Humanitext Reader

亚里士多德 · 辩谬篇 §24

偶性谬误的解决方法与对不当解法的批判

第 24 段,共 29 段 · 希腊语

内容简介

在本节中,作者指出解决偶性谬误的唯一且根本的方法是回答“并非必然”,并批评和驳斥了他人利用“知道与不知道”的区分或利用多义性来解决偶性谬误的不充分尝试。

§24Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν ἡ αὐτὴ λύσις πρὸς ἅπαντας.
对于那些依赖于偶性的论证,对所有人来说,只有一种相同的解决方案。
Ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος, ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρχῃ, καὶ ἐπ᾿ ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπ᾿ ἐνίων δ᾿ οὔ φασιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντας ὁμοίως πρὸς ἅπαντας ὅτι οὐκ ἀναγκαῖον.
因为既然当某属性属于偶性时,何时应当针对事物(本体)来说它是未确定的,而且在某些情况下似乎应该说且人们也这样说,而在另一些情况下人们又说并非必然,因此,必须在众人达成一致的情况下说:这并非必然。
Ἔχειν δὲ δεῖ προφέρειν τὸ οἷον.
但是,必须能够举出是哪一类的例子。
Εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός.
所有以下这些论证都是依赖于偶性的。
Ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;
“你是否知道我将要问你的问题?
Ἆρ᾿ οἶδας τὸν προσιόντα ἢ τὸν ἐγκεκαλυμμένον;
”“你是否认识那个走过来的人,或者那个蒙着头的人?
Ἆρ᾿ ὁ ἀνδριὰς σόν ἐστιν ἔργον, ἢ σὸς ὁ κύων πατήρ;
”“这尊雕像是你的作品吗? 或者,这只狗是你的父亲吗?
Ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα;
”“极少数的少数倍是少数吗?
Φανερὸν γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τὸ κατὰ τοῦ συμβεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι·
”因为在所有这些情况中很明显,对于偶性为真的东西,并不必然对于事物(本体)也为真。
μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν·
因为只有对于那些在本质上没有差别且合而为一的事物,所有相同的属性似乎才属于它们。
τῷ δ᾿ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τ᾿ εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ ἐγκεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ·
但对于一个好的事物,是好的与将要被问到并不是同一回事;对于走过来的或蒙着头的人,正在走过来与是科里斯科斯也不是同一回事。
ὥστ᾿ οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ δὲ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ·
因此,这并不意味着如果我认识科里斯科斯,却不认识走过来的人,我便既认识又不认识同一个人。
οὐδ᾿ εἰ τοῦτ᾿ ἐστὶν ἐμόν, ἔστι δ᾿ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ᾿ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι.
如果这是我的,并且是一件作品,它也不必然是“我的作品”,而或是我的财产,或是我的事情,或别的什么。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
对于其他情况也是同样的方式。
Λύουσι δέ τινες ἀναιροῦντες τὴν ἐρώτησιν· φασὶ γὰρ ἐνδέχεσθαι ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό·
但有些人通过否定这个问题来解决;因为他们说可能既知道又不知道同一件事物,但不是在同一方面。
τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες, ταὐτὸ μὲν εἰδέναι καὶ ἀγνοεῖν φασίν, ἀλλ᾿ οὐ κατὰ ταὐτό.
因此,在不认识走过来的人但认识科里斯科斯的情况下,他们说他们既认识又不认识同一个人,但不是在同一方面。
Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν·
然而,首先,正如我们已经说过的,对于依赖于相同原因的论证,应当有相同的修正。
αὕτη δ᾿ οὐκ ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ᾿ ἐπὶ τοῦ εἶναι ἢ πῶς ἔχειν τὸ αὐτὸ ἀξίωμα λαμβάνῃ, οἷον εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ σός·
但如果人们不是针对“知道”而是针对“存在”或“处于某种状态”采用相同的原理,这种修正就不会成立,例如,如果“这人是父亲,并且是你的”。
εἰ γὰρ ἐπ᾿ ἐνίων τοῦτ᾿ ἐστὶν ἀληθὲς καὶ ἐνδέχεται ταὐτὸ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλ᾿ ἐνταῦθα οὐδὲν κοινωνεῖ τὸ λεχθέν.
因为如果在某些情况下这是真的,且既知道又不知道同一件事物是可能的,但在这里,所说的话完全没有共同之处。
Οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον πλείους μοχθηρίας ἔχειν.
而且没有什么能阻止同一个论证拥有多种缺陷。
Ἀλλ᾿ οὐχ ἡ πάσης ἁμαρτίας ἐμφάνισις λύσις ἐστίν· ἐγχωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρ᾿ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι.
但并非每种错误的揭露都是解决方案;因为一个人可能表明推导出了一个虚假结论,却不能表明这是由于什么原因,例如芝诺关于运动是不可能的论证。
