不属于其中任何一者,因此,尽管提问并不单一,但如果给出了简单的回答,就会遭遇某种困境,在这些情况下也是如此。
Ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπεναντίωμα συμβαίνει· ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέροις, ἔστι δ᾿ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ᾿ εὐλαβητέον.
因此,当多个属性属于一个事物,或者一个属性属于多个事物时,对于简单予以认可并犯下这一错误的人来说,并不会产生任何矛盾;但如果一个属性属于其中一个而不属于另一个,或者多个属性被断定于多个主体,且在某种意义上两者都属于两者,而在另一种意义上又都不属于,那么对此就必须予以警惕。
Οἷον ἐν τοῖσδε τοῖς λόγοις.
例如,在以下这些论证中。
Εἰ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακὸν καὶ πάλιν μήτ᾿ ἀγαθὸν μήτε κακόν· οὐκ ἔστι γὰρ ἑκάτερον ἑκάτερον, ὥστε ταὐτὸ ἀγαθὸν καὶ κακὸν καὶ οὔτ᾿ ἀγαθὸν οὔτε κακόν.
如果一个事物是好的,另一个是坏的,那么说这些既是好的又是坏的是真实的,而说它们既非好也非坏同样是真实的;因为每一者都不是另一者,所以同一事物既是好的又是坏的,并且既非好也非坏。
Καὶ εἰ ἕκαστον αὐτὸ αὑτῷ ταὐτόν, καὶ ἄλλου ἕτερον· ἐπεὶ δ᾿ οὐκ ἄλλοις ταὐτὰ ἀλλ᾿ αὑτοῖς, καὶ ἕτερα αὑτῶν, ταὐτὰ ἑαυτοῖς ἕτερα καὶ ταὐτά.
又如,如果每个事物都与自身相同,并与他物不同;既然它们不是与他物相同,而是与自身相同,且与自身不同,那么那些与自身相同的事物就既与自身不同,又与自身相同。
Ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν γίνεται, τὸ δὲ κακὸν ἀγαθόν ἐστιν, δύο γένοιτ᾿ ἄν.
此外,如果好的东西变成坏的,而坏的是好的,那么它们就会变成两个。
Δυοῖν τε καὶ ἀνίσων ἑκάτερον αὐτὸ αὑτῷ ἴσον, ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς.
两个不相等的事物,每一者都与自身相等,所以它们与自身既相等又不相等。
Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις· καὶ γὰρ τὸ ἄμφω καὶ τὸ ἅπαντα πλείω σημαίνει· οὔκουν ταὐτόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι· τοῦτο δ᾿ οὐκ ἦν ἔλεγχος.
那么,这些论证也可以适用其他的解决方法;因为“两者”和“所有”都表示多个事物;因此,除了名字之外,并没有发生对同一事物的肯定和否定;而这并不是反驳。
Ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένων, ἀλλ᾿ ἓν καθ᾿ ἑνὸς φάντος ἢ ἀποφάντος, οὐκ ἔσται τὸ ἀδύνατον.
但显而易见,如果不将多个问题合为一个提问,而是对一个事物肯定或否定一个属性,那么不合理的结果就不会产生。