§25Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ ἢ πῶς ἢ πρός τι λέγεσθαι καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι.
对于那些不因绝对地、而因在本来意义上指称某物、或在某一方面、或在某地、或以某种方式、或相对于某物而被说出的论证,应当通过考察结论与矛盾陈述的关系来解决,看看结论是否可能受到了其中某项的影响。
Τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ, πῇ μέντοι ἑκάτερον ἢ πρός τι ἢ πῶς, ἢ τὸ μὲν πῇ τὸ δ᾿ ἁπλῶς, οὐδὲν κωλύει.
因为对于相反者、对立者、肯定和否定,它们绝对地属于同一事物是不可能的,但没有什么能阻止它们各自在某一方面、或相对于某物、或以某种方式属于同一事物,或者一方向在某一方面而另一方绝对地属于同一事物。
Ὥστ᾿ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος.
因此,如果一方式绝对地而另一方式在某一方面,这还不是反驳。
Τοῦτο δ᾿ ἐν τῷ συμπεράσματι θεωρητέον πρὸς τὴν ἀντίφασιν.
这必须在结论中对照矛盾陈述来进行考察。
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ᾿ ἔχοντες.
所有这类论证都具有这一特点。
Ἆρ᾿ ἐνδέχεται τὸ μὴ ὂν εἶναι;
非存在者可能存在吗?
Ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν.
然而,非存在者确实以某种方式存在。
Ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γὰρ ἔσται τι τῶν ὄντων.
同样地,存在者也将不存在;因为它将不是存在者中的某一个特定事物。
Ἆρ᾿ ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν;
同一个人有可能在同一时间既守誓又违誓吗?
Ἆρ᾿ ἐγχωρεῖ τὸν αὐτὸν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν;
同一个人有可能在同一时间对同一个人既服从又不服从吗?
Ἢ οὔτε τὸ εἶναί τι καὶ εἶναι ταὐτόν;
或者,是某物与绝对地存在并不是同一回事吗?
Τὸ δὲ μὴ ὄν, οὐκ εἰ ἔστι τι, καὶ ἔστιν ἁπλῶς· οὔτ᾿ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καὶ εὐορκεῖν, ὁ δ᾿ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ· οὐδ᾿ ὁ ἀπειθῶν πείθεται, ἀλλά τι πείθεται.
因为对于非存在者,如果它是某物,并不因此它就绝对地存在;如果一个人就此事或在此方面守誓,他并不必然也绝对地守誓;而那个发誓要违誓的人,在违誓时,仅在这一点上是守誓的,但他并不是绝对地守誓;服从不服从的人也并非在服从,而是在某一方面服从。
Ὅμοιος δ᾿ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν· ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι, δύσκολον φαίνεται.
关于同一个人同时说谎和说真话的论证也是类似的;但因为不容易看出应当将绝对地说真话或说谎归于哪一方面,所以这显得很困难。
Κωλύει δ᾿ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ, πῇ δ᾿ ἀληθῆ ἢ τινός, καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή.
但没有什么能阻止他绝对地是在说谎,但在某一方面或对某事说的是真话,或者在某种程度上是真的,但并不是绝对地真的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποῦ καὶ πότε· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν.
在关于关系、在哪里、在何时的情况中也是类似的;因为所有这些论证都是由于这个原因产生的。
Ἆρ᾿ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν;
健康或财富是好事吗?
Ἀλλὰ τῷ ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν· ἀγαθὸν ἄρα καὶ οὐκ ἀγαθόν.
但对于愚者和不能正确使用它们的人来说,它们不是好事;因此它们是好事,又不是好事。
Ἆρα τὸ ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει ἀγαθόν;
健康或在城邦中拥有权力是好事吗?
Ἀλλ᾿ ἔστιν ὅτε οὐ βέλτιον· ταὐτὸν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν.
但有时它并非更好;因此,同一事物对同一个人既是好事又不是好事。
Ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ᾿ οὐ νῦν ἢ οὐκ ἐνταῦθ᾿ ἀγαθόν.
或者,没有什么能阻止绝对是好事的东西对这个人来说不是好事,或者对这个人来说是好事,但不是在现在或不是在这里。
Ἆρ᾿ ὃ μὴ βούλοιτ᾿ ἂν ὁ φρόνιμος, κακόν;
聪明人不愿得到的东西是坏事吗?
Ἀποβαλεῖν δ᾿ οὐ βούλεται τἀγαθόν·
但他不愿失去好事;因此好事是坏事。
κακὸν ἄρα τἀγαθόν. Οὐ γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τἀγαθόν.
因为,说好事是坏事和失去好事是坏事并不是一回事。
Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος.
关于小偷的论证也是类似的。
Οὐ γὰρ εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστὶ κακόν· οὔκουν τὸ κακὸν βούλεται, ἀλλὰ τἀγαθόν· τὸ γὰρ λαβεῖν ἀγαθὸν ἀγαθόν.
因为如果小偷是坏人,并不因此得到也是坏事;所以他并不企求坏事,而是企求好事;因为得到好事是好事。
Καὶ ἡ νόσος κακόν ἐστιν, ἀλλ᾿ οὐ τὸ ἀποβαλεῖν νόσον.
而且疾病是坏事,但失去疾病却不是坏事。
Ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον;
正义的事物比非正义的事物、正义地比非正义地更可取吗?
Ἀλλ᾿ ἀποθανεῖν ἀδίκως αἱρετώτερον.
但非正义地死比正义地死更可取。
Ἆρα δίκαιόν ἐστιν τὰ αὑτοῦ ἔχειν ἕκαστον;
每个人拥有自己的东西是正义的吗?
Ἃ δ᾿ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ᾖ ψευδῆ, κύριά ἐστιν ἐκ τοῦ νόμου· τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον.
但是,裁判官根据自己的意见所作的判决,即使是错误的,根据法律也是有效的;因此,同一件事既是正义的,又是非正义的。
Καὶ πότερα δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;
那么,应该判定说正义之言的人获胜,还是判定说非正义之言的人获胜呢?
Ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν· ταῦτα δ᾿ ἦν ἄδικα.
然而,受委屈的人充分陈述自己所遭受的非正义待遇是正当的;而这些遭遇是非正义的。
Οὐ γὰρ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως· ἀλλ᾿ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως.
因为如果非正义地遭受某事是可取的,并不因此非正义地就比正义地绝对地更可取;相反,绝对地是正义地更可取,虽然没有什么能阻止这件特定的事是非正义地被遭受,而不是正义地被遭受。
Καὶ τὸ ἔχειν τὰ αὑτοῦ δίκαιον, τὸ δὲ τἀλλότρια οὐ δίκαιον· κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος· οὐ γὰρ εἰ δίκαιον τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον.
而且拥有自己的东西是正当的,而拥有别人的东西是不正当的;然而,没有什么能阻止这个特定的判决是正当的,比如如果它是根据裁判官的意见作出的;因为即使在这件事上或以这种方式是正当的,也并不因此它就绝对是正当的。
Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι· οὐ γὰρ εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ᾿ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα.
同样地,即使某些事情是非正义的,也并不阻止陈述它们是正当的;因为即使陈述它们是正当的,它们也不真实是正义的事物,正如即使陈述它们是有益的,它们也不必然是有益的事物。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων.
对于正义的事物也是同样的道理。
Ὤστ᾿ οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾷ· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.
因此,即使所说的话是非正义的,也并不意味着说话者是通过说非正义的话而获胜;因为他说了应当说的话,但绝对地看,这些事也是非正义的遭遇。