Ὥστε καὶ εἴ τις ἐπιχειροίη συνάγειν ὡς ἀδύνατον, ἁμαρτάνει, κἂν εἰ μυριάκις ᾖ συλλελογισμένος·
因此,即使有人试图推论这是不可能的,他也犯了错,即使他已经推导了一万次;因为这不是解决方案。
οὐ γάρ ἐστιν αὕτη λύσις.
因为解决方案是揭露虚假的推论,并说明它是由于什么原因而虚假。
Ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ᾿ ὃ ψευδής· εἰ οὖν μὴ συλλελόγισται ἢ καὶ ἀληθὲς ἢ ψεῦδος ἐπιχειρεῖ συνάγειν, ἡ ἐκείνου δήλωσις λύσις ἐστίν.
因此,如果他没有正确推论,或者试图推导一个真理或谬误,那么将其显明出来才是解决方案。
Ἴσως δὲ καὶ τοῦτ᾿ ἐπ᾿ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· πλὴν ἐπί γε τούτων οὐδὲ τοῦτο δόξειεν ἄν·
也许在某些情况下没有什么能阻止这种情况发生;但至少在这些情况下,似乎连这也不成立。
καὶ γὰρ τὸν Κορίσκον ὅτι Κορίσκος οἶδε, καὶ τὸ προσιὸν ὅτι προσιόν.
因为他知道科里斯科斯是科里斯科斯,也知道走过来的人是走过来的人。
Ἐνδέχεσθαι δὲ δοκεῖ τὸ αὐτὸ εἰδέναι καὶ μή, οἷον ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσικὸν μὴ γνωρίζειν· οὕτω γὰρ τὸ αὐτὸ οἶδε καὶ οὐκ οἶδεν, ἀλλ᾿ οὐ κατὰ ταὐτόν.
而既知道又不知道同一事物似乎是可能的,例如,知道它是白的,却不知道它是懂音乐的;因为这样人们既知道又不知道同一事物,但不是在同一方面。
Τὸ δὲ προσιὸν καὶ Κορίσκον, καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος, οἶδεν Ὁμοίως δ᾿ ἁμαρτάνουσι καὶ οἱ λύοντες, ὅτι ἅπας ἀριθμὸς ὀλίγος, ὥσπερ οὓς εἴπομεν·
但对于走过来的人和科里斯科斯,他既知道他是走过来的人,也知道他是科里斯科斯。
εἰ γὰρ μὴ συμπεραινομένου, τοῦτο παραλιπόντες, ἀληθὲς συμπεπεράνθαι φασί, πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον, ἁμαρτάνουσιν.
同样,那些解决“一切数字都是少数”这一论证的人也犯了错,就像我们提到的那些人一样;因为如果在推论没有成立的情况下,他们忽略了这一点,并说得出了一个真的结论,理由是一切事物既是多数又是少数,他们就错了。
Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱὸς ἢ δοῦλος.
还有一些人通过双重含义来解决这些推论,例如,“这是你的父亲,或儿子,或奴隶。
Καίτοι φανερὸν ὡς εἰ παρὰ τὸ πολλαχῶς λέγεσθαι φαίνεται ὁ ἔλεγχος, δεῖ τοὔνομα ἢ τὸν λόγον κυρίως εἶναι πλειόνων·
”然而很明显,如果反驳似乎取决于词的多义使用,那么该名词或表达在本来意义上必须属于多个事物。
τὸ δὲ τόνδ᾿ εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέκνου· ἀλλὰ παρὰ τὸ συμβεβηκὸς ἡ σύνθεσίς ἐστιν.
但如果一个人是孩子的仆人,没有人会在本来意义上说“这人是那人的孩子”;相反,这种结合是由于偶性。
Ἆρ᾿ ἐστὶ τοῦτο σόν;
“这是你的吗?
Ναί.
”“是的。
Ἔστι δὲ τοῦτο τέκνον·
”“而这是个孩子。
σὸν ἄρα τοῦτο τέκνον·
”“因此这是你的孩子。
ὅτι συμβέβηκεν εἶναι καὶ σὸν καὶ τέκνον, ἀλλ᾿ οὐ σὸν τέκνον.
”因为碰巧它既是你的又是孩子,而不是你的孩子。
Καὶ τὸ εἶναι τῶν κακῶν τι ἀγαθόν· ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν.
还有“坏事中的某些事物是好事”这一论证;因为智慧是对坏事的知识。
Τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα.
但“这是这些(的东西)”并不是以多种方式说的,而是作为财产。
Εἰ δ᾿ ἄρα πολλαχῶς (καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλ᾿ οὔ τι κτῆμα) καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός, διὰ τοῦτο τῶν κακῶν ἐστίν, ἀλλ᾿ οὐ τοῦτο τῶν κακῶν.
但如果它确实是以多种方式说的(因为我们说人是动物中的一员,但不是作为财产),并且如果某物在与坏事相关时被称为“某物的”,它因此属于“坏事之物”,但这并不是“坏事之一”。
Παρὰ τὸ πῇ οὖν καὶ ἁπλῶς φαίνεται.
因此,这似乎取决于“在某一方面”和“绝对地”。
Καίτοι ἐνδέχεται ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν διττῶς, ἀλλ᾿ οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἀλλ᾿ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ, μᾶλλον.
然而,也许坏事中的某些事物可能在双重意义上是好事,但不是在这个论证中,而更可能是在某个好的奴隶是一个恶人的奴隶的情况下。
Ἴσως δ᾿ οὐδ᾿ οὕτως· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα.
但也许甚至也不是这样;因为如果他是好的并且属于这个人,他并不因此同时“对他而言是好的”。
Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς· οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο λέγεται πολλαχῶς·
说“人是动物的一员”也不是以多种方式说的;因为如果我们有时通过截短来表达某物,这并不被称为以多种方式说。
καὶ γὰρ τὸ ἥμισυ εἰπόντες τοῦ ἔπους δός μοι Ἰλιάδα σημαίνομεν, οἷον τὸ "Μῆνιν ἄειδε θέα. "
因为我们也会通过说出诗句的一半来表达“给我《伊利亚特》”,例如: “歌唱吧,女神,那愤怒”

词汇与语法注释

  1. ¦1¦συμβιβασθέντας — 宾格复数分词 `συμβιβασθέντας`(达成一致)用作无人称形容词 `ῥητέον`(应当说)所暗示的不定式的主语。其结构等同于 `δεῖ ἡμᾶς συμβιβασθέντας λέγειν`。
  2. ¦4¦ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ᾿ ἐπὶ τοῦ εἶναι ἢ πῶς ἔχειν τὸ αὐτὸ ἀξίωμα λαμβάνῃ — 由 `ἄν` 引导的条件从句,动词为 `λαμβάνῃ`,其直接宾语是 `τὸ αὐτὸ ἀξίωμα`(相同的原理/前提)。它指出,基于认知动词“知道”(`εἰδέναι`)的解决方案不能作为相同的原理应用于“存在”(`εἶναι`)或“处于某种状态”(`πῶς ἔχειν`)的陈述。
  3. ¦8¦τὸ δὲ τόνδ᾿ εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως — 带有冠词的不定式从句 `τὸ τόνδε εἶναι τοῦδε τέκνον`(此人是那人的孩子)作为句子的主语或话题。`τόνδε` 是不定式的宾格主语,`τοῦδε τέκνον` 是补语。
  4. ¦10¦οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα — 在条件从句 `εἰ` 中,`ἀγαθόν`(好的)与 `τούτου`(此人的,属格)作为独立的谓语并列(“如果它是好的且属于此人”)。与之相对,主句的 `ἀγαθὸν τούτου` 结合为一个整体,表示“对此人而言是好的”,表明后者并不必然从前两者作为独立谓语的同时适用中推导出来。

引用这一段

亚里士多德, 辩谬篇 §24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。